- 底本
- Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 2. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1904.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0081.tlg012.humanitext-grc2:18#2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
通过对德摩斯梯尼《论冠冕》开篇的音步分析论证了高贵节奏的美妙和谐之后,作者举出马格内西亚的赫格西亚斯作为欠缺节奏考量的恶文典范,并引出其叙述加沙围城惨剧的文段作为反面例证。
ἑνὸς ἔτι παραθήσομαι λέξιν, ᾧ τὰ ἀριστεῖα τῆς ἐν λόγοις δεινότητος ἀποδίδωμι. ὅρος γὰρ δή τίς ἐστιν ἐκλογῆς τε ὀνομάτων καὶ κάλλους συνθέσεως ὁ Δημοσθένης. ἐν δὴ τῷ περὶ τοῦ στεφάνου λόγῳ τρία μέν ἐστιν ἃ τὴν πρώτην περίοδον συμπληροῖ κῶλα, οἱ δὲ ταῦτα καταμετροῦντες οἵδέ εἰσιν ῥυθμοί· πρῶτον μέν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς θεοῖς εὔχομαι πᾶσι καὶ πάσαις. ἄρχει δὲ τοῦ κώλου βακχεῖος ῥυθμός, ἔπειθʼ ἕπεται σπονδεῖος, εἶτʼ ἀνάπαιστός τε καὶ μετὰ τοῦτον ἕτερος σπονδεῖος, εἶθʼ ἑξῆς κρητικοὶ τρεῖς, σπονδεῖος δʼ ὁ τελευταῖος. τοῦ δὲ δευτέρου κώλου τοῦδε ὅσην εὔνοιαν ἔχων ἐγὼ διατελῶ τῇ τε πόλει καὶ πᾶσιν ὑμῖν πρῶτος μὲν ὑποβάκχειός ἐστι πούς, εἶτα βακχεῖος, εἰ δὲ βούλεταί τις, δάκτυλος· εἶτα κρητικός· μεθʼ οὕς εἰσι δύο σύνθετοι πόδες οἱ καλούμενοι παιᾶνες· οἷς ἕπεται μολοττὸς ἢ βακχεῖος, ἐγχωρεῖ γὰρ ἑκατέρως αὐτὸν διαιρεῖν· τελευταῖος δὲ σπονδεῖος. τοῦ δὲ τρίτου κώλου τοῦδε τοσαύτην ὑπάρξαι μοι παρʼ ὑμῶν εἰς τουτονὶ τὸν ἀγῶνα ἄρχουσι μὲν ὑποβάκχειοι δύο, ἕπεται δὲ κρητικός, ᾧ συνῆπται σπονδεῖος· εἶτʼ αὖθις βακχεῖος ἢ κρητικός, καὶ τελευταῖος πάλιν κρητικός, εἶτα κατάληξις. τί οὖν ἐκώλυε καλὴν ἁρμονίαν εἶναι λέξεως, ἐν ᾗ μήτε πυρρίχιός ἐστι ποὺς μήτε ἰαμβικὸς μήτε ἀμφίβραχυς μήτε τῶν χορείων ἢ τροχαίων μηδείς; καὶ οὐ λέγω τοῦτο, ὅτι τῶν ἀνδρῶν ἐκείνων ἕκαστος οὐ κέχρηταί ποτε καὶ τοῖς ἀγεννεστέροις ῥυθμοῖς ʽκέχρηται γάῤ, ἀλλʼ εὖ συγκεκρύφασιν αὐτοὺς καὶ συνυφάγκασι διαλαβόντες τοῖς κρείττοσι τοὺς χείρονας. οἷς δὲ μὴ ἐγένετο πρόνοια τούτου τοῦ μέρους, οἳ μὲν ταπεινάς, οἳ δὲ κατακεκλασμένας, οἳ δʼ ἄλλην τινὰ αἰσχύνην καὶ ἀμορφίαν ἐχούσας ἐξήνεγκαν τὰς γραφάς. ὧν ἐστι πρῶτός τε καὶ μέσος καὶ τελευταῖος ὁ Μάγνης Ἡγησίας· ὑπὲρ οὗ μὰ τὸν Δία καὶ τοὺς ἄλλους θεοὺς ἅπαντας οὐκ οἶδα τί χρὴ λέγειν, πότερα τοσαύτη περὶ αὐτὸν ἀναισθησία καὶ παχύτης ἦν ὥστε μὴ συνορᾶν, οἵτινές εἰσιν ἀγεννεῖς ἢ εὐγενεῖς ῥυθμοί, ἢ τοσαύτη θεοβλάβεια καὶ διαφθορὰ τῶν φρενῶν ὥστʼ εἰδότα τοὺς κρείττους ἔπειτα αἱρεῖσθαι τοὺς χείρονας, ὃ καὶ μᾶλλον πείθομαι· ἀγνοίας μὲν γάρ ἐστι καὶ τὸ κατορθοῦν πολλαχῇ, προνοίας δὲ τὸ μηδέποτε.1 ἐν γοῦν ταῖς τοσαύταις γραφαῖς, αἷς καταλέλοιπεν ὁ ἀνήρ, μίαν οὐκ ἂν εὕροι τις σελίδα συγκειμένην εὐτυχῶς. ἔοικεν δὴ ταῦτα ὑπολαβεῖν ἐκείνων κρείττω καὶ μετὰ σπουδῆς αὐτὰ ποιεῖν, εἰς ἃ διʼ ἀνάγκην ἐμπεσὼν ἄν τις ἐν λόγῳ σχεδίῳ διʼ αἰσχύνης θεῖτο φρόνημα ἔχων ἀνήρ.2 θήσω δὲ καὶ τούτου λέξιν ἐκ τῆς ἱστορίας, ἵνα σοι γένηται δῆλον ἐκ τῆς ἀντιπαραθέσεως, ὅσην μὲν ἀξίωσιν ἔχει τὸ εὐγενὲς ἐν ῥυθμοῖς, ὅσην δʼ αἰσχύνην τὸ ἀγεννές. ἔστιν δʼ ὃ λαμβάνει πρᾶγμα ὁ σοφιστὴς τοιόνδε. Ἀλέξανδρος πολιορκῶν Γάζαν χωρίον τι τῆς Συρίας πάνυ ἐχυρὸν τραυματίας τε γίνεται κατὰ τὴν προσβολὴν καὶ τὸ χωρίον αἱρεῖ χρόνῳ. φερόμενος δʼ ὑπʼ ὀργῆς τούς τʼ ἐγκαταληφθέντας ἀποσφάττει πάντας, ἐπιτρέψας τοῖς Μακεδόσι τὸν ἐντυχόντα κτείνειν, καὶ τὸν ἡγεμόνα αὐτῶν αἰχμάλωτον λαβών, ἄνδρα ἐν ἀξιώματι καὶ τύχης καὶ εἴδους, ἐξ ἁρματείου δίφρου δῆσαι κελεύσας ζῶντα καὶ τοὺς ἵππους ἐλαύνειν ἀνὰ κράτος ἐν τῇ πάντων ὄψει διαφθείρει. τούτων οὐκ ἂν ἔχοι τις εἰπεῖν δεινότερα πάθη οὐδʼ ὄψει φοβερώτερα πῶς δὴ ταῦτα ἡρμήνευκεν ὁ σοφιστής, ἄξιον ἰδεῖν, πότερα σεμνῶς καὶ ὑψηλῶς ἢ ταπεινῶς καὶ καταγελάστως.
我还要引述另一人的言辞,我将言辞造诣的头奖归于此人。因为德摩斯梯尼确实称得上选词与组合之美的准绳。在《论冠冕》的演说中,有三个文肢构成了第一个完整的句段,度量它们的节奏如下: “首先,雅典的男人们,我向所有的男神与所有的女神祈求,”开启这一文肢的是一个巴克基俄斯节奏,接着是一个司磅狄音步,继而是一个安娜佩斯特音步,此后又是一个司磅狄音步,接着相继是三个克里特音步,最后一个是司磅狄音步。而接续的第二文肢: “正如同我始终对城邦以及你们所有人抱有何等善意,”第一个音步是下巴克基俄斯,接着是巴克基俄斯,或者若有人愿意,亦可为达克提尔;接着是克里特音步;在其后是两个被称为帕埃翁的复合音步;随之而来的是一个莫洛索斯或巴克基俄斯(因为按这两种方式划分它皆可);最后一个是司磅狄音步。至于第三个文肢: “便有同等的善意由你们在此次诉讼中给予我,”由两个下巴克基俄斯开启,紧接着是一个克里特音步,并与一个司磅狄音步相连;然后又是一个巴克基俄斯或克里特音步,最后再次是一个克里特音步,接着是尾音截除。那么,在一篇既无皮里基音步、亦无短长格音步、既无两短夹长音步、亦无任何科利音步或扬抑格音步的言辞中,又有什么能阻碍其产生美妙的和谐呢?我这样说并不是指那些杰出人物中没有任何人曾用过较低下的节奏(因为他们确实用过),而是指他们巧妙地掩盖了这些节奏,并在其中穿插编织,用较优的节奏夹住较劣的节奏。 然而,那些未对这一要素加以留意的人,其中有些人产出了卑陋的著述,有些人产出了破碎断续的著述,还有些人产出了带有某种其他耻辱与丑态的著述。在这些人中,居于首位、中间乃至末尾的便是马格内西亚的赫格西亚斯。关于此人,指着宙斯以及所有其他神明起誓,我不知该说些什么:究竟是他身上有着如此巨大的迟钝与麻木,以至于无法辨明哪些是卑陋的节奏、哪些是高贵的节奏;还是有一种巨大的神谴与神智败坏,以至于他在明知更优之格的情况下反倒选择更劣之格——这正是我更为相信的。因为在许多地方取得成功可能出于无知,但绝无一次成功则出于蓄意。在该人留下的如此浩繁的著述中,人们甚至找不到侥幸组合得好的一页。看来他确实认为这些节奏优于那些高贵的节奏,并极其热衷地加以制作——哪怕是一个有见识的人在即席演说中迫不得已陷入这些节奏,也会视之为耻辱。我也将从他的历史著作中摘录一段言辞,好让你通过对比明白,节奏中的高贵具有何等的庄严,而卑陋又带来何等的耻辱。这位智者所选取的情节如下:亚历山大在围攻加沙(叙利亚的一处极坚固的要塞)时,在进攻中负伤,但历经时日终攻克该要塞。在愤怒的驱使下,他下令将困于城中的所有人全部屠杀,放任马其顿军人杀死遇见的任何人;在俘虏了他们的统帅(一位无论在地位还是容貌上皆具威仪之人)之后,〔亚历山大〕命人将他活着绑在战车之后,策马疾驰,在众目睽睽之下将其处死。任何人都不可能叙述出比这更惨烈的苦难,亦无更令人见之生畏的情景;值得一看的是,这位智者究竟是如何表达这些情节的——究竟是庄严高迈,还是卑劣可笑。
- 18ἀγνοίας μὲν γάρ ἐστι καὶ τὸ κατορθοῦν πολλαχῇ, προνοίας δὲ τὸ μηδέποτε
属格 ἀγνοίας 与 προνοίας 作表语属格(特征/属性属格),意为“属于……的特征”或“是……的标志”。在后半句的 τὸ μηδέποτε 之后,承前省略了不定式 κατορθοῦν。此处包含一个反讽性的论证逻辑:若是纯粹无知,偶尔也会凭运气在多处成功;但从不成功,反倒证明其在刻意、处心积虑地选用劣等节奏。
- 18εἰς ἃ διʼ ἀνάγκην ἐμπεσὼν ἄν τις ἐν λόγῳ σχεδίῳ διʼ αἰσχύνης θεῖτο φρόνημα ἔχων ἀνήρ
在关系从句中,ἄν 与希求法动词 θεῖτο 连用构成潜在希求法(“将会视之为……”)。分词 ἐμπεσών 含有条件或让步意味(“即便/若是陷入……”)。短语 διʼ αἰσχύνης τίθεσθαι 为固定习语,意为“视作耻辱”、“引以为耻”。
