- 底本
- Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 2. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1904.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0081.tlg012.humanitext-grc2:14#2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
哈利卡纳苏斯的狄奥尼修斯详述了半元音(单纯与双重)和哑音(不送气、送气与中间音)的分类与发音机制,并论述了它们的声音悦耳度与优劣。
φωνηέντων μὲν οὖν γραμμάτων αὕτη φύσις· ἡμιφώνων δὲ τοιάδε· ὀκτὼ τὸν ἀριθμὸν ὄντων αὐτῶν πέντε μέν ἐστιν ἁπλᾶ τό τε λ καὶ τὸ μ καὶ τὸ ν καὶ τὸ ρ καὶ τὸ ς· διπλᾶ δὲ τρία τό τε ζ καὶ τὸ ξ καὶ τὸ ψ. διπλᾶ δὲ λέγουσιν αὐτὰ ἤτοι διὰ τὸ σύνθετα εἶναι τὸ μὲν ζ διὰ τοῦ ς καὶ δ, τὸ δὲ ξ διὰ τοῦ κ καὶ ς, τὸ δὲ ψ διὰ τοῦ π καὶ ς συνεφθαρμένων ἀλλήλοις ἰδίαν φωνὴν λαμβάνοντα,1 ἢ διὰ τὸ χώραν ἐπέχειν δυεῖν γραμμάτων ἐν ταῖς συλλαβαῖς παραλαμβανόμενον ἕκαστον.2 τούτων δὴ κρείττω μέν ἐστι τὰ διπλᾶ τῶν ἁπλῶν, ἐπειδὴ μείζονά ἐστι τῶν ἑτέρων καὶ μᾶλλον ἐγγίζειν δοκεῖ τοῖς τελείοις· ἥττω δὲ τὰ ἁπλᾶ διὰ τὸ εἰς βραχυτέρους τόπους συνάγεσθαι τὸν ἦχον. φωνεῖται δʼ αὐτῶν ἕκαστον τοιόνδέ τινα τρόπον· τὸ μὲν λ τῆς γλώττης πρὸς τὸν οὐρανὸν ἱσταμένης καὶ τῆς ἀρτηρίας συνηχούσης· τὸ δὲ μ τοῦ μὲν στόματος τοῖς χείλεσι πιεσθέντος, τοῦ δὲ πνεύματος διὰ τῶν ῥωθώνων μεριζομένου· τὸ δὲ ν τῆς γλώττης τὴν φορὰν τοῦ πνεύματος ἀποκλειούσης καὶ μεταφερούσης ἐπὶ τοὺς ῥώθωνας τὸν ἦχον· τὸ δὲ ρ τῆς γλώττης ἄκρας ἀπορριπιζούσης τὸ πνεῦμα καὶ πρὸς τὸν οὐρανὸν ἐγγὺς τῶν ὀδόντων ἀνισταμένης· τὸ δὲ ς τῆς μὲν γλώττης προσαγομένης ἄνω πρὸς τὸν οὐρανὸν ὅλης, τοῦ δὲ πνεύματος διὰ μέσων αὐτῶν φερομένου καὶ περὶ τοὺς ὀδόντας λεπτὸν καὶ στενὸν ἐξωθοῦντος τὸ σύριγμα. τρία δὲ τὰ λοιπὰ ἡμίφωνα μικτὸν λαμβάνει τὸν ψόφον ἐξ ἑνὸς μὲν τῶν ἡμιφώνων τοῦ ς, τριῶν δὲ ἀφώνων τοῦ τε δ καὶ τοῦ κ καὶ τοῦ π. οὗτοι σχηματισμοὶ γραμμάτων ἡμιφώνων. δύναται δʼ οὐχ ὁμοίως κινεῖν τὴν ἀκοὴν ἅπαντα· ἡδύνει μὲν γὰρ αὐτὴν τὸ λ καὶ ἔστι τῶν ἡμιφώνων γλυκύτατον, τραχύνει δὲ τὸ ρ καὶ ἔστι τῶν ὁμογενῶν γενναιότατον· μέσως δέ πως διατίθησι τὰ διὰ τῶν ῥωθώνων συνηχούμενα τό τε μ καὶ τὸ ν κερατοειδεῖς ἀποτελοῦντα τοὺς ἤχους. ἄχαρι δὲ καὶ ἀηδὲς τὸ ς καὶ πλεονάσαν σφόδρα λυπεῖ· θηριώδους γὰρ καὶ ἀλόγου μᾶλλον ἢ λογικῆς ἐφάπτεσθαι δοκεῖ φωνῆς ὁ συριγμός· τῶν γοῦν παλαιῶν τινες σπανίως ἐχρῶντο αὐτῷ καὶ πεφυλαγμένως, εἰσὶ δʼ οἳ καὶ ἀσίγμους ὅλας ᾠδὰς ἐποίουν· δηλοῖ δὲ τοῦτο καὶ Πίνδαρος ἐν οἷς φησι· "πρὶν μὲν εἷρπε σχοινοτένειά τʼ ἀοιδὰ διθυράμβω καὶ τὸ σὰν κίβδηλον ἀνθρώποις." τριῶν δὲ τῶν ἄλλων γραμμάτων ἃ δὴ διπλᾶ καλεῖται τὸ ζ μᾶλλον ἡδύνει τὴν ἀκοὴν τῶν ἑτέρων· τὸ μὲν γὰρ ξ διὰ τοῦ κ καὶ τὸ ψ διὰ τοῦ π τὸν συριγμὸν ἀποδίδωσι ψιλῶν ὄντων ἀμφοτέρων, τοῦτο δʼ ἡσυχῇ τῷ πνεύματι δασύνεται καὶ ἔστι τῶν ὁμογενῶν γενναιότατον. καὶ περὶ μὲν τῶν ἡμιφώνων τοσαῦτα. τῶν δὲ καλουμένων ἀφώνων ἐννέα ὄντων τρία μέν ἐστι ψιλά, τρία δὲ δασέα, τρία δὲ μεταξὺ τούτων· ψιλὰ μὲν τὸ κ καὶ τὸ π καὶ τὸ τ, δασέα δὲ τὸ θ καὶ τὸ φ καὶ τὸ χ, κοινὰ δὲ ἀμφοῖν τὸ β καὶ τὸ γ καὶ τὸ δ.3 φωνεῖται δὲ αὐτῶν ἕκαστον τρόπον τόνδε· τρία μὲν ἀπὸ τῶν χειλῶν ἄκρων, ὅταν τοῦ στόματος πιεσθέντος τότε προβαλλόμενον ἐκ τῆς ἀρτηρίας τὸ πνεῦμα λύσῃ τὸν δεσμὸν αὐτοῦ. καὶ ψιλὸν μέν ἐστιν αὐτῶν τὸ π, δασὺ δὲ τὸ φ, μέσον δὲ ἀμφοῖν τὸ β· τοῦ μὲν γὰρ ψιλότερόν ἐστι, τοῦ δὲ δασύτερον. μία μὲν αὕτη συζυγία τριῶν γραμμάτων ἀφώνων ὁμοίῳ σχήματι λεγομένων, ψιλότητι δὲ καὶ δασύτητι διαφερόντων. τρία δὲ ἄλλα λέγεται τῆς γλώττης ἄκρῳ τῷ στόματι προσερειδομένης4 κατὰ τοὺς μετεώρους ὀδόντας, ἔπειθʼ ὑπὸ τοῦ πνεύματος ἀπορριπιζομένης καὶ τὴν διέξοδον αὐτῷ κάτω περὶ τοὺς ὀδόντας ἀποδιδούσης· διαλλάττει δὲ ταῦτα δασύτητι καὶ ψιλότητι· ψιλὸν μὲν γὰρ αὐτῶν ἐστι τὸ τ, δασὺ δὲ τὸ θ, μέσον δὲ καὶ ἐπίκοινον τὸ δ. αὕτη δευτέρα συζυγία τριῶν γραμμάτων ἀφώνων. τρία δὲ τὰ λοιπὰ τῶν ἀφώνων λέγεται μὲν τῆς γλώττης ἀνισταμένης πρὸς τὸν οὐρανὸν ἐγγὺς τοῦ φάρυγγος καὶ τῆς ἀρτηρίας ὑπηχούσης τῷ πνεύματι, οὐδὲν οὐδὲ ταῦτα διαφέροντα τῷ σχήματι ἀλλήλων, πλὴν ὅτι τὸ μὲν κ ψιλῶς λέγεται, τὸ δὲ χ δασέως, τὸ δὲ γ μετρίως καὶ μεταξὺ ἀμφοῖν. τούτων κράτιστα μέν ἐστιν ὅσα τῷ πνεύματι πολλῷ λέγεται, δεύτερα δʼ ὅσα μέσως, κάκιστα δὲ ὅσα ψιλῶς· ταῦτα μὲν γὰρ τὴν αὑτῶν δύναμιν ἔχει μόνην, τὰ δὲ δασέα καὶ τὴν τοῦ πνεύματος προσθήκην, ὥστʼ ἐγγύς που τελειότερα εἶναι ἐκείνων.
元音字母的本性便是如此;而半元音的本性则如下:它们在数目上共有八个,其中五个是单纯的,即λ、μ、ν、ρ和ς;三个是双重的,即ζ、ξ和ψ。人们之所以称它们为双重字母,要么是因为它们是复合的——ζ由ς与δ复合而成,ξ由κ与ς复合而成,ψ由π与ς复合而成,它们彼此混融并获得一种独特的读音;要么是因为它们每一个在音节中被采用时都占据两个字母的位置。在这些字母中,双重字母确实优于单纯字母,因为它们比其余字母更为庞大,似乎更接近完全的声音;而单纯字母则较为逊色,因为其声音被压缩在更狭窄的部位。它们每一个的发音方式大体如下:发λ时,舌头顶住上颚,气管发出共鸣;发μ时,口腔由双唇闭紧,气流由鼻孔分流而出;发ν时,舌头阻断气流的通路,将声音转移至鼻孔;发ρ时,舌尖拍击气流,并在牙齿附近朝向上颚扬起;发ς时,整个舌头向上朝上颚送去,气流从它们中间穿过,并在牙齿周围挤出细而狭窄的咝咝声。其余三个半元音则从半元音之一的ς与三个哑音δ、κ、π中获得混合的杂音。 这些便是半元音字母的形态。但它们并非全都能以同等方式触动听觉:λ令人听来悦耳,是半元音中最甜美的;ρ则使听觉感到粗糙,是同类中最雄健的;通过鼻孔共鸣的μ与ν则产生类似角笛的声响,带来中等程度的感受。ς缺乏优美且令人不快,若使用过多则极具侵扰性;因为它的咝咝声似乎更接近兽类与无理性的喧嚣,而非有理性的言语。无论如何,古人中有些人极少且极其谨慎地使用它,甚至有人创作完全不带ς的抒情诗;品达在其诗句中所说的话也表明了这一点: “昔日曾蜿蜒着迪提兰博斯冗长的歌声,以及对人类而言虚伪的桑字母。” 而在被称为双重字母的其余三个字母中,ζ比其他二者更能悦耳;因为ξ通过κ发出咝咝声,ψ通过π发出咝咝声,二者皆为不送气音,而ζ则伴随微弱的气息而送气,是同类中最雄健的。关于半元音,谈这些就足够了。 在所谓的九个哑音中,三个是不送气音,三个是送气音,三个居于二者之间:不送气音是κ、π、τ,送气音是θ、φ、χ,二者共通的中间音是β、γ、δ。它们每一个的发音方式如下:三个发自唇端,即当口腔闭合之后,从气管喷出的气流冲破口腔的束缚之时。在这些音中,π是不送气音,φ是送气音,β是二者之间的中间音;因为β比前者更送气,比后者更不送气。这是由相同形状发出、仅在不送气与送气上有所区分的三哑音的第一组搭配。另外三个的发音是使舌头抵住上排牙齿附近口的前部,随后被气流拍退,并在牙齿周围为气流提供向下的出口;这些音亦因送气与不送气而有所不同:其中τ是不送气音,θ是送气音,δ则是居间且相通的音。这是三哑音的第二组搭配。其余三个哑音的发音方式是舌头在咽喉附近朝上颚抬起,气管伴随气流在下方应声共鸣;这些音在发音形态上亦彼此毫无差异,唯有κ发得清轻不送气,χ发得粗重送气,而γ适度地居于二者之间。在这些音中,最优秀的乃是以大量气息发出的音,次之是以适度气息发出的音,最差的乃是完全不送气发出的音;因为后者仅具有自身的力量,而送气音还带有气息的附加,以至于在某种程度上比前者更为完全。
- 14συνεφθαρμένων ἀλλήλοις ἰδίαν φωνὴν λαμβάνοντα
συνεφθαρμένων ἀλλήλοις 为属格独立结构,意为“彼此混融”。紧随其后的分词 λαμβάνοντα 为中性复数宾格,在意义上承接前面的 διπλᾶ(即涵盖 τὸ μὲν ζ, τὸ δὲ ξ, τὸ δὲ ψ),作由 διὰ τό 引出的分词短语结构。
- 14παραλαμβανόμενον ἕκαστον
在由定冠词不定式构成的短语 διὰ τὸ χώραν ἐπέχειν δυεῖν γραμμάτων 中,ἕκαστον 作意义上的主语(宾格),παραλαμβανόμενον 与之一致,为中性单数宾格分词,表示“当每一个在音节中被采用时”。
- 14κοινὰ δὲ ἀμφοῖν τὸ β καὶ τὸ γ καὶ τὸ δ
此处理论依据古希腊文法学对哑音(塞音)的三分法:清不送气音(ψιλά: π, τ, κ)、清送气音(δασέα: φ, θ, χ)以及居于两者之间的浊塞音(μέσα,此处作 κοινὰ ἀμφοῖν: β, γ, δ)。古人认为浊音在发音气流的强弱上介于二者之间。
- 14τῆς γλώττης ἄκρῳ τῷ στόματι προσερειδομένης
属格独立结构。与格 ἄκρῳ τῷ στόματι 表处所或接触点,意为“在口腔前部”,后接介词短语 κατὰ τοὺς μετεώρους ὀδόντας(沿着上排牙齿)进一步限定舌头抵触的具体位置。
