← 哈利卡纳苏斯的狄奥尼修斯

论文章结构

§13

美与悦耳的共有要素及音素音节论的导入

作者指出构成优美和谐的要素(旋律、节奏、变化与得体)与悦耳和谐完全相同,并进而转入讨论作为其根基的字母本性与音节效能。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13

εἶἑν. καλὴ δʼ ἁρμονία πῶς γένοιτʼ ἂν εἴ τις ἔροιτό με καὶ ἐκ ποίων θεωρημάτων,1 οὐκ ἄλλως πως νὴ Δία φαίην ἂν οὐδʼ ἐξ ἄλλων τινῶν ἢ ἐξ ὧν περ ἡ ἡδεῖα· τὰ γὰρ αὐτὰ ποιητικὰ ἀμφοῖν, μέλος εὐγενές, ῥυθμὸς ἀξιωματικός, μεταβολὴ μεγαλοπρεπής, τὸ πᾶσι τούτοις παρακολουθοῦν πρέπον. ὥσπερ γὰρ ἡδεῖά τις γίνεται λέξις, οὕτω γενναία τις ἄρα, καὶ ῥυθμὸς ὥσπερ γλαφυρός τις, οὕτω καὶ σεμνός τις ἕτερος, καὶ τὸ μεταβάλλειν ὥσπερ χάριν ἔχει, οὕτω καὶ τόνον· τὸ δὲ δὴ πρέπον εἰ μὴ τοῦ καλοῦ πλεῖστον ἕξει μέρος, σχολῇ γʼ ἂν ἄλλου τινός.2 ἐξ ἁπάντων δή φημι τούτων ἐπιτηδεύεσθαι δεῖν τὸ καλὸν ἐν ἁρμονίᾳ λέξεως ἐξ ὧν περ καὶ τὸ ἡδύ. αἰτία δὲ κἀνταῦθα ἥ τε τῶν γραμμάτων φύσις καὶ ἡ τῶν συλλαβῶν δύναμις, ἐξ ὧν πλέκεται τὰ ὀνόματα· ὑπὲρ ὧν καιρὸς ἂν εἴη λέγειν, ὥσπερ ὑπεσχόμην.

好了。如果有人问我,优美的和谐如何产生,又源于何种法则,指宙斯发誓,我会说它绝非以其他方式产生,也绝非源于其他法则,而恰恰源于产生悦耳和谐的那些法则。因为产生二者的原由是相同的:高贵的曲调、庄严的节奏、宏肆的变化,以及伴随着这一切的得体适称。正如某种言辞变得悦耳,相应地某种言辞便显得高贵;正如一种节奏雅致,另一种节奏便肃穆;正如变化蕴含着魅力,它也同样蕴含着张力;而至于得体适称,若在优美中都不占最大份额,那么在任何其他事物中就更难占有份额了。因此我主张,言语和谐中的优美,必须从追求悦耳所依据的一切相同要素中去追求。而此处的根由同样在于字母的本性与音节的效能——字词正是由它们交织而成的;关于这些,正如我所允诺的,现在正是探讨的时机了。

语法注2 条
  1. 13καλὴ δʼ ἁρμονία πῶς γένοιτʼ ἂν εἴ τις ἔροιτό με καὶ ἐκ ποίων θεωρημάτων

    句首的 καλὴ δʼ ἁρμονία 属于提前句式(prolepsis),将间接疑问句(πῶς γένοιτʼ ἄν...)的主语提至句首。此外,条件分句 εἴ τις ἔροιτό με 插入在疑问词 πῶς 与 καὶ ἐκ ποίων θεωρημάτων 之间,形成了语序错置。

  2. 13σχολῇ γʼ ἂν ἄλλου τινός

    副词 σχολῇ(引申为“绝不、断然不、更难”)与表潜在的 ἄν 构成的习语。承接前句 εἰ μὴ τοῦ καλοῦ πλεῖστον ἕξει μέρος,此处省略了谓语动词部分(πλεῖστον ἔχοι μέρος),意为“若在优美中不占最大份额,那么在任何其他事物中就绝难[占有最大份额]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0081.tlg012.humanitext-grc2:13