- 底本
- Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 2. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1904.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0081.tlg012.humanitext-grc2:16#2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在列举荷马有意运用刺耳字母与对撞音以摹写暴烈或恐怖场景的诗例后,作者阐明诗人如何将本质上并不优美的波奥提亚地名与悦耳词语巧妙编织,从而升华为恢弘壮丽的文风。
" τῇ δʼ ἐπὶ μὲν Γοργῲ βλοσυρῶπις ἐστεφάνωτο δεινὸν δερκομένη, περὶ δὲ Δεῖμός τε Φόβος τε." ποταμῶν δέ γε σύρρυσιν εἰς χωρίον ἓν καὶ πάταγον ὑδάτων ἀναμισγομένων ἐκμιμήσασθαι τῇ λέξει βουλόμενος οὐκ ἐργάσεται λείας συλλαβὰς ἀλλʼ ἰσχυρὰς καὶ ἀντιτύπους "ὡς δʼ ὅτε χείμαρροι ποταμοὶ κατʼ ὄρεσφι ῥέοντες ἐς μισγάγκειαν συμβάλλετον ὄβριμον ὕδωρ." βιαζόμενον δέ τινα πρὸς ἐναντίον ῥεῦμα ποταμοῦ μετὰ τῶν ὅπλων καὶ τὰ μὲν ἀντέχοντα, τὰ δʼ ὑποφερόμενον εἰσάγων ἀνακοπάς τε ποιήσει συλλαβῶν καὶ ἀναβολὰς χρόνων καὶ ἀντιστηριγμοὺς γραμμάτων "δεινὸν δʼ ἀμφʼ Ἀχιλῆα κυκώμενον ἵστατο κῦμα, ὤθει δʼ ἐν σάκεϊ πίπτων ῥόος, οὐδὲ πόδεσσιν εἶχε στηρίξασθαι." ἀραττομένων δὲ περὶ πέτρας ἀνθρώπων ψόφον τε καὶ μόρον οἰκτρὸν ἐπιδεικνύμενος1 ἐπὶ τῶν ἀηδεστάτων τε καὶ κακοφωνοτάτων χρονιεῖ γραμμάτων οὐδαμῇ λεαίνων τὴν κατασκευὴν οὐδὲ ἡδύνων· "σύν τε δύω μάρψας ὥστε σκύλακας προτὶ γαίῃ κόπτʼ· ἐκ δʼ ἐγκέφαλος χαμάδις ῥέε, δεῦε δὲ γαῖαν." πολὺ ἂν ἔργον εἴη λέγειν, εἰ πάντων παραδείγματα βουλοίμην φέρειν ὧν ἄν τις ἀπαιτήσειε κατὰ τὸν τόπον τόνδε· ὥστε ἀρκεσθεὶς τοῖς εἰρημένοις ἐπὶ τὰ ἑξῆς μεταβήσομαι. φημὶ δὴ τὸν βουλόμενον ἐργάσασθαι λέξιν καλὴν ἐν τῷ συντιθέναι τὰς φωνάς, ὅσα καλλιλογίαν ἢ μεγαλοπρέπειαν ἢ σεμνότητα περιείληφεν ὀνόματα, εἰς ταὐτὸ συνάγειν.2 εἴρηται δέ τινα περὶ τούτων καὶ Θεοφράστῳ τῷ φιλοσόφῳ κοινότερον ἐν τοῖς περὶ λέξεως, ἔνθα ὁρίζει, τίνα ὀνόματα φύσει καλά, ὧν συντιθεμένων καλὴν οἴεται καὶ μεγαλοπρεπῆ γενήσεσθαι τὴν φράσιν, καὶ αὖθις ἕτερα μικρὰ καὶ ταπεινά, ἐξ ὧν οὔτε ποίημα χρηστὸν ἔσεσθαί φησιν οὔτε λόγον. καὶ μὰ Δία οὐκ ἀπὸ σκοποῦ ταῦτα εἴρηται τῷ ἀνδρί. εἰ μὲν οὖν ἐγχωροίη πάντʼ εἶναι τὰ μόρια τῆς λέξεως ὑφʼ ὧν μέλλει δηλοῦσθαι τὸ πρᾶγμα εὔφωνά τε καὶ καλλιρήμονα, μανίας ἔργον ζητεῖν τὰ χείρω· εἰ δὲ ἀδύνατον εἴη τοῦτο, ὥσπερ ἐπὶ πολλῶν ἔχει, τῇ πλοκῇ καὶ μίξει καὶ παραθέσει πειρατέον ἀφανίζειν τὴν τῶν χειρόνων φύσιν, ὅπερ Ὅμηρος εἴωθεν ἐπὶ πολλῶν ποιεῖν. εἰ γάρ τις ἔροιτο ὅντινʼ οὖν ἢ ποιητῶν ἢ ῥητόρων, τίνα σεμνότητα ἢ καλλιλογίαν ταῦτʼ ἔχει τὰ ὀνόματα ἃ ταῖς Βοιωτίαις κεῖται πόλεσιν Ὑρία καὶ Μυκαλησσὸς καὶ Γραῖα καὶ Ἐτεωνὸς καὶ Σκῶλος καὶ Θίσβη καὶ Ὀγχηστὸς καὶ Εὔτρησις καὶ τἆλλʼ ἐφεξῆς ὧν ὁ ποιητὴς μέμνηται, οὐδεὶς ἂν εἰπεῖν οὐδʼ ἥντινʼ οὖν ἔχοι· ἀλλʼ οὕτως αὐτὰ καλῶς ἐκεῖνος συνύφαγκεν καὶ παραπληρώμασιν εὐφώνοις διείληφεν ὥστε μεγαλοπρεπέστατα φαίνεσθαι πάντων ὀνομάτων· "Βοιωτῶν μὲν Πηνέλεως καὶ Λήιτος ἦρχον Ἀρκεσίλαός τε Προθοήνωρ τε Κλονίος τε, οἵ θʼ Ὑρίην ἐνέμοντο καὶ Αὐλίδα πετρήεσσαν σχοῖνόν τε Σκῶλόν τε πολύκνημόν τʼ Ἐτεωνόν, Θέσπειαν Γραῖάν τε καὶ εὐρύχορον Μυκαλησσόν, οἵ τʼ ἀμφʼ Ἅρμʼ ἐνέμοντο καὶ Εἰλέσιον καὶ Ἐρυθράς, οἵ τʼ Ἐλεῶνʼ εἶχον ἠδʼ Ὕλην καὶ Πετεῶνα, Ὠκαλέην Μεδεῶνά τʼ ἐυκτίμενον πτολίεθρον." ἐν εἰδόσι λέγων3 οὐκ οἴομαι πλειόνων δεῖν παραδειγμάτων. ἅπας γάρ ἐστιν ὁ κατάλογος αὐτῷ τοιοῦτος καὶ πολλὰ ἄλλα, ἐν οἷς ἀναγκασθεὶς ὀνόματα λαμβάνειν οὐ καλὰ τὴν φύσιν ἑτέροις αὐτὰ κοσμεῖ καλοῖς καὶ λύει τὴν ἐκείνων δυσχέρειαν τῇ τούτων εὐμορφίᾳ. καὶ περὶ μὲν τούτων ἅλις.
“其上饰有面貌狰狞的戈耳工,凶狠地凝视着,其周围是恐慌与溃乱。” 而当他意图用言辞摹写江河汇流于一处以及激水交融的轰鸣时,他不会构建平滑的音节,而是构建强劲且互相对撞的音节: “正如同冬日奔流的江河从山峦奔涌而下,将磅礴之水汇入峡谷交汇之处。” 而当他描写某人携带着武器抗击河水的逆流,时而坚守支撑、时而随流漂退时,他便会制造音节的阻滞、时值的拉长以及字母的抵触抗衡: “翻腾的浪峰可怕地立在阿喀琉斯身旁,崩落的激流猛推其盾牌,他甚至双足无法站稳。” 而当他表现人们被砸向岩石的撞击声与惨痛厄运时,他会在最令人不悦且最刺耳的字母处驻留拖长,绝不使字句结构平滑柔化: “他像抓幼犬一般一把抓住两人,摔向地面;脑浆四溢奔流于地,浸湿了泥土。” 如果我想将任何人就本论题所可能索求的一切例子都罗列出来,说起来将是一项浩繁的工作;因此,我满足于已陈之述,转入下文。我断言,意图在组合声音中构建优美言辞者,必须将凡包含辞藻之美、恢弘宏伟或庄严典雅的一切词语汇聚于一处。关于这些,哲学家泰奥弗拉斯托斯在其《论风格》中也更为概括地论述过,他在该书中界定了哪些词语在本质上是优美的——他认为通过这些词语的组合,措辞将变得优美而宏伟;他又界定了另一些短小卑下的词语,他称由之既不能产生上乘的诗作,也不能产生上乘的散文。凭宙斯起誓,此人所言绝非无的放矢。因此,倘若用以表明事物的言辞的各个组成部分有可能尽皆悦耳动听、藻饰优美,去寻求劣词便属疯狂之举;然而,若是这一点不可能(正如在许多情形下所呈现的那样),就必须设法通过编织、混融与并置来消弭劣词的本性,正如荷马在许多地方所惯于做的那样。因为,若是有人去询问诗人或演说家中的任何人,赋予波奥提亚各城邑的这些名字——许利亚、米卡勒索斯、格莱亚、埃特奥诺斯、斯科罗斯、提斯伯、翁刻斯托斯、欧特瑞西斯,以及诗人依序列举的其他地名——究竟具有何种庄严或辞采,任何人都无法说出哪怕一丝一毫来;但他却将它们编织得如此优美,并用悦耳的填补之词加以缀连隔开,以至于使它们显得在所有词语中最具恢弘之象: “佩内勒俄斯与勒伊托斯,以及阿耳刻西拉俄斯、普洛托厄诺尔和克罗尼俄斯统领着波奥提亚人——那些居住于许利亚与岩石嶙峋的奥利斯,居住于斯科伊诺斯、斯科罗斯与山冈连绵的埃特奥诺斯,居住于忒斯佩亚、格莱亚与宽敞的米卡勒索斯的人们;那些居于哈尔玛、埃勒西翁与厄律特赖周围的人们;那些占有埃勒翁、许勒与佩特翁,占有俄卡勒亚与营建良好的卫城墨得翁的人们。” 由于我是向明察者进言,我认为无需更多的实例了;因为他的整个(船舰)名录皆是如此,还有许多其他段落亦复如是:在那些不得不采用本性非优美的词语之处,他用其他优美的词语加以装点,并以这后者的优美姿容消除了前者的生涩阻滞。关于这些,便到此为止。
- 16ἀραττομένων δὲ περὶ πέτρας ἀνθρώπων ψόφον τε καὶ μόρον οἰκτρὸν ἐπιδεικνύμενος
属格短语 ἀραττομένων... ἀνθρώπων 最宜视为后置宾语 ψόφον τε καὶ μόρον οἰκτρὸν 的定语(从属性/主体属格),因倒装前置(hyperbaton)而置于句首。虽然语法上亦可视为独立属格(“当人们被撞在岩石上时”),但它在语义上与分词 ἐπιδεικνύμενος 所揭示的“撞击声与惨痛厄运”紧密结合,因而作前置修饰语解读更为自然契合。
- 16φημὶ δὴ τὸν βουλόμενον ἐργάσασθαι λέξιν καλὴν ἐν τῷ συντιθέναι τὰς φωνάς, ὅσα καλλιλογίαν ἢ μεγαλοπρέπειαν ἢ σεμνότητα περιείληφεν ὀνόματα, εἰς ταὐτὸ συνάγειν.
这是由主动词 φημί 所统摄的“宾格加不定式”结构:不定式的逻辑主语是 τὸν βουλόμενον,主导不定式是 συνάγειν,其方向状语为 εἰς ταὐτό。συνάγειν 的宾语是先行词被并入关系从句内的 ὅσα... ὀνόματα(即 [ταῦτα] τὰ ὀνόματα, ὅσα...,“凡包含辞藻之美……的一切词语”)。介词短语 ἐν τῷ συντιθέναι τὰς φωνάς 修饰 ἐργάσασθαι 或整个命题,表示“在组合声音的过程中”。
- 16ἐν εἰδόσι λέγων
分词 λέγων 表示说话者自身的情状(“因为我是在对……说话”)。介词短语 ἐν εἰδόσι 接完成时分词复数与格 εἰδόσι(“知情者、通晓者”),是希腊语熟语,意为“在深知底细的人们面前言说/向内行进言”,为后文的主句否定判断 οὐκ οἴομαι δεῖν(“我认为没有必要……”)提供了情由。
