- 底本
- Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 2. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1904.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0081.tlg012.humanitext-grc2:16#1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者论述了诗人和散文作家如何依据自然启示构建与承袭具有摹仿性的词语,并以荷马的诗句为例,论证了字母与音节的组合如何决定词句之美与文辞所传达的情感基调。
καὶ αὐτοὶ μὲν δὴ κατασκευάζουσιν οἱ ποιηταὶ καὶ λογογράφοι πρὸς χρῆμα ὁρῶντες οἰκεῖα καὶ δηλωτικὰ τῶν ὑποκειμένων τὰ ὀνόματα, ὥσπερ ἔφην· πολλὰ δὲ καὶ παρὰ τῶν ἔμπροσθεν λαμβάνουσιν ὡς ἐκεῖνοι κατεσκεύασαν, ὅσα μιμητικὰ τῶν πραγμάτων ἐστίν· ὡς ἔχει ταυτί "ῥόχθει γὰρ μέγα κῦμα ποτὶ ξερὸν ἠπείροιο. αὐτὸς δὲ κλάγξας πέτετο πνοιῇς ἀνέμοιο. αἰγιαλῷ μεγάλα βρέμεται, σμαραγεῖ δέ τε πόντος. σκέπτετʼ ὀιστῶν τε ῥοῖζον καὶ δοῦπον ἀκόντων." μεγάλη δὲ τούτων ἀρχὴ καὶ διδάσκαλος ἡ φύσις ἡ ποιοῦσα μιμητικοὺς ἡμᾶς τῶν ὀνομάτων,1 οἷς δηλοῦται τὰ πράγματα κατά τινας εὐλόγους καὶ κινητικὰς τῆς διανοίας ὁμοιότητας· ὑφʼ ἧς ἐδιδάχθημεν ταύρων τε μυκήματα λέγειν καὶ χρεμετισμοὺς ἵππων καὶ φριμαγμοὺς τράγων πυρός τε βρόμον καὶ πάταγον ἀνέμων καὶ συριγμὸν κάλων καὶ ἄλλα τούτοις ὅμοια παμπληθῆ τὰ μὲν φωνῆς μηνύματα, τὰ δὲ μορφῆς, τὰ δὲ ἔργου, τὰ δὲ πάθους, τὰ δὲ κινήσεως, τὰ δʼ ἠρεμίας, τὰ δʼ ἄλλου χρήματος ὅτου δή· περὶ ὧν εἴρηται πολλὰ τοῖς πρὸ ἡμῶν, τὰ κράτιστα δʼ ὡς πρώτῳ τὸν ὑπὲρ ἐτυμολογίας εἰσαγαγόντι λόγον, Πλάτωνι τῷ Σωκρατικῷ, πολλαχῇ μὲν καὶ ἄλλῃ μάλιστα δʼ ἐν τῷ Κρατύλῳ. τί δὴ τὸ κεφάλαιόν ἐστί μοι τούτου τοῦ λόγου; ὅτι παρὰ μὲν τὰς τῶν γραμμάτων συμπλοκὰς ἡ τῶν συλλαβῶν γίνεται δύναμις ποικίλη, παρὰ δὲ τὴν τῶν συλλαβῶν σύνθεσιν ἡ τῶν ὀνομάτων φύσις παντοδαπή, παρὰ δὲ τὰς τῶν ὀνομάτων ἁρμονίας2 πολύμορφος ὁ λόγος· ὥστε πολλὴ ἀνάγκη καλὴν μὲν εἶναι λέξιν ἐν ᾗ καλά ἐστιν ὀνόματα, κάλλους δὲ ὀνομάτων συλλαβάς τε καὶ γράμματα καλὰ αἴτια εἶναι, ἡδεῖαν δὲ διάλεκτον ἐκ τῶν ἡδυνόντων τὴν ἀκοὴν γίνεσθαι κατὰ τὸ παραπλήσιον ὀνομάτων τε καὶ συλλαβῶν καὶ γραμμάτων, τάς τε κατὰ μέρος ἐν τούτοις διαφοράς, καθʼ ἃς δηλοῦται τά τε ἤθη καὶ τὰ πάθη καὶ αἱ διαθέσεις καὶ τὰ ἔργα τῶν προσώπων καὶ τὰ συνεδρεύοντα τούτοις, ἀπὸ τῆς πρώτης κατασκευῆς τῶν γραμμάτων γίνεσθαι τοιαύτας.3 χρήσομαι δʼ ὀλίγοις παραδείγμασι τοῦ λόγου τοῦδε τῆς σαφηνείας ἕνεκα· τὰ γὰρ ἄλλα πολλὰ ὄντα ἐπὶ σαυτοῦ συμβαλλόμενος εὑρήσεις. ὁ δὴ πολυφωνότατος ἁπάντων ποιητῶν Ὅμηρος, ὅταν μὲν ὥραν ὄψεως εὐμόρφου καὶ κάλλος ἡδονῆς ἐπαγωγὸν ἐπιδείξασθαι βούληται, τῶν τε φωνηέντων τοῖς κρατίστοις χρήσεται καὶ τῶν ἡμιφώνων τοῖς μαλακωτάτοις, καὶ οὐ καταπυκνώσει τοῖς ἀφώνοις τὰς συλλαβὰς οὐδὲ συγκόψει τοὺς ἤχους παρατιθεὶς ἀλλήλοις τὰ δυσέκφορα, πραεῖαν δέ τινα ποιήσει τὴν ἁρμονίαν τῶν γραμμάτων καὶ ῥέουσαν ἀλύπως διὰ τῆς ἀκοῆς, ὡς ἔχει ταυτί "ἣ δʼ ἴεν ἐκ θαλάμοιο περίφρων Πηνελόπεια Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσῇ Ἀφροδίτῃ. Δήλῳ δήποτε τοῖον Ἀπόλλωνος παρὰ βωμῷ φοίνικος νέον ἔρνος ἀνερχόμενον ἐνόησα. καὶ Χλῶριν εἶδον περικαλλέα, τήν ποτε Νηλεὺς γῆμεν ἑὸν μετὰ κάλλος, ἐπεὶ πόρε μυρία ἕδνα." ὅταν δʼ οἰκτρὰν ἢ φοβερὰν ἢ ἀγέρωχον ὄψιν εἰσάγῃ, τῶν τε φωνηέντων οὐ τὰ κράτιστα θήσει ἀλλὰ τὰ δυσηχέστατα, καὶ τῶν ψοφοειδῶν ἢ ἀφώνων τὰ δυσεκφορώτατα λήψεται καὶ καταπυκνώσει τούτοις τὰς συλλαβάς, οἷά ἐστι ταυτί "σμερδαλέος δʼ αὐτῇσι φάνη κεκακωμένος ἅλμῃ."
正如我所说,诗人们和散文作家们自身着眼于事物,创造出贴切且足以表明主旨的词语;然而,对于那些具有事物模仿性的词语,他们也大量继承自前人,依循前人所构建的原样采用。例如以下诗句: “巨浪拍向大陆的干涸岸边,轰鸣作响;他自己鸣叫着,乘着风的暴息飞去;〔浪涛〕在海滩上猛烈呼啸,大海咆哮鸣响;他留心辨别箭矢的呼啸声与标枪的沉闷撞击声。” 而这些(拟声摹形之词)的伟大始原与导师乃是自然,正是自然使我们成为词语的模仿者,借由这些词语,事物依据某些合乎情理且能触动心灵的相似性而得以显明。正是由自然所教导,我们学会了去说公牛的“哞鸣”、马的“长嘶”、山羊的“喷鼻”、火焰的“呼啸”、狂风的“撞击”、缆绳的“尖鸣”,以及诸如此类数不胜数的表达,它们有的昭示声音,有的昭示形态,有的昭示作为,有的昭示情感,有的昭示运动,有的昭示静止,有的昭示任何其他事物。关于这些问题,前人已有许多论述,而最精辟者出自首位引入词源学论述的苏格拉底弟子柏拉图之手,见于其多篇著作,尤以《克拉底鲁篇》为最。 那么,我这一论述的主旨究竟为何呢?即:依字母的交错编织,音节的效力呈现多样;依音节的组合构成,词语的性状千差万别;依词语的谐调并置,言辞的形态千姿百态。因此,极具必然性的是:含有优美词语的文风必然优美,而优美的音节与字母是词语之美的原因;悦耳的言辞同样源自悦耳的词语、音节和字母;并且,用以表明人物之品性、激情、心境、行为以及伴随诸事而在这些构件中产生的个别差异,也是自字母的最初构建起便如此形成的。 为了使这番论述清楚明白,我将采用少数几个例子;因为其他例子为数众多,你自行参校亦能发现。在所有诗人中声音最为多样的荷马,每当意图表现秀美容貌的青春光彩以及引人入胜的美丽时,就会采用最上等的元音和最柔和的半元音,既不以哑音使音节过度密集,也不因并置难读之字而阻断声响,而是使字母的协调显得温雅,并在听觉中流畅无滞地流淌,如以下诗句所示: “聪慧的佩涅洛佩从内室步出,宛如阿耳忒弥斯或金色的阿佛洛狄忒;昔日在提洛岛阿波罗的祭坛旁,我曾见一株棕榈幼苗如此拔地而起;我又见到了极为美丽的克罗里斯,涅琉斯曾因其绝色而迎娶了她,并赠予了无数聘礼。” 然而,当他引入悲惨、恐怖或暴烈粗豪的景象时,他所用的元音便非最优美者而是最难听者,并选取刺耳音或哑音中最难以发音者,用它们来充塞密积于音节之中,正如这一诗句: “他在她们面前显现,被咸水摧残损折,令人望而生畏。”
- 16μιμητικοὺς ἡμᾶς τῶν ὀνομάτων
形容词 μιμητικός(善于模仿的)支配宾格性属格 τῶν ὀνομάτων,并作为动词 ποιοῦσα 的宾语补足语与宾语 ἡμᾶς 构成双宾格结构(“使我们成为词语的模仿者”)。结合后文的关系代词从句 οἷς δηλοῦται τὰ πράγματα,指自然引导人类创造并模仿足以摹状万物的词语。
- 16παρὰ μὲν τὰς τῶν γραμμάτων συμπλοκὰς ... παρὰ δὲ τὴν τῶν συλλαβῶν σύνθεσιν ... παρὰ δὲ τὰς τῶν ὀνομάτων ἁρμονίας
介词 παρά 支配宾格并列出现三次,表示原因或依存关系(“依据”、“依随”)。它表明了语言结构的层级递进:音节的诸种效力取决于字母的交织,词语的百般性状取决于音节的组合,而言辞的万千形态则取决于词语的谐调并置。
- 16ὥστε πολλὴ ἀνάγκη καλὴν μὲν εἶναι λέξιν ... κάλλους δὲ ὀνομάτων συλλαβάς τε καὶ γράμματα καλὰ αἴτια εἶναι, ἡδεῖαν δὲ διάλεκτον ἐκ τῶν ἡδυνόντων τὴν ἀκοὴν γίνεσθαι ... τάς τε κατὰ μέρος ἐν τούτοις διαφοράς ... ἀπὸ τῆς πρώτης κατασκευῆς τῶν γραμμάτων γίνεσθαι τοιαύτας
在引导结果从句的 ὥστε 之后,省略了系动词的非人称短语 πολλὴ ἀνάγκη [ἐστί](“极有必然性”)统领四个并列的“宾格+不定式”从属结构作为其逻辑主语:(1) καλὴν μὲν εἶναι λέξιν..., (2) κάλλους δὲ ... αἴτια εἶναι, (3) ἡδεῖαν δὲ διάλεκτον ... γίνεσθαι, 以及 (4) τάς τε ... διαφοράς ... γίνεσθαι τοιαύτας。长句的骨干即为由 ἀνάγκη 所支配的这一连串不定式短语。
