- 底本
- Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 2. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1904.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0081.tlg012.humanitext-grc2:15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者阐述了由字母构成的音节因辅音的增减而在长短轻重上存在可感知的细微差异,并产生多样的音响质感;进而指出荷马等杰出诗人和作家正是利用音节的构建与缩减来逼真地再现事物的情态与情感。
ἐκ δὴ τῶν γραμμάτων τοσούτων τε ὄντων καὶ δυνάμεις τοιαύτας ἐχόντων αἱ καλούμεναι γίνονται συλλαβαί. τούτων δὲ εἰσὶ μακραὶ μὲν ὅσαι συνεστήκασιν ἐκ τῶν φωνηέντων τῶν μακρῶν ἢ τῶν διχρόνων ὅταν μακρῶς ἐκφέρηται, καὶ ὅσαι λήγουσιν εἰς μακρὸν ἢ μακρῶς λεγόμενον γράμμα ἢ εἴς τι τῶν ἡμιφώνων τε καὶ ἀφώνων· βραχεῖαι δὲ ὅσαι συνεστήκασιν ἐκ βραχέος φωνήεντος ἢ βραχέως λαμβανομένου, καὶ ὅσαι λήγουσιν εἰς ταῦτα. μήκους δὲ καὶ βραχύτητος συλλαβῶν οὐ μία φύσις, ἀλλὰ καὶ μακρότεραί τινές εἰσι τῶν μακρῶν καὶ βραχύτεραι τῶν βραχειῶν. ἔσται δὲ τοῦτο φανερὸν ἐπὶ τῶν παραδειγμάτων. ὁμολογεῖται δὴ βραχεῖα εἶναι συλλαβή, ἣν ποιεῖ φωνῆεν γράμμα βραχὺ τὸ ο, ὡς λέγεται ὁδός. ταύτῃ τις προσθέτω γράμμα ἓν τῶν ἡμιφώνων τὸ ρ καὶ γενέσθω Ῥόδος· μένει μὲν ἔτι βραχεῖα ἡ συλλαβή, πλὴν οὐχ ὁμοίως ἀλλʼ ἕξει τινὰ παραλλαγὴν ἀκαρῆ παρὰ τὴν προτέραν. ἔτι προσθέτω ταύτῃ τῶν ἀφώνων γραμμάτων ἓν τὸ τ καὶ γενέσθω τρόπος· μείζων αὕτη τῶν προτέρων ἔσται συλλαβῶν καὶ ἔτι βραχεῖα μένει. τρίτον ἔτι γράμμα τῇ αὐτῇ συλλαβῇ προστεθήτω τὸ ς καὶ γενέσθω στρόφος· τρισὶν αὕτη προσθήκαις ἀκουσταῖς μακροτέρα γενήσεται τῆς βραχυτάτης μένουσα ἔτι βραχεῖα. οὐκοῦν τέτταρες αὗται βραχείας συλλαβῆς διαφοραὶ τὴν ἄλογον αἴσθησιν ἔχουσαι τῆς παραλλαγῆς μέτρον.1 ὁ δʼ αὐτὸς λόγος καὶ ἐπὶ τῆς μακρᾶς. ἡ γὰρ ἐκ τοῦ η γινομένη συλλαβὴ μακρὰ τὴν φύσιν οὖσα τεττάρων γραμμάτων προσθήκαις παραυξηθεῖσα τριῶν μὲν προταττομένων, ἑνὸς δὲ ὑποταττομένου, καθʼ ἣν λέγεται σπλήν, μείζων ἂν δήπου λέγοιτο εἶναι τῆς προτέρας ἐκείνης τῆς μονογραμμάτου· μειουμένη τʼ οὖν αὖθις καθʼ ἓν ἕκαστον τῶν προστεθέντων γραμμάτων τὰς ἐπὶ τοὔλαττον παραλλαγὰς αἰσθητὰς ἂν ἔχοι. αἰτία δὲ τίς ἐστι τοῦ μήτε τὰς μακρὰς ἐκβαίνειν τὴν αὑτῶν φύσιν μέχρι γραμμάτων ε μηκυνομένας μήτε τὰς βραχείας εἰς ἓν ἀπὸ πολλῶν γραμμάτων συστελλομένας ἐκπίπτειν τῆς βραχύτητος, ἀλλὰ κἀκείνας ἐν διπλασίῳ λόγῳ θεωρεῖσθαι τῶν βραχειῶν καὶ ταύτας ἐν ἡμίσει τῶν μακρῶν, οὐκ ἀναγκαῖον ἐν τῷ παρόντι σκοπεῖν.2 ἀρκεῖ γὰρ ὅσον εἰς τὴν παροῦσαν ὑπόθεσιν ἥρμοττεν εἰρῆσθαι, ὅτι διαλλάττει καὶ βραχεῖα συλλαβὴ βραχείας καὶ μακρὰ μακρᾶς καὶ οὐ τὴν αὐτὴν ἔχει δύναμιν οὔτʼ ἐν λόγοις ψιλοῖς οὔτʼ ἐν ποιήμασιν ἢ μέλεσιν διὰ μέτρων ἢ ῥυθμῶν κατασκευαζομένοις πᾶσα βραχεῖα καὶ πᾶσα μακρά. πρῶτον μὲν δὴ θεώρημα τοῦτο τῶν ἐν ταῖς συλλαβαῖς παθῶν, ἕτερον δὲ τοιόνδε· τῶν γραμμάτων πολλὰς ἐχόντων διαφορὰς οὐ μόνον περὶ τὰ μήκη καὶ τὰς βραχύτητας ἀλλὰ καὶ περὶ τοὺς ἤχους, ὑπὲρ ὧν ὀλίγῳ πρότερον εἴρηκα, πᾶσα ἀνάγκη καὶ τὰς ἐκ τούτων συνισταμένας συλλαβὰς ἢ διὰ τούτων πλεκομένας ἅμα τήν τε ἰδίαν ἑκάστου σῴζειν δύναμιν καὶ τὴν κοινὴν ἁπάντων, ἣ γίνεται διὰ τῆς κράσεώς τε καὶ παραθέσεως αὐτῶν· ἐξ ὧν μαλακαί τε φωναὶ γίνονται καὶ σκληραὶ καὶ λεῖαι καὶ τραχεῖαι, γλυκαίνουσαί τε τὴν ἀκοὴν καὶ πικραίνουσαι, καὶ στύφουσαι καὶ διαχέουσαι, καὶ πᾶσαν ἄλλην κατασκευάζουσαι διάθεσιν φυσικήν· αὗται δʼ εἰσὶ μυρίαι τὸ πλῆθος ὅσαι. ταῦτα δὴ καταμαθόντες οἱ χαριέστατοι ποιητῶν τε καὶ συγγραφέων τὰ μὲν αὐτοὶ κατασκευάζουσιν ὀνόματα συμπλέκοντες ἐπιτηδείως ἀλλήλοις, τὰ δὲ γράμματα καὶ τὰς συλλαβὰς οἰκείας οἷς ἂν βούλωνται παραστῆσαι πάθεσιν ποικίλως φιλοτεχνοῦσιν, ὡς ποιεῖ πολλάκις Ὅμηρος, ἐπὶ μὲν τῶν προσηνέμων αἰγιαλῶν τῇ παρεκτάσει τῶν συλλαβῶν τὸν ἄπαυστον ἐκφαίνειν βουλόμενος ἦχον "ἠιόνες βοόωσιν ἐρευγομένης ἁλὸς ἔξω·" ἐπὶ δὲ τοῦ τετυφλωμένου Κύκλωπος τό τε τῆς ἀλγηδόνος μέγεθος καὶ τὴν διὰ τῶν χειρῶν βραδεῖαν ἔρευναν τῆς τοῦ σπηλαίου θύρας "Κύκλωψ δὲ στενάχων τε καὶ ὠδίνων ὀδύνῃσι, χερσὶ ψηλαφόων·" καὶ ἄλλοθί που δέησιν ἐνδείξασθαι βουλόμενος πολλὴν καὶ κατεσπουδασμένην "οὐδʼ εἴ κεν μάλα πολλὰ πάθῃ ἑκάεργος Ἀπόλλων, προπροκυλινδόμενος πατρὸς Διὸς αἰγιόχοιο." μυρία ἔστιν εὑρεῖν παρʼ αὐτῷ τοιαῦτα χρόνου μῆκος ἢ σώματος μέγεθος ἢ πάθους ὑπερβολὴν ἢ στάσεως ἠρεμίαν ἢ τῶν παραπλησίων τι δηλοῦντα παρʼ οὐδὲν οὕτως ἕτερον ἢ τὰς τῶν συλλαβῶν κατασκευάς·3 καὶ ἄλλα τούτοις ἐναντίως εἰργασμένα εἰς βραχύτητα καὶ τάχος καὶ σπουδὴν καὶ τὰ τούτοις ὁμοιογενῆ, ὡς ἔχει ταυτί "ἀμβλήδην γοόωσα μετὰ δμωῇσιν ἔειπεν "καὶ "ἡνίοχοι δʼ ἔκπληγεν, ἐπεὶ ἴδον ἀκάματον πῦρ." ἐφʼ ἧς μὲν γὰρ ἡ τοῦ πνεύματος δηλοῦται συγκοπὴ καὶ τὸ τῆς φωνῆς ἄτακτον, ἐφʼ ὧν δʼ ἡ τῆς διανοίας ἔκστασις καὶ τὸ τοῦ δείματος ἀπροσδόκητον· ποιεῖ δὲ τούτων ἑκάτερον ἡ τῶν συλλαβῶν τε καὶ γραμμάτων ἐλάττωσις.
正是由如此多数且具有如此特质的字母,构成了所谓的音节。在这些音节中,长音节是指所有由长元音构成的音节,或者由兼量元音在读为长音时所构成的音节,以及所有收尾于长字母、被读作长音的字母、或半元音及哑音之一的音节;而短音节是指所有由短元音或被当作短音的元音构成的音节,以及所有收尾于这些元音的音节。然而,音节的长短并非只有单一的性状,而是在长音节中有些比其他长音节更长,在短音节中有些比其他短音节更短。这一点在实例中将表现得十分清楚。 例如,人们公认由短元音字母ο所构成的音节是短音节,正如读作hodos时那样。若有人在此音节上加上半元音字母之一的ρ,使之成为Rhodos:该音节固然仍然保持为短音节,但并非完全相同,而是与前者相比会产生一丝细微的差异。若再在此音节上加上哑音字母之一的τ,使之成为tropos:这一音节将大于前述音节,且依然保持为短音节。若再给同一音节加上第三个字母ς,使之成为strophos:通过这三个可听闻的添加,它将比最短的音节更长,却依然保持为短音节。因此,短音节的这四种差异,是以直接的感官感受作为其变异尺度的。同样的道理亦适用于长音节。因为由η生成的音节本性上是长音节,当通过添加四个字母——三个置于前,一个置于后——而扩充,正如读作splēn时那样,人们自会认为它比此前那个仅含单字母的音节更为庞大;若再将其添加的字母逐一减去,它亦会在向较小方向的变化中呈现出可感知的差异。至于长音节即便延长至五个字母也不超出自身本性,短音节即便从多个字母紧缩为一个字母也不失其短度,反而前者被视为短音节的双倍比率,后者被视为长音节的半数比率,其原因何在,目前并无探讨之必要。因为只要陈述与当前论题相宜的内容便已足够:即一个短音节与另一个短音节有所不同,一个长音节与另一个长音节有所不同,无论在单白散文还是由格律与节奏所构建的诗歌乐曲中,并非每个短音节和每个长音节都具有完全相同的效力。 这便是关于音节特性的第一个考察;第二个则如下:正如我方才所言,由于字母不仅在长短上,而且在声响上也具有诸多差异,因此由这些字母构成或经由它们交织而成的音节,必然同时保留每个字母自身的独特效力以及全体共有的效力——这共有效力乃是通过它们的混合与并置而产生的。从这些组合中产生了柔和之声与刚硬之声、平滑之声与粗糙之声,或使听觉甜美愉悦,或使听觉苦涩不快,或收敛凝滞,或舒展发散,并塑造出所有其他的自然情态;而这些情态在数量上不可胜数。 诗人与散文作家中最优异者深知此道,他们一方面自行适当地将词语彼此编织而加以构建,另一方面巧妙地运用各种技艺使字母和音节适宜于他们意图表现的情感,正如荷马常做的那样。在描写迎风的海岸时,他希望通过音节的延展来显现那永无休止的声响,便写道: “荒滩轰鸣,当大海向外奔涌倾吐之时;”而在描写被弄瞎的独眼巨人时,为了展现其巨大的痛苦以及用双手在洞穴门口迟缓的摸索,他写道: “独眼巨人呻吟着,在痛楚中挣扎,用双手摸索着;”又在别处,当他希望表现一种极其恳切而热忱的祈求时,他写道: “即便远射的神阿波罗遭受极多苦难,在持埃癸斯盾的父亲宙斯面前匍匐翻滚。” 在他的作品中,可以找到无数此类例子,它们仅仅通过音节的构建,而不借助于任何其他手段,来展现时间的漫长、躯体的巨大、情感的炽烈、姿态的平静或诸如此类的状态。亦有相反的例子,是为了短促、迅捷、紧迫以及与其性质相同的情境而作的,正如以下诗句: “抽噎着哭泣,她在女仆中间说道,”以及: “御者们惊恐万分,当他们看见那不知疲倦的火焰之时。” 因为在她身上展现了气息的窒息中断与声音的紊乱,而在他们身上展现了神智的恍惚与突如其来的恐怖;而造成这二者的,正是音节与字母的缩减。
- 15τὴν ἄλογον αἴσθησιν ἔχουσαι τῆς παραλλαγῆς μέτρον
τὴν ἄλογον αἴσθησιν是ἔχουσαι的直接宾语,μέτρον作补足语(谓语性宾格),意为“以不可言传的直接感官作为变异的尺度”。τῆς παραλλαγῆς是依附于μέτρον的宾格性属格。此处ἄλογος并非贬义的“无理性的”,而是指“非逻辑/算术推演的、凭直接直觉感受的”。
- 15αἰτία δὲ τίς ἐστι τοῦ μήτε τὰς μακρὰς ἐκβαίνειν τὴν αὑτῶν φύσιν ... οὐκ ἀναγκαῖον ἐν τῷ παρόντι σκοπεῖν
该句核心骨架为:αἰτία δὲ τίς ἐστι τοῦ μήτε ... [ταῦτα] οὐκ ἀναγκαῖον [ἐστι] ... σκοπεῖν。带属格冠词的不定式短语(τοῦ μήτε ... ἐκβαίνειν ... μήτε ... ἐκπίπτειν ... ἀλλὰ ... θεωρεῖσθαι)整个依附于名词αἰτία,表示“……的原因究竟是什么,眼下并无考察之必要”。
- 15παρʼ οὐδὲν οὕτως ἕτερον ἢ τὰς τῶν συλλαβῶν κατασκευάς
介词παρά接宾格οὐδὲν ἕτερον表示原因或依据(“由于不是别的什么”),后接比较连词ἤ(“除了……之外”),构成强调句式,意为“仅仅凭借音节的构造,而不因任何其他事物”。
