- 底本
- Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 2. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1904.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0081.tlg012.humanitext-grc2:20#1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
论述文辞拼合中“得体”的原则及其自然摹仿事物的功用,并从格律与语音构造上例证荷马对西绪福斯神话的摹写。
ἔτι τις καταλείπεταί μοι λόγος ὁ περὶ τοῦ πρέποντος. καὶ γὰρ τοῖς ἄλλοις χρήμασιν ἅπασι παρεῖναι δεῖ τὸ πρέπον, καὶ εἴ τι ἄλλο ἔργον ἀτυχεῖ1 τούτου τοῦ μέρους, καὶ εἰ μὴ τοῦ παντός, τοῦ κρατίστου γε ἀτυχεῖ. περὶ μὲν οὖν ὅλης τῆς ἰδέας ταύτης οὐχ οὗτος ὁ καιρὸς ἀνασκοπεῖν· βαθεῖα γάρ τις αὐτοῦ καὶ πολλῶν δεομένη λόγων ἡ θεωρία. ὅσα δὲ εἰς τοῦτο συντείνει τὸ μέρος ὑπὲρ οὗ τυγχάνω ποιούμενος τὸν λόγον, εἰ μὴ καὶ πάντα μηδὲ τὰ πλεῖστα, ὅσα γε οὖν ἐγχωρεῖ, λεγέσθω. ὁμολογουμένου δὴ παρὰ πᾶσιν ὅτι πρέπον ἐστὶ τὸ τοῖς ὑποκειμένοις ἁρμόττον προσώποις τε καὶ πράγμασιν, ὥσπερ ἐκλογὴ τῶν ὀνομάτων εἴη τις ἂν ἣ μὲν πρέπουσα τοῖς ὑποκειμένοις ἣ δὲ ἀπρεπής, οὕτω δή που καὶ σύνθεσις.2 παράδειγμα δὲ τούτου χρὴ λαμβάνειν τὴν ἀλήθειαν. ὃ δὲ λέγω, τοιοῦτόν ἐστιν· οὐχ ὁμοίᾳ συνθέσει χρώμεθα ὀργιζόμενοι καὶ χαίροντες, οὐδὲ ὀλοφυρόμενοι καὶ φοβούμενοι, οὐδʼ ἐν ἄλλῳ τινὶ πάθει ἢ κακῷ ὄντες, ὥσπερ ὅταν ἐνθυμώμεθα μηδὲν ὅλως ἡμᾶς ταράττειν μηδὲ παραλυπεῖν. μυρία ἄλλα ἐστὶν ὅσα τις ἂν εἰπεῖν ἔχοι τὰς ἰδέας ἁπάσας ἐκλογίζεσθαι βουλόμενος τοῦ πρέποντος· ἓν δὲ ὃ προχειρότατον ἔχω καὶ κοινότατον εἰπεῖν ὑπὲρ αὐτοῦ, τοῦτʼ ἐρῶ. οἱ αὐτοὶ ἄνθρωποι ἐν τῇ αὐτῇ καταστάσει τῆς ψυχῆς ὄντες ὅταν ἀπαγγέλλωσι πράγματα οἷς ἂν παραγενόμενοι τύχωσιν, οὐχ ὁμοίᾳ χρῶνται συνθέσει περὶ πάντων ἀλλὰ μιμητικοὶ γίνονται τῶν ἀπαγγελλομένων καὶ ἐν τῷ συντιθέναι τὰ ὀνόματα, οὐδὲν ἐπιτηδεύοντες ἀλλὰ φυσικῶς ἐπὶ τοῦτο ἀγόμενοι. ταῦτα δὴ παρατηροῦντα δεῖ τὸν ἀγαθὸν ποιητὴν καὶ ῥήτορα μιμητικὸν εἶναι τῶν πραγμάτων ὑπὲρ ὧν ἂν τοὺς λόγους ἐκφέρῃ, μὴ μόνον κατὰ τὴν ἐκλογὴν τῶν ὀνομάτων ἀλλὰ καὶ κατὰ τὴν σύνθεσιν. ὃ ποιεῖν εἴωθεν ὁ δαιμονιώτατος Ὅμηρος καίπερ μέτρον ἔχων ἓν ὡς καὶ ῥυθμοὺς ὀλίγους, ἀλλʼ ὅμως ἀεί τι καινουργῶν ἐν αὐτοῖς καὶ φιλοτεχνῶν, ὥστε μηδὲν ἡμῖν διαφέρειν γινόμενα τὰ πράγματα ἢ λεγόμενα ὁρᾶν. ἐρῶ δὲ ὀλίγα, οἷς ἄν τις δύναιτο παραδείγμασι χρῆσθαι πολλῶν. ἀπαγγέλλων δὴ πρὸς τοὺς Φαίακας Ὀδυσσεὺς τὴν ἑαυτοῦ πλάνην καὶ τὴν εἰς ᾅδου κατάβασιν εἰπὼν τὰς ὄψεις τῶν ἐκεῖ κακῶν ἀποδίδωσιν. ἐν δὴ τούτοις καὶ τὰ περὶ τὸν Σίσυφον διηγεῖται πάθη, ᾧ φασι τοὺς καταχθονίους θεοὺς ὅρον πεποιῆσθαι τῆς τῶν δεινῶν ἀπαλλαγῆς, ὅταν ὑπὲρ ὄχθου τινὸς ἀνακυλίσῃ πέτρον· τοῦτο δὲ ἀμήχανον εἶναι καταπίπτοντος ὅταν εἰς ἄκρον ἔλθῃ πάλιν τοῦ πέτρου.3 πῶς οὖν δηλώσει ταῦτα μιμητικῶς κατʼ αὐτὴν τὴν σύνθεσιν τῶν ὀνομάτων, ἄξιον ἰδεῖν· "καὶ μὴν Σίσυφον εἰσεῖδον κρατέρʼ ἄλγεʼ ἔχοντα, λᾶαν βαστάζοντα πελώριον ἀμφοτέρῃσιν· ἤτοι ὃ μὲν σκηριπτόμενος χερσίν τε ποσίν τε λᾶαν ἄνω ὤθεσκε ποτὶ λόφον·" ἐνταῦθα ἡ σύνθεσίς ἐστιν ἡ δηλοῦσα τῶν γινομένων ἕκαστον, τὸ βάρος τοῦ πέτρου, τὴν ἐπίπονον ἐκ τῆς γῆς κίνησιν, τὸν διερειδόμενον τοῖς κώλοις, τὸν ἀναβαίνοντα πρὸς τὸν ὄχθον, τὴν μόλις ἀνωθουμένην πέτραν· οὐδεὶς ἂν ἄλλως εἴποι. καὶ παρὰ τί γέγονε τούτων ἕκαστον; οὐ μὰ Δίʼ εἰκῇ γε οὐδʼ ἀπὸ ταὐτομάτου. πρῶτον μὲν ἐν τοῖς δυσὶ στίχοις οἷς ἀνακυλίει τὴν πέτραν, ἔξω δυεῖν ῥημάτων τὰ λοιπὰ τῆς λέξεως μόρια πάντʼ ἐστὶν ἤτοι δισύλλαβα ἢ μονοσύλλαβα· ἔπειτα τῷ ἡμίσει πλείους εἰσὶν αἱ μακραὶ συλλαβαὶ τῶν βραχειῶν ἐν ἑκατέρῳ τῶν στίχων· ἔπειτα πᾶσαι διαβεβήκασιν αἱ τῶν ὀνομάτων ἁρμονίαι διαβάσεις εὐμεγέθεις4 καὶ διεστήκασι πάνυ αἰσθητῶς, ἢ τῶν φωνηέντων γραμμάτων συγκρουομένων ἢ τῶν ἡμιφώνων τε καὶ ἀφώνων συναπτομένων· ῥυθμοῖς τε δακτύλοις καὶ σπονδείοις τοῖς μηκίστοις καὶ πλείστην ἔχουσι διάβασιν ἅπαντα σύγκειται. τί δή ποτʼ οὖν τούτων ἕκαστον δύναται;
关于“得体”(适度)的讨论对于我而言仍然留存。因为得体理应存在于所有其他事物之中,倘若任何其他作品缺失了这一要素,即便没有完全归于失败,至少也在最重要的方面有所失败。诚然,全面考查这一概念的整体,现在并非适当时机;因为对其探讨深邃宏阔,需要大量篇幅。然而,凡是关涉我当下正在论述的这部分主题的内容,纵使不能穷尽全部或其大半,至少也当把可行之处讲明。 既然众人一致承认,得体乃是与所涉及的人物和事件相契合者,那么正如在选词上会有契合主旨者与不合宜者之分,在词句的组织(拼合)上也必然如此。对此应当以客观现实为典范。我所说的是指:当我们在愤怒和欢喜时并不使用相同的拼合方式,在哀恸和恐惧时,或身处任何其他激情与苦难之中时也是如此,决不会与我们在自觉全然不受任何纷扰或折磨时相同。倘若有人想要推究得体的所有形式,尚可提出无数其他例证;但我愿陈明手头最现成、最通用的一个道理。同样的人在心境相同的状态下,当转述他们躬逢其盛的事件时,并不会对一切事物都采用同样的拼合方式,而是在拼合词句时也会成为被转述事件的摹仿者,这绝非造作,而是自然而然被引向此途。因此,优秀的诗人与演说家应当观察到这一点,不仅在选词上,而且在词句的拼合上也必须成为其所陈述事件的摹仿者。 至为神圣的荷马便惯常如此,尽管他只有一种格律和少数节奏,却始终在其中别出心裁、穷极工巧,以致我们看见事物正在发生抑或正在被言说,竟毫无二致。我将略举数端,人们可以用作诸多事例的范例。奥德修斯向淮阿喀亚人转述自己的漫游并讲到下冥府的经历后,描绘了彼处灾难的景象。在这些叙述中,他也讲述了西绪福斯的苦难:据说冥府诸神为他解脱灾厄设下界限,即一旦他将一块巨石滚过山冈之巅便可解脱;然而这绝无可能,因为巨石一旦到达峰顶,便又跌落下去。那么,他是如何在词句本身的拼合中摹仿性地揭示这些情景的,殊值得一观: “看哪,我又见西绪福斯身负剧痛,以双手承受着巍峨巨石;他确实用手与足同时用力撑持,将巨石向着山丘上方推移;”在此,正是其拼合方式揭示了发生的每一细节:巨石的沉重、脱离地面的艰难移动、四肢竭力撑持的人、向着山岗攀登的人、勉力被向上推移的顽石;无人能作别论。而这每一项效果是由何而成的?指宙斯起誓,决非漫无目的,亦非出于偶然!首先,在他向上滚石的两行诗中,除两处动词外,言语的其余组成部分全为双音节或单音节;其次,在每行诗中,长音节均比短音节多出一半;再次,所有的字词衔接都迈开极大的跨度,无论因元音相互冲突,抑或半元音与闭塞音彼此接合,都极其明显地相互隔开;而且全篇由指格节奏以及跨距最大且最为延长的扬扬格所拼合而成。那么,这其中每一项究竟具有何等效力?
- 20καὶ εἴ τι ἄλλο ἔργον ἀτυχεῖ τούτου τοῦ μέρους, καὶ εἰ μὴ τοῦ παντός, τοῦ κρατίστου γε ἀτυχεῖ
嵌套条件句结构。动词 ἀτυχεῖ 支配表示分离或剥夺的属格(τούτου τοῦ μέρους、τοῦ παντός、τοῦ κρατίστου)。中间的 καὶ εἰ μὴ τοῦ παντός 为省略了 ἀτυχεῖ 的插入分句,构成对照:“即便没有完全失败,至少也在最重要的方面有所失败”。
- 20ὥσπερ ἐκλογὴ τῶν ὀνομάτων εἴη τις ἂν ἣ μὲν πρέπουσα τοῖς ὑποκειμένοις ἣ δὲ ἀπρεπής, οὕτω δή που καὶ σύνθεσις
由 ὥσπερ ... οὕτω 引出的比较结构。前一分句中,潜在希求法 εἴη ἄν 以 ἐκλογὴ 为主语,ἣ μὲν ... ἣ δέ 作部分同位语修饰。后一分句 οὕτω δή που καὶ σύνθεσις 中省略了谓语 εἴη ἄν(或 ἐστί),意即“在词句拼合上必然也是如此[有契合与不合宜之别]”。
- 20τοῦτο δὲ ἀμήχανον εἶναι καταπίπτοντος ὅταν εἰς ἄκρον ἔλθῃ πάλιν τοῦ πέτρου
由前面的间接引语动词 φασί 支配的“宾格加不定式”结构。καταπίπτοντος ... τοῦ πέτρου 构成独立属格结构,其中间嵌入了时间从句 ὅταν εἰς ἄκρον ἔλθῃ(交错语序/倒装)。语序呈嵌套构造,句意为“这(获得解脱)是绝无可能的,因为巨石一旦到达峰顶便又跌落下去”。
- 20διαβεβήκασιν αἱ τῶν ὀνομάτων ἁρμονίαι διαβάσεις εὐμεγέθεις
διαβάσεις εὐμεγέθεις 作完成时动词 διαβεβήκασιν(源自 διαβαίνω)的同族宾格(内面宾格)。该短语字面意为“字词之间的衔接(ἁρμονίαι)以巨大的跨度迈开距离”。
