← 哈利卡纳苏斯的狄奥尼修斯

论文章结构

§19

散文与诗歌中的多样变化原则

作者论述了诗歌与散文中的“变化(多样性)”原则,指出与受到严格格律规制约束的诗歌相比,散文享有自由多变的优势(以希罗多德、柏拉图和狄摩西尼为例),并批判了伊索克拉底学派拘泥于单调程式的缺陷。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§19

ἦν δέ μοι τρίτον θεώρημα τῶν ποιούντων καλὴν ἁρμονίαν ἡ μεταβολή. λέγω δὲ οὐ τὴν ἐκ τῶν κρειττόνων ἐπὶ τὰ χείρω (πάνυ γὰρ εὔηθες) οὐδέ γε τὴν ἐκ τῶν χειρόνων ἐπὶ τὰ κρείττω, ἀλλὰ τὴν ἐν τοῖς ὁμοειδέσι ποικιλίαν. κόρον γὰρ ἔχει καὶ τὰ καλὰ πάντα, ὥσπερ καὶ τὰ ἡδέα, ὄντα ἐν τῇ ταυτότητι· ποικιλλόμενα δὲ ταῖς μεταβολαῖς ἀεὶ καινὰ μένει. τοῖς μὲν οὖν τὰ μέτρα καὶ τὰ μέλη γράφουσιν οὐχ ἅπαντα ἔξεστι μεταβάλλειν ἢ οὐχ ἅπασιν οὐδʼ ἐφʼ ὅσον βούλονται. αὐτίκα τοῖς μὲν ἐποποιοῖς μέτρον οὐκ ἔξεστι μεταβάλλειν, ἀλλʼ ἀνάγκη πάντας εἶναι τοὺς στίχους ἑξαμέτρους· οὐδέ γε ῥυθμόν, ἀλλὰ τοῖς ἀπὸ μακρᾶς ἀρχομένοις συλλαβῆς χρήσονται καὶ οὐδὲ τούτοις ἅπασι. τοῖς δὲ τὰ μέλη γράφουσιν τὸ μὲν τῶν στροφῶν τε καὶ ἀντιστρόφων οὐχ οἷόν τε ἀλλάξαι μέλος, ἀλλʼ ἐάν τʼ ἐναρμονίους ἐάν τε χρωματικὰς ἐάν τε διατόνους ὑποθῶνται μελῳδίας, ἐν πάσαις δεῖ ταῖς στροφαῖς καὶ ἀντιστρόφοις τὰς αὐτὰς ἀγωγὰς φυλάττειν· οὐδέ γε τοὺς περιέχοντας ὅλας τὰς στροφὰς ῥυθμοὺς καὶ τὰς ἀντιστρόφους, ἀλλὰ δεῖ καὶ τούτους τοὺς αὐτοὺς διαμένειν· περὶ δὲ τὰς καλουμένας ἐπῳδοὺς ἀμφότερα κινεῖν ταῦτα ἔξεστι τό τε μέλος καὶ τὸν ῥυθμόν. τὰ δὲ κῶλα ἐξ ὧν συνέστηκε περίοδος ἐπὶ πολλῆς ἐξουσίας δέδοται ποικίλως διαιρεῖν ἄλλοτε ἄλλα μεγέθη καὶ σχήματα αὐτοῖς περιτιθέντας,1 ἕως ἂν ἀπαρτίσωσι τὴν στροφήν· ἔπειτα πάλιν δεῖ τὰ αὐτὰ μέτρα καὶ κῶλα ποιεῖν. οἱ μὲν οὖν ἀρχαῖοι μελοποιοί, λέγω δὲ Ἀλκαῖόν τε καὶ Σαπφώ, μικρὰς ἐποιοῦντο στροφάς, ὥστʼ ἐν ὀλίγοις τοῖς κώλοις οὐ πολλὰς εἰσῆγον μεταβολάς, ἐπῳδοῖς τε πάνυ ἐχρῶντο ὀλίγοις· οἱ δὲ περὶ Στησίχορόν τε καὶ Πίνδαρον μείζους ἐργασάμενοι τὰς περιόδους εἰς πολλὰ μέτρα καὶ κῶλα διένειμαν αὐτὰς οὐκ ἄλλου τινὸς ἢ τῆς μεταβολῆς ἔρωτι. οἱ δέ γε διθυραμβοποιοὶ καὶ τοὺς τρόπους μετέβαλλον Δωρίους τε καὶ Φρυγίους καὶ Λυδίους ἐν τῷ αὐτῷ ᾄσματι ποιοῦντες, καὶ τὰς μελῳδίας ἐξήλλαττον τότε μὲν ἐναρμονίους ποιοῦντες, τότε δὲ χρωματικάς, τότε δὲ διατόνους, καὶ τοῖς ῥυθμοῖς κατὰ πολλὴν ἄδειαν ἐνεξουσιάζοντες διετέλουν, οἵ γε δὴ κατὰ Φιλόξενον καὶ Τιμόθεον καὶ Τελεστήν, ἐπεὶ παρά γε τοῖς ἀρχαίοις τεταγμένος ἦν καὶ ὁ διθύραμβος. ἡ δὲ πεζὴ λέξις ἅπασαν ἐλευθερίαν ἔχει ποικίλλειν ταῖς μεταβολαῖς τὴν σύνθεσιν, ὅπως βούλεται. καὶ ἔστι λέξις κρατίστη πασῶν, ἥτις ἂν ἔχῃ πλείστας ἀναπαύλας τε καὶ μεταβολὰς ἐναρμονίους, ὅταν τουτὶ μὲν ἐν περιόδῳ λέγηται, τουτὶ δʼ ἔξω περιόδου καὶ ἥδε μὲν ἡ περίοδος ἐκ πλειόνων πλέκηται κώλων, ἥδε δʼ ἐξ ἐλαττόνων, αὐτῶν δὲ τῶν κώλων τὸ μὲν βραχύτερον ᾖ, τὸ δὲ μακρότερον καὶ τὸ μὲν αὐτουργότερον, τὸ δὲ ἀκριβέστερον, ῥυθμοί τε ἄλλοτε ἄλλοι καὶ σχήματα παντοῖα καὶ τάσεις φωνῆς αἱ καλούμεναι προσῳδίαι διάφοροι κλέπτουσαι τῇ ποικιλίᾳ τὸν κόρον. ἔχει δέ τινα χάριν ἐν τοῖς τοιούτοις καὶ τὸ οὕτω συγκείμενον ὥστε μὴ συγκεῖσθαι δοκεῖν. καὶ οὐ πολλῶν δεῖν οἶμαι λόγων2 εἰς τουτὶ τὸ μέρος· ὅτι γὰρ ἥδιστόν τε καὶ κάλλιστον ἐν λόγοις μεταβολή, πάντας εἰδέναι πείθομαι. παράδειγμα δὲ αὐτῆς ποιοῦμαι πᾶσαν μὲν τὴν Ἡροδότου λέξιν, πᾶσαν δὲ τὴν Πλάτωνος, πᾶσαν δὲ τὴν Δημοσθένους· ἀμήχανον γὰρ εὑρεῖν τούτων ἑτέρους ἐπεισοδίοις τε πλείοσι καὶ ποικιλίαις εὐκαιροτέραις καὶ σχήμασι πολυειδεστέροις χρησαμένους· λέγω δὲ τὸν μὲν ὡς ἐν ἱστορίας σχήματι, τὸν δʼ ὡς ἐν διαλόγων χάριτι, τὸν δʼ ὡς ἐν λόγων ἐναγωνίων χρείᾳ. ἀλλʼ οὐχ ἥ γε Ἰσοκράτους καὶ τῶν ἐκείνου γνωρίμων αἵρεσις ὁμοία ταύταις ἦν, ἀλλὰ καίπερ ἡδέως καὶ μεγαλοπρεπῶς πολλὰ συνθέντες οἱ ἄνδρες οὗτοι περὶ τὰς μεταβολὰς καὶ τὴν ποικιλίαν οὐ πάνυ εὐτυχοῦσιν· ἀλλʼ ἔστι παρʼ αὐτοῖς εἷς περιόδου κύκλος τις, ὁμοειδὴς σχημάτων τάξις, φυλακὴ συμπλοκῆς φωνηέντων ἡ αὐτή, ἄλλα πολλὰ τοιαῦτα κόπτοντα τὴν ἀκρόασιν. οὐ δὴ ἀποδέχομαι τὴν αἵρεσιν ἐκείνην κατὰ τοῦτο τὸ μέρος. καὶ αὐτῷ μὲν ἴσως τῷ Ἰσοκράτει πολλαὶ χάριτες ἐπήνθουν ἄλλαι ταύτην ἐπικρύπτουσαι τὴν ἀμορφίαν, παρὰ δὲ τοῖς μετʼ ἐκεῖνον ἀπʼ ἐλαττόνων τῶν ἄλλων κατορθωμάτων3 περιφανέστερον γίνεται τοῦτο τὸ ἁμάρτημα.

在造就优美谐调的诸要素中,依我看第三个理论原则乃是“变化”。我所说的变化,既不是指由较好变为较差(因为那纯属愚蠢),也不是由较差变为较好,而是在同类事物之中的丰富多样。因为一切美的事物,正如一切令人愉悦的事物一样,若停留于同一性之中便会令人厌倦;而若以变化使其丰富多样,它们便能历久弥新。对于创作格律诗和抒情歌谣的人来说,并非一切都能任其改变,或者说并非对所有人皆可,也无法如其所愿地随意改变。例如,叙事诗人不得变更格律,所有的诗行必须全是六音步诗行;甚至连节奏亦不得改变,而必须使用以长音节开头的节奏,并且即便是这些长音节开头的节奏,也并非全都可以使用。而对抒情诗作者而言,改变诗节与对唱节的旋律也是不可能的;无论他们采用的是四分音阶旋律、半音阶旋律还是全音阶旋律,在所有诗节与对唱节中都必须维持相同的音调进程;统辖整个诗节与对唱节的节奏同样不得变更,它们亦必须保持一致;唯有在所谓附唱节中,才允许变更旋律与节奏这两者。至于构成句段的短句,则被赋予了极大的自由,可以进行多样的切分,在其完成一个诗节之前,随时赋予它们各不相同的长短与形态;然而在此之后,又必须重构相同的格律与短句。古时的抒情诗人,我指的是阿尔卡埃乌斯与萨福,创作简短的诗节,因而在寥寥数个短句中并未引入诸多变化,也很少使用附唱节;而斯特西科罗斯与品达罗斯等人则构建了更庞大的句段,除了出于对变化的热爱之外别无所求地将它们划分成许多格律与短句。然而狄梯兰勃斯诗人甚至变更了调式,在同一首歌中混用多利亚、弗里吉亚和吕底亚调式,并变换旋律,时而采用四分音阶,时而采用半音阶,时而采用全音阶,并在节奏上享有极大的放纵而随意支配——至少菲洛克塞诺斯、提摩太和泰勒斯忒斯时代的人是如此,因为在古人那里,狄梯兰勃斯原本也是规整有序的。 散文则拥有全然的自由,可以随心所欲地通过变化来使其组合丰富多样。而在所有散文风格中最卓越者,乃是拥有最多停顿与谐调变化的散文:此处以周期句表达,彼处则以松散句表达;此处句段由较多短句织就,彼处则由较少短句织就;短句本身有长有短,有的自然朴质,有的精雕细琢;节奏因时而变,修辞形态千变万化,被称为声调的声音高低错落有致,以其丰富多样化解了厌腻。在诸如此类的行文中,组合得看似未经组合,亦别具一种魅力。我认为在这一方面无需多费口舌;因为我坚信人人都知晓,变化在言辞中是最为悦人与优美的。我把希罗多德的全部散文、柏拉图的全部散文以及狄摩西尼的全部散文作为其典范;因为不可能找到比他们运用了更多插话、更合宜的变化与更多样形态的人——我指的是前者运用于历史叙事,次者运用于对话之妙趣,后者运用于实战论辩之需求。然而伊索克拉底及其门徒的取向却并非如此;尽管这些人写下了许多令人愉悦且庄严宏大的作品,但在变化与多样性方面却极不走运。在他们那里存在的,只是一种单调往复的周期句循环、千篇一律的修辞形态布局、一成不变的母音相拼回避,以及许多其他令人听觉疲惫的类似手法。因此,在这一点上我绝不赞同那种取向。或许对伊索克拉底本人而言,尚有许多其他盛开的美点掩盖了这种呆板无序;但在其后继者那里,由于缺少了其他过人长处,这一缺陷便显得尤为昭彰。

语法注3 条
  1. 19περιτιθέντας

    在不定式 διαιρεῖν 作为非人称被动态 δέδοται(“被允许/被赋予”)的主语的结构中,分词 περιτιθέντας 采用了阳性宾格复数,与其逻辑主语(诗人们)保持一致。虽然语法上也可以采用与前文与格参照对象一致的与格(περιτιθεῖσι),但此处遵循了不定式逻辑主语取宾格的常规用法。

  2. 19οὐ πολλῶν δεῖν οἶμαι λόγων

    不定式 δεῖν 是非人称动词 δεῖ 依存于主句动词 οἶμαι(“我认为”)的形式,支配表示缺乏/需要的属格 πολλῶν λόγων(“需要许多话语”)。此处并非习语性的绝对不定式,而是作为 οἶμαι 的宾语从句的间接引语不定式结构。

  3. 19ἀπʼ ἐλαττόνων τῶν ἄλλων κατορθωμάτων

    介词短语 ἀπό 加属格表示原因或根据(“由于其他长处/美德的匮乏”)。比较级形容词 ἐλαττόνων 置于冠词短语 τῶν ἄλλων κατορθωμάτων 的述谓位置,构成了主句比较级 περιφανέστερον(“更加昭彰”)的原因所在。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0081.tlg012.humanitext-grc2:19