← 哈利卡纳苏斯的狄奥尼修斯

论文章结构

§17

二音节与三音节的十二种简单音步

作者为阐明节奏在散文中的作用,系统论述了作为构词基础的二音节与三音节共十二种基本简单音步(包括皮里基、司磅狄、扬抑格、抑扬格、科罗伊俄斯、摩罗索斯、双短夹长格、安娜佩斯特、达克提尔、环行格、克里特及巴克基俄斯等)的名称、文体风格特性及其引证的诗作实例。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§17

ἐπεὶ δὲ καὶ τοὺς ῥυθμοὺς ἔφην οὐ μικρὰν μοῖραν ἔχειν τῆς ἀξιωματικῆς καὶ μεγαλοπρεποῦς συνθέσεως, ἵνα μηδεὶς εἰκῇ με δόξῃ λέγειν ῥυθμοὺς καὶ μέτρα μουσικῆς οἰκεῖα θεωρίας εἰς οὐ ῥυθμικὴν οὐδʼ ἔμμετρον εἰσάγοντα διάλεκτον,1 ἀποδώσω καὶ τὸν ὑπὲρ τούτων λόγον. ἔχει δʼ οὕτως· πᾶν ὄνομα καὶ ῥῆμα καὶ ἄλλο μόριον λέξεως, ὅ τι μὴ μονοσύλλαβόν ἐστιν, ἐν ῥυθμῷ τινι λέγεται· τὸ δʼ αὐτὸ καλῶ πόδα καὶ ῥυθμόν. δισυλλάβου μὲν οὖν λέξεως διαφοραὶ τρεῖς. ἢ γὰρ ἐξ ἀμφοτέρων ἔσται βραχειῶν ἢ ἐξ ἀμφοτέρων μακρῶν ἢ τῆς μὲν βραχείας, τῆς δὲ μακρᾶς. τοῦ δὲ τρίτου τούτου ῥυθμοῦ διττὸς ὁ τρόπος· ὃ μέν τις ἀπὸ βραχείας ἀρχόμενος καὶ λήγων εἰς μακράν, ὃ δʼ ἀπὸ μακρᾶς καὶ λήγων εἰς βραχεῖαν. ὁ μὲν οὖν βραχυσύλλαβος ἡγεμών τε καὶ πυρρίχιος καλεῖται, καὶ οὔτε μεγαλοπρεπής ἐστιν οὔτε σεμνός· σχῆμα δʼ αὐτοῦ τοιόνδε "λέγε δὲ σὺ κατὰ πόδα νεόχυτα μέλεα." ὁ δʼ ἀμφοτέρας τὰς συλλαβὰς μακρὰς ἔχων κέκληται μὲν σπονδεῖος, ἀξίωμα δὲ ἔχει μέγα καὶ σεμνότητα πολλήν· παράδειγμα δʼ αὐτοῦ τόδε "ποίαν δῆθʼ ὁρμάσω, ταύταν ἢ κείναν, κείναν ἢ ταύταν;" ὁ δʼ ἐκ βραχείας τε καὶ μακρᾶς συγκείμενος ἐὰν μὲν τὴν ἡγουμένην λάβῃ βραχεῖαν, ἴαμβος καλεῖται, καὶ ἔστιν οὐκ ἀγεννής· ἐὰν δὲ ἀπὸ τῆς μακρᾶς ἄρχηται, τροχαῖος, καὶ ἔστι μαλακώτερος θατέρου καὶ ἀγεννέστερος· παράδειγμα δὲ τοῦ μὲν προτέρου τοιόνδε "ἐπὶ σχολῇ πάρεστι, παῖ Μενοιτίου." τοῦ δʼ ἑτέρου "θυμέ, θύμʼ ἀμηχάνοισι κήδεσιν κυκώμενε. "δισυλλάβων μὲν δὴ μορίων λέξεως διαφοραί τε καὶ ῥυθμοὶ καὶ σχήματα τοσαῦτα· τρισυλλάβων δʼ ἕτερα πλείω τῶν εἰρημένων καὶ ποικιλωτέραν ἔχοντα θεωρίαν. ὁ μὲν γὰρ ἐξ ἁπασῶν βραχειῶν συνεστώς, καλούμενος δὲ ὑπό τινων χορεῖος, οὗ παράδειγμα τοιόνδε "Βρόμιε, δορατοφόρʼ, ἐνυάλιε, πολεμοκέλαδε, "ταπεινός τε καὶ ἄσεμνός ἐστι καὶ ἀγεννής, καὶ οὐδὲν ἂν ἐξ αὐτοῦ γένοιτο γενναῖον. ὁ δʼ ἐξ ἁπασῶν μακρῶν, μολοττὸν δʼ αὐτὸν οἱ μετρικοὶ καλοῦσιν, ὑψηλός τε καὶ ἀξιωματικός ἐστι καὶ διαβεβηκὼς ἐπὶ πολύ· παράδειγμα δὲ αὐτοῦ τοιόνδε "ὦ Ζηνὸς καὶ Λήδας κάλλιστοι σωτῆρες." ὁ δʼ ἐκ μακρᾶς καὶ δυεῖν βραχειῶν μέσην μὲν λαβὼν τὴν μακρὰν ἀμφίβραχυς ὠνόμασται, καὶ οὐ σφόδρα τῶν εὐσχήμων ἐστὶ ῥυθμῶν ἀλλὰ διακέκλασταί τε καὶ πολὺ τὸ θῆλυ καὶ ἀηδὲς ἔχει, οἷά ἐστι ταυτί "Ἴακχε θρίαμβε, σὺ τῶνδε χοραγέ." ὁ δὲ προλαμβάνων τὰς δύο βραχείας ἀνάπαιστος μὲν καλεῖται, σεμνότητα δʼ ἔχει πολλήν· καὶ ἔνθα δεῖ μέγεθός τι περιτιθέναι τοῖς πράγμασιν ἢ πάθος, ἐπιτήδειός ἐστι παραλαμβάνεσθαι· τούτου τὸ σχῆμα τοιόνδε "βαρύ μοι κεφαλᾶς ἐπίκρανον ἔχειν." ὁ δὲ ἀπὸ τῆς μακρᾶς ἀρχόμενος, λήγων δὲ εἰς τὰς βραχείας δάκτυλος μὲν καλεῖται, πάνυ δʼ ἐστὶ σεμνὸς καὶ εἰς τὸ κάλλος τῆς ἑρμηνείας ἀξιολογώτατος, καὶ τό γε ἡρωικὸν μέτρον ἀπὸ τούτου κοσμεῖται ὡς ἐπὶ τὸ πολύ· παράδειγμα δὲ αὐτοῦ τόδε "Ἰλιόθεν με φέρων ἄνεμος Κικόνεσσι πέλασσεν." οἱ μέντοι ῥυθμικοὶ τούτου τοῦ ποδὸς τὴν μακρὰν βραχυτέραν εἶναί φασι τῆς τελείας, οὐκ ἔχοντες δʼ εἰπεῖν ὅσῳ, καλοῦσιν αὐτὴν ἄλογον.2 ἕτερός ἐστιν ἀντίστροφον ἔχων τούτῳ ῥυθμόν, ὃς ἀπὸ τῶν βραχειῶν ἀρξάμενος ἐπὶ τὴν ἄλογον τελευτᾷ· τοῦτον χωρίσαντες ἀπὸ τῶν ἀναπαίστων κυκλικὸν καλοῦσι παράδειγμα αὐτοῦ φέροντες τοιόνδε "κέχυται πόλις ὑψίπυλος κατὰ γᾶν." περὶ ὧν ἂν ἕτερος εἴη λόγος· πλὴν ἀμφότεροί γε τῶν πάνυ καλῶν οἱ ῥυθμοί. ἓν ἔτι λείπεται τρισυλλάβων ῥυθμῶν γένος, ὃ συνέστηκεν ἐκ δύο μακρῶν καὶ βραχείας, τρία δὲ ποιεῖ σχήματα· μέσης μὲν γὰρ γινομένης τῆς βραχείας, ἄκρων δὲ τῶν μακρῶν κρητικός τε λέγεται καὶ ἔστιν οὐκ ἀγεννής. ὑπόδειγμα δὲ αὐτοῦ τοιοῦτον "οἳ δʼ ἐπείγοντο πλωταῖς ἀπήναισι χαλκεμβόλοις." ἂν δὲ τὴν ἀρχὴν αἱ δύο μακραὶ κατάσχωσιν, τὴν δὲ τελευτὴν ἡ βραχεῖα, οἷά ἐστι ταυτί "σοὶ Φοῖβε Μοῦσαί τε σύμβωμοι, "ἀνδρῶδες πάνυ ἐστὶ τὸ σχῆμα καὶ εἰς σεμνολογίαν ἐπιτήδειον. τὸ δʼ αὐτὸ συμβήσεται κἂν ἡ βραχεῖα προτεθῇ τῶν μακρῶν· καὶ γὰρ οὗτος ὁ ῥυθμὸς ἀξίωμα ἔχει καὶ μέγεθος· παράδειγμα δὲ αὐτοῦ τόδε "τίνʼ ἀκτάν, τίνʼ ὕλαν δράμω; ποῖ πορευθῶ;" τούτοις ἀμφοτέροις ὀνόματα κεῖται τοῖς ποσὶν ὑπὸ τῶν μετρικῶν βακχεῖος μὲν τῷ προτέρῳ, θατέρῳ δὲ ὑποβάκχειος. οὗτοι δώδεκα ῥυθμοί τε καὶ πόδες εἰσὶν οἱ πρῶτοι καταμετροῦντες3 ἅπασαν ἔμμετρόν τε καὶ ἄμετρον λέξιν, ἐξ ὧν γίνονται στίχοι τε καὶ κῶλα· οἱ γὰρ ἄλλοι πόδες καὶ ῥυθμοὶ πάντες ἐκ τούτων εἰσὶ σύνθετοι. ἁπλοῦς δὲ ῥυθμὸς ἢ ποὺς οὔτʼ ἐλάττων ἔσται δύο συλλαβῶν οὔτε μείζων τριῶν. καὶ περὶ μὲν τούτων οὐκ οἶδʼ ὅ τι δεῖ τὰ πλείω λέγειν.

然而,既然我说过节奏在庄严与宏伟的组合中也占有不小的份量,为了不让任何人以为我是在没有根据地谈论、将本属于音乐理论的节奏与格律引入非节奏亦不合格律的散文言辞中,我也将提出关于这些的论述。其情况如下: 凡非单音节的名词、动词及言辞的其他组成部分,皆依某种节奏说出;而我将同一样事物称为“音步”与“节奏”。二音节的言辞有三种差异:因为它要么由两个短音组成,要么由两个长音组成,要么由一短一长组成。这第三种节奏有两种方式:一种始于短音而止于长音,另一种始于长音而止于短音。由短音节组成者被称为“领步”或“皮里基音步”,它既不宏伟也不庄严;其形式如下: “你且依足步唱出新涌现的歌调。” 两音节皆为长音者被称为“司磅狄音步”,具有极大的尊严与丰富的庄重;其实例如下: “我究竟该奔向何方,是这处还是那处,那处还是这处?” 由一短一长结合而成者,若以短音居先,被称为“抑扬格(短长格)”,且绝非卑微;若始于长音,则被称为“扬抑格(长短格)”,比前者更为柔弱且更为卑下;前者的实例如下: “在闲暇时他已在此,墨诺提俄斯之子。” 后者的实例则是: “心灵啊,我的心灵,受困于无解的悲戚中翻腾。” 二音节言辞成分的差异、节奏与形式便有这么多;而三音节的则比已述者更为繁多,且包含更为多样的理论。盖由全短音构成、被某些人称为“科罗伊俄斯”者(其实例如下: “布罗米俄斯啊,荷矛者,厄纽阿利俄斯啊,战阵喧嚣者,”),是卑小、不庄严且卑下的,由它绝不可能产生任何高贵之物。由全长音构成者(韵律学者称之为“摩罗索斯音步”),则是崇高、庄严且步伐宽广的;其实例如下: “啊,宙斯与勒达的最美拯救者。” 由一长两短构成、长音居于中间者被命名为“双短夹长格(安菲布拉克音步)”,在诸节奏中绝非匀称美好之列,而是支离破碎,包含许多柔靡与令人不悦的特质,如以下这类: “伊阿克科斯,胜利之神,你这舞队的首领。” 先取两短音者被称为“抑抑扬格(安娜佩斯特音步)”,具有极大的庄严;在需要为事物赋予某种崇高或激情之处,它最适宜被采用;其形式如下: “对我而言,顶戴头上的冠冕是沉重的。” 始于长音而终于短音者被称为“扬抑抑格(达克提尔音步)”,极为庄严,对措辞之美而言最值得称道,英雄史诗的格律大体上便是以此来润饰的;其实例如下: “海风自伊利昂将我吹送,靠近了基科涅斯人。” 然而,节奏学者声称此音步的长音短于完整的长音,由于无法言明短了多少,便称之为“无理音”。另有一种与此节奏相反的音步,始于短音而终于无理音;他们将之与安娜佩斯特音步区分开来,称之为“环行格”,并举出如下实例: “高门的城邑已倾覆于地上。” 关于这些当另有论述;不过这两种节奏皆属极美者之列。三音节节奏中尚余一种,由两长一短构成,产生三种形式:盖短音居中、长音居于两端者被称为“克里特音步”,且非卑微之格。其范型如下: “他们乘着装有青铜冲角的浮海舟车急进。” 若两长音占首而短音居末(如下述这类: “福玻斯啊,与你共用祭坛的缪斯们,”),其形式极具阳刚之气,适于庄严之言。短音置于长音之前的情形亦然;因为这种节奏同样具有尊严与崇高;其实例如下: “我当奔向何方海岸,何处丛林?我将去向何方?” 韵律学者为这两种音步皆定有名号:前者为“巴克基俄斯音步”,后者为“下巴克基俄斯音步”。这十二种节奏与音步是衡量一切合格律与不合格律言辞的最基本的音步,行与肢便由此生成;因为所有其他的音步与节奏皆是由这些复合而成的。单纯的节奏或音步既不少于两音节,也不多于三音节。关于这些,我不知何须再作多言。

语法注3 条
  1. 17ἵνα μηδεὶς εἰκῇ με δόξῃ λέγειν ῥυθμοὺς καὶ μέτρα μουσικῆς οἰκεῖα θεωρίας εἰς οὐ ῥυθμικὴν οὐδʼ ἔμμετρον εἰσάγοντα διάλεκτον

    在由 ἵνα 引导的目的从句中,δόξῃ(不定过去时虚拟态)支配宾格不定式结构 με ... λέγειν。分词 εἰσάγοντα 为阳性单数宾格,直接修饰不定式的主语 με(“为了不让任何人认为我在轻率地言说,把……引入……”)。形容词 οἰκεῖα 支配属格 θεωρίας,意为“属于音乐理论固有的”。

  2. 17οὐκ ἔχοντες δʼ εἰπεῖν ὅσῳ, καλοῦσιν αὐτὴν ἄλογον

    分词 ἔχοντες 带有表示能力的补足不定式 εἰπεῖν(“无法言说”)。ὅσῳ 是表示程度差异的与格中性疑问代词,引出间接疑问(“短了多少”)。ἄλογον 为补足语宾格,与 αὐτήν 一致,此处为节奏理论(阿里斯托克塞诺斯学派)术语,意为“无理的/无法以确定比率表达的”。

  3. 17οὗτοι δώδεκα ῥυθμοί τε καὶ πόδες εἰσὶν οἱ πρῶτοι καταμετροῦντες

    οἱ πρῶτοι 与分词 καταμετροῦντες 一同构成表语部分:“这些是测定……的最基本的/根本性的音步”。πρῶτοι 在此不仅指代次序上的第一,而且呼应下文的“其余音步皆由这些复合而成”,指构成上不可再分的原初性或根本性。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0081.tlg012.humanitext-grc2:17