← 哈利卡纳苏斯的狄奥尼修斯

论文章结构

§14#1

语音元素的分类与各元音的性质

作者探讨了作为语音基本始原的字母与元素的词源及分类(元音、半元音、哑音),并详细考察了各元音的发音机制与响度优劣。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§14#1

ἀρχαὶ μὲν οὖν εἰσι τῆς ἀνθρωπίνης φωνῆς καὶ ἐνάρθρου μηκέτι δεχόμεναι διαίρεσιν, ἃ καλοῦμεν στοιχεῖα καὶ γράμματα·1 γράμματα μὲν ὅτι γραμμαῖς τισι σημαίνεται, στοιχεῖα δὲ ὅτι πᾶσα φωνὴ τὴν γένεσιν ἐκ τούτων λαμβάνει πρώτων καὶ τὴν διάλυσιν εἰς ταῦτα ποιεῖται τελευταῖα. τῶν δὴ στοιχείων τε καὶ γραμμάτων οὐ μία πάντων φύσις, διαφορὰ δὲ αὐτῶν πρώτη μέν, ὡς Ἀριστόξενος ὁ μουσικὸς ἀποφαίνεται, καθʼ ἣν τὰ μὲν φωνὰς ἀποτελεῖ, τὰ δὲ ψόφους· φωνὰς μὲν τὰ λεγόμενα φωνήεντα, ψόφους δὲ τὰ λοιπὰ πάντα. δευτέρα δὲ καθʼ ἣν τῶν μὴ φωνηέντων ἃ μὲν καθʼ ἑαυτὰ ψόφους ὁποίους δή τινας ἀποτελεῖν πέφυκε, ῥοῖζον ἢ σιγμὸν ἢ μυγμὸν ἢ τοιούτων τινῶν ἄλλων ἤχων δηλωτικούς· ἃ δʼ ἐστὶν ἁπάσης ἄμοιρα φωνῆς καὶ ψόφου καὶ οὐχ οἷά τε ἠχεῖσθαι καθʼ ἑαυτά· διὸ δὴ ταῦτα μὲν ἄφωνα τινὲς ἐκάλεσαν, θάτερα δὲ ἡμίφωνα. οἳ δὲ τριχῇ νείμαντες τὰς πρώτας τε καὶ στοιχειώδεις τῆς φωνῆς δυνάμεις φωνήεντα μὲν ἐκάλεσαν, ὅσα καὶ καθʼ ἑαυτὰ φωνεῖται καὶ μεθʼ ἑτέρων καὶ ἔστιν αὐτοτελῆ· ἡμίφωνα δʼ ὅσα μετὰ μὲν φωνηέντων αὐτὰ ἑαυτῶν κρεῖττον ἐκφέρεται, καθʼ ἑαυτὰ δὲ χεῖρον καὶ οὐκ αὐτοτελῶς· ἄφωνα δʼ ὅσα οὔτε τὰς τελείας οὔτε τὰς ἡμιτελεῖς φωνὰς ἔχει καθʼ ἑαυτά, μεθʼ ἑτέρων δʼ ἐκφωνεῖται. ἀριθμὸς δὲ αὐτῶν ὅστίς ἐστιν, οὐ ῥᾴδιον εἰπεῖν ἀκριβῶς, ἐπεὶ πολλὴν παρέσχε καὶ τοῖς πρὸ ἡμῶν ἀπορίαν τὸ πρᾶγμα· οἳ μὲν γὰρ ᾠήθησαν εἶναι τριακαίδεκα τὰ πάντα τῆς φωνῆς στοιχεῖα, κατεσκευάσθαι δὲ τὰ λοιπὰ ἐκ τούτων· οἳ δὲ καὶ τῶν εἰκοσιτεσσάρων οἷς χρώμεθα νῦν πλείω. ἡ μὲν οὖν ὑπὲρ τούτων θεωρία γραμματικῆς τε καὶ μετρικῆς, εἰ δὲ βούλεταί τις, καὶ φιλοσοφίας οἰκειοτέρα· ἡμῖν δὲ ἀπόχρη μήτʼ ἐλάττους τῶν κδ μήτε πλείους ὑποθεμένοις εἶναι τὰς τῆς φωνῆς ἀρχὰς τὰ συμβεβηκότα αὐτοῖς λέγειν,2 τὴν ἀρχὴν ἀπὸ τῶν φωνηέντων ποιησαμένοις. ἔστι δὴ ταῦτα τὸν ἀριθμὸν ζ, δύο μὲν βραχέα τό τε ε καὶ τὸ ο, δύο δὲ μακρὰ τό τε η καὶ τὸ ω, τρία δὲ δίχρονα τό τε α καὶ τὸ ι καὶ τὸ υ, καὶ γὰρ ἐκτείνεται ταῦτα καὶ συστέλλεται· καὶ αὐτὰ οἳ μὲν δίχρονα, ὥσπερ ἔφην, οἳ δὲ μεταπτωτικὰ καλοῦσιν. φωνεῖται δὲ ταῦτα πάντα παρὰ τῆς ἀρτηρίας συνηχούσης τῷ πνεύματι3 καὶ τοῦ στόματος ἁπλῶς σχηματισθέντος τῆς τε γλώττης οὐδὲν πραγματευομένης ἀλλʼ ἠρεμούσης. πλὴν τὰ μὲν μακρὰ καὶ τῶν διχρόνων ἃ μακρῶς λέγεται τεταμένον λαμβάνει καὶ διηνεκῆ τὸν αὐλὸν τοῦ πνεύματος, τὰ δὲ βραχέα ἢ βραχέως λεγόμενα ἐξ ἀποκοπῆς τε καὶ μιᾷ πληγῇ πνεύματος καὶ τῆς ἀρτηρίας ἐπὶ βραχὺ κινηθείσης ἐκφέρεται. τούτων δὴ κράτιστα μέν ἐστι καὶ φωνὴν ἡδίστην ἀποτελεῖ τά τε μακρὰ καὶ τῶν διχρόνων ὅσα μηκύνεται κατὰ τὴν ἐκφοράν, ὅτι πολὺν ἠχεῖται χρόνον καὶ τὸν τοῦ πνεύματος οὐκ ἀποκόπτει τόνον· χείρω δὲ τὰ βραχέα ἢ βραχέως λεγόμενα, ὅτι μικρόφωνά τε ἐστὶ καὶ σπανίζει τὸν ἦχον. αὐτῶν δὲ τῶν μακρῶν πάλιν εὐφωνότατον μὲν τὸ α, ὅταν ἐκτείνηται· λέγεται γὰρ ἀνοιγομένου τε τοῦ στόματος ἐπὶ πλεῖστον καὶ τοῦ πνεύματος ἄνω φερομένου πρὸς τὸν οὐρανόν. δεύτερον δὲ τὸ η, διότι κάτω τε περὶ τὴν βάσιν τῆς γλώττης ἐρείδει τὸν ἦχον ἀλλʼ οὐκ ἄνω, καὶ μετρίως ἀνοιγομένου τοῦ στόματος. τρίτον δὲ τὸ ω· στρογγυλίζεται γὰρ ἐν αὐτῷ τὸ στόμα καὶ περιστέλλεται τὰ χείλη τήν τε πληγὴν τὸ πνεῦμα περὶ τὸ ἀκροστόμιον ποιεῖται. ἔτι δʼ ἧττον τούτου τὸ υ· περὶ γὰρ αὐτὰ τὰ χείλη συστολῆς γινομένης ἀξιολόγου πνίγεται καὶ στενὸς ἐκπίπτει ὁ ἦχος. ἔσχατον δὲ πάντων τὸ ι· περὶ τοὺς ὀδόντας τε γὰρ ἡ κροῦσις τοῦ πνεύματος γίνεται μικρὸν ἀνοιγομένου τοῦ στόματος καὶ οὐκ ἐπιλαμπρυνόντων τῶν χειλῶν τὸν ἦχον. τῶν δὲ βραχέων οὐδέτερον μὲν εὔμορφον, ἧττον δὲ δυσειδὲς τοῦ ε τὸ ο· διίστησι γὰρ τὸ στόμα κρεῖττον θατέρου καὶ τὴν πληγὴν λαμβάνει περὶ τὴν ἀρτηρίαν μᾶλλον.

那么,人类有节分的声音中不再接受进一步划分的本原,即是我们所谓的“元素”与“字母”:称其为“字母”,是因为它们由某些笔画线条来表示;称其为“元素”,是因为一切声音最初皆源自于它们,最终亦分解为它们。这些元素与字母并非全体都具有单一的本性。正如音乐理论家阿里斯托克塞诺斯所断言的,它们的第一种区别在于:一部分产生声音,另一部分产生杂音;所谓“元音”产生声音,而其余一切产生杂音。第二种区别在于:在非元音中,一部分按其本性能够独立产生某种杂音,如表现呼啸声、咝咝声、哼声或诸如此类其他声响的杂音;另一部分则毫无任何声音与杂音,完全不能自行发响;因此有些人称后者为“哑音”(塞音),称前者为“半元音”。另有些人则将声音的初始元素功能划分为三类:凡既能单独发音又能与他音连发、且能自足者,称为“元音”;凡与元音连用时比单独发音更佳、但单独发音时较差且不自足者,称为“半元音”;凡自身既无完整声音亦无半完整声音、只能与他音连缀方能发音者,称为“哑音”。 至于它们的具体数目,要精确地说出并不容易,因为此事甚至给我们的前人也带来了诸多困惑:有些人认为声音的全部元素只有十三个,其余皆由它们合成;另一些人则认为比我们如今所用的二十四个还要多。因此,关于这些问题的理论探讨更适合归于文法学与韵律学,若有人愿意,亦更适合归于哲学;而对我们来说,只要假定声音的本原不多于也不少于二十四个,并从元音开始阐明它们的附随属性,便已足够了。 这些元音在数目上恰为七个:两个短音即ε和ο,两个长音即η和ω,三个双时值音即α、ι和υ,因为这些既可延长亦可缩短;正如我所言,这些音有人称之为“双时值音”,有人则称之为“可变音”。所有这些音之所以能发响,都是由气管伴随气流共同振鸣,口腔作纯粹的塑形,而舌头不做任何动作、保持静止所致。不过,长元音以及双时值音中发长音者,获得的是延展且持续的气流管道;而短元音或发短音者,则由于气息的骤断、单一的气流冲击以及气管的短暂运动而发出。因此,在这些元音中,最优秀且能产生最悦耳声音的,乃是长元音以及双时值音中在发音上被拉长者,因为它们发响时间长久,且不切断气息的张力;而短元音或发短音者则较为逊色,因为它们声音微弱且声响匮乏。再者,在长元音本身之中,α在被拉长时是最为悦耳的;因为它的发出伴随着口腔最大程度的张开,且气流向上被引向上颚。其次是η,因为它不是将声音向上送,而是向下抵在舌根附近,且口腔适度张开。第三是ω;因为发此音时口腔变圆,双唇收拢,气流在唇口边缘产生冲击。比它更差的是υ;因为在双唇周围发生了显著的收缩,声音被压抑且狭窄地泄出。最差的则是ι;因为口腔仅微张,且双唇未能增添声音的明亮,气流的冲击发生于牙齿附近。而在短元音中,两者皆不优美,但ο比ε略少些难看;因为ο比另一者能更好地张开嘴,并且更多地在气管附近承受气流的冲击。

语法注3 条
  1. 14ἀρχαὶ μὲν οὖν εἰσι τῆς ἀνθρωπίνης φωνῆς καὶ ἐνάρθρου μηκέτι δεχόμεναι διαίρεσιν, ἃ καλοῦμεν στοιχεῖα καὶ γράμματα

    句首的 ἀρχαὶ ... μηκέτι δεχόμεναι διαίρεσιν 作为表语名词短语前置,其后由关系从句 ἃ καλοῦμεν στοιχεῖα καὶ γράμματα 充当语法主语(即“我们所谓的元素与字母,乃是……的本原”)。关系代词 ἃ 的性与数受到了表语名词 στοιχεῖα καὶ γράμματα 的同化引力(attraction)而呈中性复数。

  2. 14ἡμῖν δὲ ἀπόχρη μήτʼ ἐλάττους τῶν κδ μήτε πλείους ὑποθεμένοις εἶναι τὰς τῆς φωνῆς ἀρχὰς τὰ συμβεβηκότα αὐτοῖς λέγειν

    在非人称动词 ἀπόχρη(“足够”)之后,逻辑主语以与格分词 ὑποθεμένοις(与 ἡμῖν 一致)表示,后接主语不定词 λέγειν(宾语为 τὰ συμβεβηκότα αὐτοῖς)。分词 ὑποθεμένοις 本身又支配一个“带不定式的宾格”结构 μήτʼ ἐλάττους ... εἶναι τὰς τῆς φωνῆς ἀρχάς(“假定声音的本原不多于也不少于……”)。

  3. 14παρὰ τῆς ἀρτηρίας συνηχούσης τῷ πνεύματι

    介词 παρά 接属格在此表示工具、原因或渊源(“借由气管……”),并与后文的两个独立属格短语(τοῦ στόματος ἁπλῶς σχηματισθέντος 以及 τῆς τε γλώττης ... ἠρεμούσης)并列,共同交代元音发音的生理条件。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0081.tlg012.humanitext-grc2:14#1