← 哈利卡纳苏斯的狄奥尼修斯

论文章结构

§18#3

赫格西亚斯与荷马在描写与节奏上的对比

狄奥尼修斯引述了赫格西亚斯对加沙统帅贝蒂斯受刑的拙劣描写,并将其与荷马关于赫克托尔遗体被拖拽的崇高诗句对比,阐明节奏差异如何决定文风的崇高与鄙俗。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§18#3

ὁ δὲ βασιλεὺς ἔχων τὸ σύνταγμα προηγεῖτο. καί πως ἐβεβούλευτο τῶν πολεμίων τοῖς ἀρίστοις,1 ἀπαντᾶν ἐπιόντι· τοῦτο γὰρ ἔγνωστο, κρατήσασιν ἑνὸς συνεκβαλεῖν καὶ τὸ πλῆθος. ἡ μὲν οὖν ἐλπὶς αὕτη συνέδραμεν εἰς τόλμαν, ὥστʼ Ἀλέξανδρον μηδέποτε κινδυνεῦσαι πρότερον οὕτως. ἀνὴρ γὰρ τῶν πολεμίων εἰς γόνατα συγκαμφθεὶς ἔδοξεν τοῦτʼ Ἀλεξάνδρῳ τῆς ἱκετείας ἕνεκα πρᾶξαι. προσέμενος δʼ ἐγγὺς μικρὸν ἐκνεύει τὸ ξίφος ἐνέγκαντος ἐπὶ τὰ πτερύγια τοῦ θώρακος,2 ὥστε γενέσθαι τὴν πληγὴν οὐ καιριωτάτην. ἀλλὰ τὸν μὲν αὐτὸς ἀπώλεσεν κατὰ κεφαλῆς τύπτων τῇ μαχαίρᾳ, τοὺς δʼ ἄλλους ὀργὴ πρόσφατος ἐπίμπρα. οὕτως ἄρα ἑκάστου τὸν ἔλεον ἐξέστησεν ἡ τοῦ τολμήματος ἀπόνοια τῶν μὲν ἰδόντων, τῶν δʼ ἀκουσάντων, ὥσθʼ ἑξακισχιλίους ὑπὸ τὴν σάλπιγγα ἐκείνην τῶν βαρβάρων κατακοπῆναι. τὸν μέντοι Βαῖτιν αὐτὸν ἀνήγαγον ζῶντα Λεόνατος καὶ Φιλωτᾶς. ἰδὼν δὲ πολύσαρκον καὶ μέγαν καὶ βλοσυρωπόν ʽμέλας γὰρ ἦν καὶ τὸ χρῶμἀ, μισήσας ἐφʼ οἷς ἐβεβούλευτο καὶ τὸ εἶδος ἐκέλευσεν διὰ τῶν ποδῶν χαλκοῦν ψάλιον διείραντας ἕλκειν κύκλῳ γυμνόν. πιλούμενος δὲ κακοῖς περὶ πολλὰς τραχύτητας ἔκραζεν. αὐτὸ δʼ ἦν, ὃ λέγω, τὸ συνάγον ἀνθρώπους. ἐπέτεινε μὲν γὰρ ὁ πόνος, βάρβαρον δʼ ἐβόα, δεσπότην καθικετεύων· γελᾶν δὲ ὁ σολοικισμὸς ἐποίει. τὸ δὲ στέαρ καὶ τὸ κύτος τῆς σαρκὸς ἀνέφαινε Βαβυλώνιον ζῷον ἕτερον ἁδρόν. ὁ μὲν οὖν ὄχλος ἐνέπαιζε, στρατιωτικὴν ὕβριν ὑβρίζων εἰδεχθῆ καὶ τῷ τρόπῳ σκαιὸν ἐχθρόν. ἆρά γε ὅμοια ταῦτʼ ἐστὶ τοῖς Ὁμηρικοῖς ἐκείνοις, ἐν οἷς Ἀχιλλεύς ἐστιν αἰκιζόμενος Ἕκτορα μετὰ τὴν τελευτήν; καίτοι τό γε πάθος ἐκεῖνο ἔλαττον· εἰς ἀναίσθητον γὰρ σῶμα ἡ ὕβρις· ἀλλʼ ὅμως ἄξιον ἰδεῖν, ὅσῳ διενήνοχεν ὁ ποιητὴς τοῦ σοφιστοῦ· "ἦ ῥα, καὶ Ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα· ἀμφοτέρων μετόπισθε ποδῶν τέτρηνε τένοντε ἐς σφυρὸν ἐκ πτέρνης, βοέους δʼ ἐξῆπτεν ἱμάντας, ἐκ δίφροιο δʼ ἔδησε· κάρη δʼ ἕλκεσθαι ἔασεν. ἐς δίφρον δʼ ἀναβὰς ἀνά τε κλυτὰ τεύχεʼ ἀείρας μάστιξεν δʼ ἐλάαν· τὼ δʼ οὐκ ἄκοντε πετέσθην. τοῦ δʼ ἦν ἑλκομένοιο κονίσαλος· ἀμφὶ δὲ χαῖται κυάνεαι πίμπλαντο, κάρη δʼ ἅπαν ἐν κονίῃσι κεῖτο πάρος χαρίεν· τότε δὲ Ζεὺς δυσμενέεσσι δῶκεν ἀεικίσσασθαι ἑῇ ἐν πατρίδι γαίῃ. ὡς τοῦ μὲν κεκόνιτο κάρη ἅπαν· ἡ δέ νυ μήτηρ τῖλε κόμην, ἀπὸ δὲ λιπαρὴν ἔρριψε καλύπτρην τηλόσε· κώκυσεν δὲ μάλα μέγα παῖδʼ ἐσιδοῦσα. ᾤμωξεν δʼ ἐλεεινὰ πατὴρ φίλος, ἀμφὶ δὲ λαοὶ κωκυτῷ τʼ εἴχοντο καὶ οἰμωγῇ κατὰ ἄστυ. τῷ δὲ μάλιστʼ ἂρ ἔην ἐναλίγκιον, ὡς εἰ ἅπασα Ἴλιος ὀφρυόεσσα πυρὶ σμύχοιτο κατʼ ἄκρης.3" οὕτως εὐγενὲς σῶμα καὶ δεινὰ πάθη λέγεσθαι προσῆκεν ὑπʼ ἀνδρῶν φρόνημα καὶ νοῦν ἐχόντων. ὡς δὲ ὁ Μάγνης εἴρηκεν, ὑπὸ γυναικῶν ἢ κατεαγότων ἀνθρώπων λέγοιτʼ ἂν καὶ οὐδὲ τούτων μετὰ σπουδῆς, ἀλλʼ ἐπὶ χλευασμῷ καὶ καταγέλωτι. τί οὖν αἴτιον ἦν ἐκείνων μὲν τῶν ποιημάτων τῆς εὐγενείας, τούτων δὲ τῶν φλυαρημάτων τῆς ταπεινότητος; ἡ τῶν ῥυθμῶν διαφορὰ πάντων μάλιστα, καὶ εἰ μὴ μόνη. ἐν ἐκείνοις μὲν γὰρ οὐδεὶς ἄσεμνος στίχος, ἐνταῦθα δὲ οὐδεμία περίοδος ἥτις οὐ λυπήσει. εἰρηκὼς δὴ καὶ περὶ τῶν ῥυθμῶν ὅσην δύναμιν ἔχουσιν, ἐπὶ τὰ λειπόμενα μεταβήσομαι.

“国王率领着他的方队走在最前列。不知何故,敌军中最精锐的勇士已然商定,要迎击推进中的国王;因为他们认定,只要制服一人,便能一同击溃全军。于是,这种期望汇聚为铤而走险的蛮勇,以致亚历山大此前从未身处如此险境。敌军中有一人双膝跪地,亚历山大以为他是为了求饶而为之。然而,在将其放至近前时,那人猛将利剑刺向铠甲的下摆,国王微微侧身,使得这一击未中要害。国王亲自用马刀猛击其头颅将其斩杀,而新生的怒火则在其余众人心中熊熊燃烧。因此,这一鲁莽行径的疯狂彻底驱散了众人的怜悯之心,无论是亲眼所见者还是耳闻者皆然,以致六千异族人在那声号角下被尽数砍杀。然而,贝蒂斯本人则被列奥纳托斯和菲洛塔斯生擒带来。国王见其肥硕、庞大且面目凶恶——因为他的肤色亦十分黝黑——因其所策划的阴谋以及这副相貌而对他深恶痛绝,遂下令用铜环穿过其双足,剥光衣服将其环城拖拽。在数不清的崎岖粗粝之处备受酷刑折磨的他厉声惨叫。正如我所说,正是这一幕聚拢了人群。因为剧痛不断加剧,他用蛮族的语言尖叫,哀求主人;而那荒腔走板的语调惹人发笑。他皮肉的油脂与庞大的身躯,俨然显露出另一头肥硕的巴比伦巨兽。于是人群肆意嘲弄,将行伍间粗野的侮辱施加于这个相貌可怖、性情顽固的仇敌身上。” 这些言辞难道能与荷马描写阿喀琉斯在赫克托尔死后折磨其遗体的那段著名诗句相提并论吗?尽管那场苦难尚属轻微,因为侮辱是加诸没有知觉的尸体之上的;然而,看一看这位诗人与那位智者有多么大的天壤之别,依然是大有价值的: “他说罢,便对高贵的赫克托尔施以卑劣的行径。他刺穿了双脚后部的肌腱,自足跟至踝骨,穿入牛皮绳,系于战车之上,任其头颅被拖拽在地。他登上战车,提起显赫的铠甲,挥鞭驱驰,两匹骏马毫不迟疑地向前飞奔。被拖拽的尸体后扬起一阵尘土,黑发向两侧披散,那曾几何时如此俊美的头颅,如今全部埋落于尘埃;然而彼时宙斯任由敌人在其故土将他凌辱。就这样,他的整个头颅蒙满尘埃;此时他的母亲扯落头发,将光亮的头纱远远掷开,眼见爱子,放声号哭。敬爱的父亲发出悲惨的呻吟,城中的百姓尽皆沉浸在号哭与哀痛之中。那情景最恰似整座险峻巍峨的伊利昂城,自顶峰燃起大火,化为灰烬。” 如此高贵的身躯与惨烈的苦难,理应由兼具风骨与见识的人来叙说。而照这位马格内西亚人的讲法,这些情节哪怕由妇人或毫无男子气概之辈来说,恐亦不过如此,甚至连他们也绝非怀着严肃之情,而是带着嘲弄与戏谑来叙说。那么,究竟是什么原因使得那些诗句具有高贵之气,而这些胡言乱语却沦为卑陋下流呢?最根本的原因正在于节奏的差异,即使不是唯一的原因。因为在那些诗句中,没有任何一行有失庄重;而在这里,没有任何一个句段不令人感到刺耳厌烦。 既然我已经谈论了节奏具有何等巨大的力量,接下来我将转向余下的论题。

语法注3 条
  1. 18ἐβεβούλευτο τῶν πολεμίων τοῖς ἀρίστοις

    动词 ἐβεβούλευτο 为第三人称单数中被动态过去完成时,作无人称用法(“已决定……”)。其后的与格 τῶν πολεμίων τοῖς ἀρίστοις 为常与完成时态被动态连用的施事与格(dative of agent),意为“由敌人中最精锐者”。

  2. 18προσέμενος δʼ ἐγγὺς μικρὸν ἐκνεύει τὸ ξίφος ἐνέγκαντος ἐπὶ τὰ πτερύγια τοῦ θώρακος

    主句的主语是亚历山大,由主格分词 προσέμενος(“放至近前”)所承接,动词 ἐκνεύει 作不及物用法(“侧身避开”)。与之相对,ἐνέγκαντος 为独立属格结构(genitive absolute),其逻辑主语为前文出现的求饶者(“当那人刺出利剑时”),构成了主句与修饰成分之间主语的快速转换。

  3. 18τῷ δὲ μάλιστʼ ἂρ ἔην ἐναλίγκιον, ὡς εἰ ἅπασα Ἴλιος ὀφρυόεσσα πυρὶ σμύχοιτο κατʼ ἄκρης

    代词 τῷ 为中性单数与格,指代前文所述的整个哀恸场面,由形容词 ἐναλίγκιον(“与……相似”)所支配。连词 ὡς εἰ(“宛如、恰似”)与希求式 σμύχοιτο 呼应,构成虚拟的比喻从句(“宛如整座险峻的伊利昂城从顶峰被火焚烧”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0081.tlg012.humanitext-grc2:18#3