- 底本
- Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 2. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1904.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0081.tlg012.humanitext-grc2:18#1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者论述了散文中使用节奏的必要性,指出高贵的音步组合能赋予文体庄严与崇高,并以修昔底德和柏拉图悼词开篇的音步分析作为具体例证。
ὧν δʼ ἕνεκα νῦν ὑπήχθην ταῦτα προειπεῖν ʽοὐ γὰρ δὴ τὴν ἄλλως1 γέ μοι προὔκειτο μετρικῶν καὶ ῥυθμικῶν ἅπτεσθαι θεωρημάτων, ἀλλὰ τοῦ ἀναγκαίου ἕνεκἀ, ταῦτʼ ἐστίν, ὅτι διὰ μὲν τῶν γενναίων καὶ ἀξιωματικῶν καὶ μέγεθος ἐχόντων ῥυθμῶν ἀξιωματικὴ γίνεται σύνθεσις καὶ γενναία καὶ μεγαλοπρεπής, διὰ δὲ τῶν ἀγεννῶν τε καὶ ταπεινῶν ἀμεγέθης τις καὶ ἄσεμνος, ἐάν τε καθʼ ἑαυτοὺς ἕκαστοι τούτων λαμβάνωνται τῶν ῥυθμῶν, ἐάν τε ἀλλήλοις κατὰ τὰς ὁμοζυγίας συμπλέκωνται. εἰ μὲν οὖν ἔσται δύναμις ἐξ ἁπάντων κρατίστων ῥυθμῶν συνθεῖναι τὴν λέξιν, ἔχοι ἂν ἡμῖν κατʼ εὐχήν· εἰ δʼ ἀναγκαῖον εἴη μίσγειν τοῖς κρείττοσι τοὺς χείρονας, ὡς ἐπὶ πολλῶν γίνεται ʽτὰ γὰρ ὀνόματα κεῖται τοῖς πράγμασιν ὡς ἔτυχεν̓, οἰκονομεῖν αὐτὰ χρὴ φιλοτέχνως καὶ διακλέπτειν τῇ χάριτι τῆς συνθέσεως τὴν ἀνάγκην ἄλλως τε καὶ πολλὴν τὴν ἄδειαν ἔχοντας· οὐ γὰρ ἀπελαύνεται ῥυθμὸς οὐδεὶς ἐκ τῆς ἀμέτρου λέξεως, ὥσπερ ἐκ τῆς ἐμμέτρου. μαρτύρια δὲ ὧν εἴρηκα παραθεῖναι λοιπόν, ἵνα μοι καὶ πίστιν ὁ λόγος λάβῃ. ἔσται δʼ ὀλίγα περὶ πολλῶν. φέρε δή, τίς οὐκ ἂν ὁμολογήσειεν ἀξιωματικῶς τε συγκεῖσθαι καὶ μεγαλοπρεπῶς τὴν Θουκυδίδου λέξιν τὴν ἐν τῷ ἐπιταφίῳ ταύτην· οἱ μὲν πολλοὶ τῶν ἐνθάδε ἤδη εἰρηκότων ἐπαινοῦσι τὸν προσθέντα τῷ νόμῳ τὸν λόγον τόνδε, ὡς καλὸν ἐπὶ τοῖς ἐκ τῶν πολέμων θαπτομένοις ἀγορεύεσθαι αὐτόν. τί οὖν ἐστιν ὃ πεποίηκε ταύτην μεγαλοπρεπῆ τὴν σύνθεσιν; τὸ ἐκ τοιούτων συγκεῖσθαι ῥυθμῶν τὰ κῶλα. τρεῖς μὲν γὰρ οἱ τοῦ πρώτου προηγούμενοι κώλου σπονδεῖοι πόδες εἰσίν, ὁ δὲ τέταρτος ἀνάπαιστος, ὁ δὲ μετὰ τοῦτον αὖθις σπονδεῖος, ἔπειτα κρητικός, ἅπαντες ἀξιωματικοί. καὶ τὸ μὲν πρῶτον κῶλον διὰ ταῦτʼ ἐστὶ σεμνόν· τὸ δὲ ἑξῆς τουτί ἐπαινοῦσι τὸν προσθέντα τῷ νόμῳ τὸν λόγον τόνδε δύο μὲν ὑποβακχείους ἔχει τοὺς πρώτους πόδας, κρητικὸν δὲ τὸν τρίτον, εἶτʼ αὖθις ὑποβακχείους δύο καὶ συλλαβὴν ὑφʼ ἧς τελειοῦται τὸ κῶλον· ὥστʼ εἰκότως σεμνόν ἐστι καὶ τοῦτο ἐκ τῶν εὐγενεστάτων τε καὶ καλλίστων ῥυθμῶν συγκείμενον. τὸ δὲ δὴ τρίτον κῶλον ὡς καλὸν ἐπὶ τοῖς ἐκ τῶν πολέμων θαπτομένοις ἀγορεύεσθαι αὐτόν ἄρχεται μὲν ἀπὸ τοῦ κρητικοῦ ποδός, δεύτερον δὲ λαμβάνει τὸν ἀνάπαιστον καὶ τρίτον σπονδεῖον καὶ τέταρτον αὖθις ἀνάπαιστον, εἶτα δύο τοὺς ἑξῆς δακτύλους, καὶ σπονδείους δύο τοὺς τελευταίους, εἶτα κατάληξιν. εὐγενὲς δὴ καὶ τοῦτο διὰ τοὺς πόδας γέγονεν. τὰ πλεῖστα δʼ ἐστὶ παρὰ Θουκυδίδῃ τοιαῦτα, μᾶλλον δὲ ὀλίγα τὰ μὴ οὕτως ἔχοντα, ὥστʼ εἰκότως ὑψηλὸς εἶναι δοκεῖ καὶ καλλιεπὴς ὡς εὐγενεῖς ἐπάγων ῥυθμούς. τὴν δὲ δὴ Πλατωνικὴν λέξιν ταυτηνὶ τίνι ποτὲ ἄλλῳ κοσμηθεῖσαν οὕτως ἀξιωματικὴν εἶναι φαίη τις ἂν καὶ καλήν, εἰ μὴ τῷ συγκεῖσθαι διὰ τῶν καλλίστων τε καὶ ἀξιολογωτάτων ῥυθμῶν; ἔστι γὰρ δὴ τῶν πάνυ φανερῶν καὶ περιβοήτων, ᾗ κέχρηται ὁ ἀνὴρ κατὰ τὴν τοῦ ἐπιταφίου ἀρχήν· ἔργῳ μὲν ἡμῖν οἵδε ἔχουσιν τὰ προσήκοντα σφίσιν αὐτοῖς· ὧν τυχόντες πορεύονται τὴν εἱμαρμένην πορείαν. ἐν τούτοις δύο μέν ἐστιν ἃ συμπληροῖ τὴν περίοδον κῶλα, ῥυθμοὶ δὲ οἱ ταῦτα διαλαμβάνοντες οἵδε· βακχεῖος μὲν ὁ πρῶτος· οὐ γὰρ δή γε ὡς ἰαμβικὸν ἀξιώσαιμʼ ἂν ἔγωγε τὸ κῶλον τουτὶ ῥυθμίζειν ἐνθυμούμενος ὅτι οὐκ ἐπιτροχάλους καὶ ταχεῖς ἀλλʼ ἀναβεβλημένους καὶ βραδεῖς τοῖς οἰκτιζομένοις προσῆκεν ἀποδίδοσθαι τοὺς χρόνους· σπονδεῖος δʼ ὁ δεύτερος· ὁ δʼ ἑξῆς δάκτυλος διαιρουμένης τῆς συναλοιφῆς·2 εἶθʼ ὁ μετὰ τοῦτον σπονδεῖος· ὁ δʼ ἑξῆς μᾶλλον κρητικὸς ἢ ἀνάπαιστος· ἔπειθʼ, ὡς ἐμὴ δόξα, σπονδεῖος· ὁ δὲ τελευταῖος ὑποβάκχειος, εἰ δὲ βούλεταί τις, ἀνάπαιστος· εἶτα κατάληξις. τούτων τῶν ῥυθμῶν οὐδεὶς ταπεινὸς οὐδὲ ἀγεννής. τοῦ δὲ ἑξῆς κώλου τουδί ὧν τυχόντες πορεύονται τὴν εἱμαρμένην πορείαν δύο μέν εἰσιν οἱ πρῶτοι πόδες κρητικοί, σπονδεῖοι δὲ οἱ μετὰ τούτους δύο· μεθʼ οὓς αὖθις κρητικός, ἔπειτα τελευταῖος ὑποβάκχειος. ἀνάγκη δὴ τὸν ἐξ ἁπάντων συγκείμενον καλῶν ῥυθμῶν καλὸν εἶναι λόγον. μυρία τοιαῦτʼ ἔστιν εὑρεῖν καὶ παρὰ Πλάτωνι. ὁ γὰρ ἀνὴρ ἐμμέλειάν τε καὶ εὐρυθμίαν συνιδεῖν δαιμονιώτατος, καὶ εἴ γε δεινὸς ἦν οὕτως ἐκλέξαι τὰ ὀνόματα ὡς συνθεῖναι περιττός, καί νύ κεν ἢ παρέλασσεν τὸν Δημοσθένη κάλλους ἑρμηνείας ἕνεκεν, ἢ ἀμφήριστον ἔθηκεν.3 νῦν δὲ περὶ μὲν τὴν ἐκλογὴν ἔστιν ὅτε διαμαρτάνει, καὶ μάλιστα ἐν οἷς ἂν τὴν ὑψηλὴν καὶ περιττὴν καὶ ἐγκατάσκευον διώκῃ φράσιν, ὑπὲρ ὧν ἑτέρωθί μοι δηλοῦται σαφέστερον. συντίθησι δὲ τὰ ὀνόματα καὶ ἡδέως καὶ καλῶς νὴ Δία, καὶ οὐκ ἄν τις αὐτὸν ἔχοι κατὰ τοῦτο μέμψασθαι τὸ μέρος.
我现在之所以被引至预先陈述这些事情(因为我绝非无端去涉足韵律与节奏的学理,而是出于必然的需要),原因便在于:由于高贵、庄严且具崇高体量之节奏,才生成庄重、高尚而宏伟的组合;而由于卑微与卑小的节奏,才生成欠缺体量且无庄严的文体,不论这些节奏各自单独被采用,还是依照相应的配对彼此交织。因此,倘若有能力全部由最优良的节奏来组合言辞,那便正如我们所期许;但若必然要将较劣之格与较优之格相杂(正如在许多情形下所发生的那样,因为词语被加于事物乃是随意的),则必须运用艺术手法进行调配,并借由组合的优美来巧妙掩盖这种必然性,尤其是因为人们拥有极大的自由度;因为没有任何节奏会像被排除于合格律之诗作那样,被排除于不合格律的散文之外。 余下的任务便是为我所言列出证据,以便我的论述也能获得确信。关于诸多事项,列举数条便已足够。请看,谁会不承认修昔底德在悼词中的以下言辞既组合得庄严又宏伟呢: “在此之前曾在此发言的多数人,皆赞美将这篇演说添入法律之人,认为在为战死之人举行葬礼时发表此言是美好的。” 究竟是什么造就了这宏伟的组合?正是文肢是由如此的节奏组合而成。盖引领第一文肢的前三个音步是司磅狄音步,第四个是安娜佩斯特音步,此后又是一个司磅狄音步,接着是克里特音步,皆属庄严之列。第一文肢正是因此而是崇高的;而紧随其后的这一文肢: “赞美将这篇演说添入法律之人,”拥有两个下巴克基俄斯作为前两个音步,第三个是克里特音步,接着又是两个下巴克基俄斯以及使该文肢完结的一个音节;因此这一文肢由最高贵且最美好的节奏组成,自然也是庄重的。至于第三个文肢: “认为在为战死之人举行葬礼时发表此言是美好的,”始于克里特音步,次取安娜佩斯特音步,第三为司磅狄音步,第四又是安娜佩斯特音步,其后是相继的两个达克提尔音步,末尾是两个司磅狄音步,接着是尾音截除。由此,由于这些音步之故,这一文肢也显得高贵。在修昔底德那里大多数情形皆是如此,或者说不如此的反倒很少,因此他因引入高贵的节奏而理所当然地被视为崇高且辞藻华美。 至于柏拉图的这一言辞,除了因由最美且最显著的节奏组合而成之外,谁还能说它是被何种别的手段装饰得如此庄严而美好的呢?盖这乃是众人皆知且极富盛名者,此君于悼词开篇处所用者即是: “在事实上,这些人已自我们这里得到了与其相宜的礼遇;既得此礼,他们便踏上了命中注定的归途。” 在这些言辞中,有两个文肢完成了整个句段,划分它们的节奏如下:第一个是巴克基俄斯音步;因为我绝不会认为应当将此文肢按短长格来调节节奏,我考虑到对于受哀悼者而言,理当赋予延宕而迟缓的时值,而非急促而奔忙的时值;第二个是司磅狄音步;若将连音分开,接着便是一个达克提尔音步;在此之后是一个司磅狄音步;其后宁可说是克里特音步而非安娜佩斯特音步;接着依我之见是一个司磅狄音步;最后一个是下巴克基俄斯音步,或者若有人愿意,亦可为安娜佩斯特音步;随后是尾音截除。在这些节奏中,没有一个是卑小或卑下的。至于接续的这一文肢: “既得此礼,他们便踏上了命中注定的归途,”前两个音步是克里特音步,其后两个是司磅狄音步;随后又是一个克里特音步,接着末尾是下巴克基俄斯音步。全由美好的节奏组合而成的言辞,必然是美好的。这类例子在柏拉图那里亦可找到无数。盖此君在洞察和谐与优美节奏方面具有极其非凡的天赋,假若他在选词方面亦如在组合言辞方面那般绝妙非凡,他在辞藻之美上要么已然超越了德摩斯梯尼,要么使胜负难分。然而在事实上,他在选词方面有时会出现失误,尤其是在追求崇高、繁复与精巧修饰的措辞之时——关于这些,我在别处已作了更清楚的说明。但他组合词语确是既悦人又美好,凭宙斯起誓,没有任何人能够在这个方面对他加以指摘。
- 18τὴν ἄλλως
副词性宾格短语,意为“徒然地”、“无目的地”或“随意地”(等同于 μάτην)。此处与否定词 οὐ 连用,表示并非漫无目的地涉足韵律理论。
- 18διαιρουμένης τῆς συναλοιφῆς
属格独立结构。συναλοιφή 指元音缩合或省略(解消元音冲突),διαιρέω 意为将其拆开或分开读出。此处具条件含义,意为“若为作韵律分析而将连音/省略音节拆开读出”。
- 18καί νύ κεν ἢ παρέλασσεν τὸν Δημοσθένη κάλλους ἑρμηνείας ἕνεκεν, ἢ ἀμφήριστον ἔθηκεν
与前面的条件从句 εἰ ... ἦν 相呼应的与事实相反的假设主句(非真实条件句结果从句)。采用了史诗/荷马式的虚词搭配 καί νύ κεν(相当于 καί νύν ἄν),与不定过去时直陈式动词 παρέλασσεν 及 ἔθηκεν 连用,表达与过去事实相反的结果(“他本会超越……或使之不分高下”)。
