- 底本
- Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 2. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1904.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0081.tlg012.humanitext-grc2:12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者阐述了如何通过调配互相对照的语音与修辞要素来使词句组合悦耳,指出把握适度(时机)须依赖实践经验而非刻板规则,并鼓励凭借精妙的组合大胆选用平凡语词。
οὐχ ἅπαντα πέφυκε τὰ μέρη τῆς λέξεως ὁμοίως διατιθέναι τὴν ἀκοήν, ὥσπερ οὐδὲ τὴν ὁρατικὴν αἴσθησιν τὰ ὁρατὰ πάντα οὐδὲ τὴν γευστικὴν τὰ γευστὰ οὐδὲ τὰς ἄλλας αἰσθήσεις τὰ κινοῦντα ἑκάστην· ἀλλὰ καὶ γλυκαίνουσιν αὐτήν τινες ἦχοι καὶ πικραίνουσι, καὶ τραχύνουσι καὶ λεαίνουσι, καὶ πολλὰ ἄλλα πάθη ποιοῦσι περὶ αὐτήν. αἰτία δὲ ἥ τε τῶν γραμμάτων φύσις ἐξ ὧν ἡ φωνὴ συνέστηκεν, πολλὰς καὶ διαφόρους ἔχουσα δυνάμεις, καὶ ἡ τῶν συλλαβῶν πλοκὴ παντοδαπῶς σχηματιζομένη. τοιαύτην δὴ δύναμιν ἐχόντων τῶν τῆς λέξεως μορίων ἐπειδὴ μεταθεῖναι τὴν ἑκάστου φύσιν οὐχ οἷόν τε, λείπεται τὸ τῇ μίξει καὶ κράσει καὶ παραθέσει συγκρύψαι1 τὴν παρακολουθοῦσαν αὐτῶν τισιν ἀτοπίαν, τραχέσι λεῖα μίσγοντα καὶ σκληροῖς μαλακὰ καὶ κακοφώνοις εὔφωνα καὶ δυσεκφόροις εὐπρόφορα καὶ βραχέσι μακρά, καὶ τἆλλα τὸν αὐτὸν τρόπον εὐκαίρως συντιθέντα καὶ μήτʼ ὀλιγοσύλλαβα πολλὰ ἑξῆς λαμβάνοντα (κόπτεται γὰρ ἡ ἀκρόασις) μήτε πολυσύλλαβα πλείω τῶν ἱκανῶν, μηδὲ δὴ ὁμοιότονα παρʼ ὁμοιοτόνοις μηδʼ ὁμοιόχρονα παρʼ ὁμοιοχρόνοις. χρὴ δὲ καὶ τὰς πτώσεις τῶν ὀνοματικῶν ταχὺ μεταλαμβάνειν (μηκυνόμεναι γὰρ ἔξω τοῦ μετρίου πάνυ προσίστανται ταῖς ἀκοαῖς) καὶ τὴν ὁμοιότητα διαλύειν συνεχῶς ὀνομάτων τε τῶν ἑξῆς τιθεμένων πολλῶν καὶ ῥημάτων καὶ τῶν ἄλλων μερῶν τὸν κόρον φυλαττομένους, σχήμασί τε μὴ ἐπὶ τοῖς αὐτοῖς ἀεὶ μένειν ἀλλὰ θαμινὰ μεταβάλλειν καὶ τρόπους μὴ τοὺς αὐτοὺς ἐπεισφέρειν, ἀλλὰ ποικίλλειν, μηδὲ δὴ ἄρχεσθαι πολλάκις ἀπὸ τῶν αὐτῶν μηδὲ λήγειν εἰς τὰ αὐτὰ ὑπερτείνοντας τὸν ἑκατέρου καιρόν. καὶ μηδεὶς οἰηθῇ με καθάπαξ ταῦτα παραγγέλλειν ὡς ἡδονῆς αἴτια διὰ παντὸς ἐσόμενα ἢ τἀναντία ὀχλήσεως· οὐχ οὕτως ἀνόητός εἰμι· οἶδα γὰρ ἐξ ἀμφοῖν γινομένην πολλάκις ἡδονήν, τοτὲ μὲν ἐκ τῶν ὁμοιογενῶν, τοτὲ δὲ ἐκ τῶν ἀνομοιογενῶν· ἀλλʼ ἐπὶ πάντων οἴομαι δεῖν τὸν καιρὸν θηρᾶν· οὗτος γὰρ ἡδονῆς καὶ ἀηδίας κράτιστον μέτρον. καιροῦ δὲ οὔτε ῥήτωρ οὐδεὶς οὔτε φιλόσοφος εἰς τόδε γε τέχνην ὥρισεν, οὐδʼ ὅσπερ πρῶτος ἐπεχείρησε περὶ αὐτοῦ γράφειν Γοργίας ὁ Λεοντῖνος οὐδὲν ὅ τι καὶ λόγου ἄξιον ἔγραψεν· οὐδʼ ἔχει φύσιν τὸ πρᾶγμα εἰς καθολικὴν καὶ ἔντεχνόν τινα περίληψιν πεσεῖν, οὐδʼ ὅλως ἐπιστήμῃ θηρατός ἐστιν ὁ καιρὸς ἀλλὰ δόξῃ. ταύτην δʼ οἱ μὲν ἐπὶ πολλῶν καὶ πολλάκις γυμνάσαντες ἄμεινον τῶν ἄλλων εὑρίσκουσιν αὐτόν,2 οἱ δʼ ἀγύμναστον ἀφέντες σπανιώτερον καὶ ὥσπερ ἀπὸ τύχης. ἵνα δὲ καὶ περὶ τῶν ἄλλων εἴπω, ταῦτʼ οἴομαι χρῆναι φυλάττειν ἐν τῇ συνθέσει τὸν μέλλοντα διαθήσειν τὴν ἀκοὴν ἡδέως· ἢ τὰ εὐμελῆ καὶ εὔρυθμα καὶ εὔφωνα ὀνόματα, ὑφʼ ὧν γλυκαίνεταί τε καὶ ἐκμαλάττεται καὶ τὸ ὅλον οἰκείως διατίθεται ἡ αἴσθησις, ταῦτα ἀλλήλοις συναρμόττειν, ἢ τὰ μὴ τοιαύτην ἔχοντα φύσιν ἐγκαταπλέκειν τε καὶ συνυφαίνειν τοῖς δυναμένοις αὐτὴν γοητεύειν, ὥστε ὑπὸ τῆς ἐκείνων χάριτος ἐπισκοτεῖσθαι τὴν τούτων ἀηδίαν· οἷόν τι ποιοῦσιν οἱ φρόνιμοι στρατηλάται κατὰ τὰς συντάξεις τῶν στρατευμάτων· καὶ γὰρ ἐκεῖνοι ἐπικρύπτουσι τοῖς ἰσχυροῖς τὰ ἀσθενῆ, καὶ γίνεται αὐτοῖς οὐδὲν τῆς δυνάμεως ἄχρηστον. διαναπαύειν δὲ τὴν ταυτότητά φημι δεῖν μεταβολὰς εὐκαίρους εἰσφέροντα· καὶ γὰρ ἡ μεταβολὴ παντὸς ἔργου χρῆμα ἡδύ. τελευταῖον δὲ ὃ δὴ καὶ πάντων κράτιστον, οἰκείαν ἀποδιδόναι τοῖς ὑποκειμένοις καὶ πρέπουσαν ἁρμονίαν. δυσωπεῖσθαι δʼ οὐδὲν οἴομαι δεῖν οὔτε ὄνομα οὔτε ῥῆμα, ὅ τι καὶ τέτριπται, μὴ σὺν αἰσχύνῃ λέγεσθαι μέλλον·3 οὐδὲν γὰρ οὕτω ταπεινὸν ἢ ῥυπαρὸν ἢ ἄλλην τινὰ δυσχέρειαν ἔχον ἔσεσθαί φημι λόγου μόριον, ᾧ σημαίνεταί τι σῶμα ἢ πρᾶγμα, ὃ μηδεμίαν ἕξει χώραν ἐπιτηδείαν ἐν λόγοις. παρακελεύομαι δὲ τῇ συνθέσει πιστεύοντας ἀνδρείως πάνυ καὶ τεθαρρηκότως αὐτὰ ἐκφέρειν Ὁμήρῳ τε παραδείγματι χρώμενος, παρʼ ᾧ καὶ τὰ εὐτελέστατα κεῖται τῶν ὀνομάτων, καὶ Δημοσθένει καὶ Ἡροδότῳ καὶ τοῖς ἄλλοις, ὧν ὀλίγον ὕστερον μνησθήσομαι καθʼ ὅ τι ἂν ἁρμόττῃ περὶ ἑκάστου. ταῦτά μοι περὶ τῆς ἡδείας εἰρήσθω συνθέσεως, ὀλίγα μὲν ἀπὸ πολλῶν θεωρημάτων, ἱκανὰ δὲ ὡς κεφάλαια εἶναι.
言语的所有组成部分并非天生以相同的方式影响听觉,正如并非所有可见之物都以相同的方式作用于视觉,并非所有可尝之物都以相同的方式作用于味觉,刺激其他各种感觉之物也并非以相同的方式作用于各该感觉一样。反之,某些声音使听觉感到甜美,某些使之苦涩,某些使之粗砺,某些使之柔和,并在听觉中产生许多其他感受。其原因既在于构成声音的字母具有多种多样的效能,也在于音节的编排形成了千变万化的构型。既然言说的各个要素具有这样的效力,而要改变各自的本性又是不可能的,那么剩下的办法就是通过混合、调和与并置,来掩盖某些要素所伴生的刺耳不谐:将平滑的与粗砺的混合,柔软的与坚硬的混合,悦耳的与刺耳的混合,易于发音的与难于发音的混合,漫长的与短促的混合,并以同样的方式适时地组合其余要素;既不连用过多短音节的词(因为听觉会感到困顿受挫),也不使用超出适度数量的多音节词,更不将相同声调的词置于相同声调之旁,亦不将相同时值的词置于相同时值之旁。还应当迅速变换名词的格(因为若超出适度而过度拖延,听觉便会感到极其厌烦),并且防备生厌,不断打破接连并列的众多名词、动词及其他词类的相似性;切莫始终固守于相同的句式构型,而应频繁变换;切莫反复搬用相同的修辞辞格,而当加以丰富;更不可超越各自的适度,频频以相同的词语开头,或以相同的词语结尾。 切莫有人以为我是将这些原则视作始终产生愉悦、或者将其反面视作始终招致烦扰的原因而作绝对规定的;我并非如此愚昧。因为我知道愉悦往往可以从两者中产生,有时源于同质之物,有时源于异质之物。相反,我认为在一切事物中都必须把握适度;因为这是衡量愉悦与不快的最高准绳。然而关于适度,迄今为止既无演说家也无哲学家界定出一套技艺,连最早尝试对此撰文的莱翁蒂尼人高尔吉亚也未曾写出任何值得一提的东西。而且这件事物本质上就无法纳入某种普遍的、系统化的技艺概括之中,适度绝非凭科学知识所能捕获,而是凭经验判断。那些在许多事情中屡屡锻炼这种判断力的人,比其他人能更好地把握适度,而那些听凭其荒废不练的人,则极少能碰准,宛如纯凭侥幸。 为了也谈谈其余的要点,我认为凡打算使听觉获得愉悦的人,在词句组合中必须遵行以下诸事:或者将调美、节畅、音和的语词——借由它们,感官得以受润泽、变柔和并总体上被引向欣悦——彼此调谐拼合;或者将不具备此类性质的语词,交织并穿插于那些足以蛊惑吸引感官的语词之中,从而借助后者的雅致遮蔽前者的刺耳;正如精明的将领在军队布阵中所做的那样:因为他们也是用精锐掩护弱旅,从而使其兵力无一沦于无用。此外,我认为必须通过引入适时的变化来使单调获得调剂;因为变化在一切作为中都是令人愉悦的事情。最后,这确是一切之中最关键的,就是赋予合乎主题且相得益彰的和谐。此外,我认为无论何种名词或动词,凡属实际通行习用的,只要不是带有下流之意而被道出,就绝不该有所避忌;因为我认为,凡指明某种实体或事物的词类部分,绝不会有哪一个是低微、肮脏或带有任何其他嫌恶,以至于在言辞中毫无恰当立足之地的。我奉劝大家信赖词句的组合,极富勇气且胸有成竹地道出它们;我援引荷马——在他那里即便最微贱的字词亦有其位——以及德摩斯梯尼、希罗多德以及其他人作为榜样,关于他们每一个人,我稍后会在适当的地方加以提及。关于悦耳的组合,我就谈这些;这虽是诸多原理中的寥寥数端,但作为纲要已属完备。
- 12λείπεται τὸ τῇ μίξει καὶ κράσει καὶ παραθέσει συγκρύψαι
无人称动词 λείπεται 的语法主语是带有冠词的不定式短语 τὸ ... συγκρύψαι,随后的各分词(如 μίσγοντα、συντιθέντα、λαμβάνοντα 等)采用阳性单数宾格,与不定式隐含的逻辑主语相一致。
- 12ταύτην δʼ οἱ μὲν ἐπὶ πολλῶν καὶ πολλάκις γυμνάσαντες ἄμεινον τῶν ἄλλων εὑρίσκουσιν αὐτόν
指示代词 ταύτην 的先行词是前文的阴性名词 δόξῃ(经验判断),而后文的代词宾语 αὐτόν 则指代阳性名词 καιρόν(适度/时机),全句意为“在诸多事物中屡加锻炼这一判断力的人,能比其他人更好地发现它(适度)”。
- 12δυσωπεῖσθαι δʼ οὐδὲν οἴομαι δεῖν οὔτε ὄνομα οὔτε ῥῆμα, ὅ τι καὶ τέτριπται, μὴ σὺν αἰσχύνῃ λέγεσθαι μέλλον
异形动词 δυσωπεῖσθαι(意为“因难堪而顾忌、嫌恶避用”)支配宾格宾语 οὐδὲν(并由 οὔτε ὄνομα οὔτε ῥῆμα 进一步具体化)。分词短语 μὴ ... μέλλον 带有否定词 μή,充当条件分词,表示“只要不是带有下流之意而被说出”。
