← 哈利卡纳苏斯的狄奥尼修斯

论文章结构

§11#2

日常口语与音乐在声调及节奏上的差异

作者对比了日常口语与音乐在音程、声调及节奏处理上的差异,引欧里庇得斯的诗句说明乐曲旋律对自然语音声调的改变,进而准备探讨散文文句如何通过组合本身达到悦耳。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11#2

διαλέκτου μὲν οὖν μέλος ἑνὶ μετρεῖται διαστήματι τῷ λεγομένῳ διὰ πέντε ὡς ἔγγιστα, καὶ οὔτε ἐπιτείνεται πέρα τῶν τριῶν τόνων καὶ ἡμιτονίου ἐπὶ τὸ ὀξὺ οὔτʼ ἀνίεται τοῦ χωρίου τούτου πλέον ἐπὶ τὸ βαρύ. οὐ μὴν ἅπασα λέξις ἡ καθʼ ἓν μόριον λόγου ταττομένη ἐπὶ τῆς αὐτῆς λέγεται τάσεως, ἀλλʼ ἣ μὲν ἐπὶ τῆς ὀξείας, ἣ δʼ ἐπὶ τῆς βαρείας, ἣ δʼ ἐπʼ ἀμφοῖν. τῶν δὲ ἀμφοτέρας τὰς τάσεις ἐχουσῶν αἳ μὲν κατὰ μίαν συλλαβὴν συνεφθαρμένον ἔχουσι τῷ ὀξεῖ τὸ βαρύ, ἃς δὴ περισπωμένας καλοῦμεν· αἳ δὲ ἐν ἑτέρᾳ τε καὶ ἑτέρᾳ χωρὶς ἑκάτερον ἐφʼ ἑαυτοῦ τὴν οἰκείαν φυλάττον1 φύσιν. καὶ ταῖς μὲν δισυλλάβοις οὐδὲν τὸ διὰ μέσου χωρίον βαρύτητός τε καὶ ὀξύτητος· ταῖς δὲ πολυσυλλάβοις, ἡλίκαι ποτʼ ἂν ὦσιν, ἡ τὸν ὀξὺν τόνον ἔχουσα μία ἐν πολλαῖς ταῖς ἄλλαις βαρείαις ἔνεστιν. ἡ δὲ ὀργανική τε καὶ ᾠδικὴ μοῦσα διαστήμασί τε χρῆται πλείοσιν, οὐ τῷ διὰ πέντε μόνον, ἀλλʼ ἀπὸ τοῦ διὰ πασῶν ἀρξαμένη καὶ τὸ διὰ πέντε μελῳδεῖ καὶ τὸ διὰ τεττάρων καὶ τὸ διὰ τριῶν καὶ τὸν τόνον καὶ τὸ ἡμιτόνιον, ὡς δέ τινες οἴονται, καὶ τὴν δίεσιν αἰσθητῶς· τάς τε λέξεις τοῖς μέλεσιν ὑποτάττειν ἀξιοῖ καὶ οὐ τὰ μέλη ταῖς λέξεσιν, ὡς ἐξ ἄλλων τε πολλῶν δῆλον καὶ μάλιστα ἐκ τῶν Εὐριπίδου μελῶν, ἃ πεποίηκεν τὴν Ἠλέκτραν λέγουσαν ἐν Ὀρέστῃ πρὸς τὸν χορόν· σίγα σῖγα, λευκὸν ἴχνος ἀρβύλης "τίθετε, μὴ κτυπεῖτʼ· ἀποπρὸ βᾶτʼ ἐκεῖσʼ, ἀποπρό μοι κοίτας." ἐν γὰρ δὴ τούτοις τὸ σίγα σῖγα λευκὸν ἐφʼ ἑνὸς φθόγγου μελῳδεῖται, καίτοι τῶν τριῶν λέξεων ἑκάστη βαρείας τε τάσεις ἔχει καὶ ὀξείας. καὶ τὸ ἀρβύλης τῇ μέσῃ συλλαβῇ τὴν τρίτην ὁμότονον ἔχει, ἀμηχάνου ὄντος ἓν ὄνομα δύο λαβεῖν ὀξείας.2 καὶ τοῦ τίθετε βαρυτέρα μὲν ἡ πρώτη γίνεται, δύο δʼ αἱ μετʼ αὐτὴν ὀξύτονοί τε καὶ ὁμόφωνοι. τοῦ τε κτυπεῖτε ὁ περισπασμὸς ἠφάνισται· μιᾷ γὰρ αἱ δύο συλλαβαὶ λέγονται τάσει. καὶ τὸ ἀποπρὸ βᾶτε οὐ λαμβάνει τὴν τῆς μέσης συλλαβῆς προσῳδίαν ὀξεῖαν, ἀλλʼ ἐπὶ τὴν τετάρτην συλλαβὴν μεταβέβηκεν ἡ τάσις ἡ τῆς τρίτης. τὸ δʼ αὐτὸ γίνεται καὶ περὶ τοὺς ῥυθμούς. ἡ μὲν γὰρ πεζὴ λέξις οὐδενὸς οὔτε ὀνόματος οὔτε ῥήματος βιάζεται τοὺς χρόνους οὐδὲ μετατίθησιν, ἀλλʼ οἵας παρείληφεν τῇ φύσει τὰς συλλαβὰς τάς τε μακρὰς καὶ τὰς βραχείας, τοιαύτας φυλάττει· ἡ δὲ μουσική τε καὶ ῥυθμικὴ μεταβάλλουσιν αὐτὰς μειοῦσαι καὶ παραύξουσαι, ὥστε πολλάκις εἰς τἀναντία μεταχωρεῖν· οὐ γὰρ ταῖς συλλαβαῖς ἀπευθύνουσι τοὺς χρόνους, ἀλλὰ τοῖς χρόνοις τὰς συλλαβάς. δεδειγμένης τῆς διαφορᾶς ᾗ διαφέρει μουσικὴ λογικῆς3 λοιπὸν ἂν εἴη κἀκεῖνα λέγειν, ὅτι τὸ μὲν τῆς φωνῆς μέλος, λέγω δὲ οὐ τῆς ᾠδικῆς ἀλλὰ τῆς ψιλῆς, ἐὰν ἡδέως διατιθῇ τὴν ἀκοήν, εὐμελὲς λέγοιτʼ ἄν, ἀλλʼ οὐκ ἐμμελές· ἡ δʼ ἐν τοῖς χρόνοις τῶν μορίων συμμετρία σῴζουσα τὸ μελικὸν σχῆμα εὔρυθμος, ἀλλʼ οὐκ ἔνρυθμος· πῇ δὲ διαφέρει ταῦτα ἀλλήλων, κατὰ τὸν οἰκεῖον καιρὸν ἐρῶ. νυνὶ δὲ τἀκόλουθʼ ἀποδοῦναι πειράσομαι, πῶς ἂν γένοιτο λέξις πολιτικὴ παρʼ αὐτὴν τὴν σύνθεσιν ἡδύνουσα τὴν ἀκρόασιν κατά τε τὰ μέλη τῶν φθόγγων καὶ κατὰ τὰς συμμετρίας τῶν ῥυθμῶν καὶ κατὰ τὰς ποικιλίας τῶν μεταβολῶν καὶ κατὰ τὸ πρέπον τοῖς ὑποκειμένοις, ἐπειδὴ ταῦθʼ ὑπεθέμην τὰ κεφάλαια.

口语谈话的旋律大体上由一个音程来测度,即所谓的五度音程;它既不会朝向高音张紧而超过三个全音加一个半音,也不会朝向低音松弛而超出这一跨度。然而,按单一词类划分的每一个词,并非都以相同的音调发音,而是一个以高音发音,另一个以低音发音,还有一个则兼具两者。在兼具两种音调的词中,有些词是在同一个音节内将低音与高音融合为一,我们恰恰称之为抑扬音;另一些词则在不同的音节中分别保有各自固有的本性。双音节词在低音与高音之间不存在任何过渡间隔;而在多音节词中,无论音节数量多寡,在许多其他低音声调之中,仅有一个音节带有高音声调。与之相对,器乐与歌唱的乐艺则使用更多的音程,不仅使用五度,而且从八度开始,兼唱五度、四度、三度、全音、半音,甚至如某些人所认为的,还能清晰可感地唱出四分之一音。音乐要求词句从属于旋律,而非旋律从属于词句,这从许多其他例子中可见一斑,尤其是欧里庇得斯在《奥瑞斯忒斯》中让厄勒克特拉对歌队所说的那支歌谣: “安静,安静,将鞋履轻盈的步伐 踏下,切勿喧哗!退到那边远处去,离我的卧榻远远地。” 因为在这些词句中,“安静,安静,轻盈的”是以单一音高唱出的,尽管这三个词中的每一个都兼具低音和高音声调。而“鞋履的”其第三个音节与中间音节具有相同的音高,尽管单一名词取得两个高音是不可能的。而且在“踏下”一词中,第一个音节变得更为低沉,紧随其后的两个音节则变为高音且同度。而在“喧哗”中,其抑扬音已经消失;因为这两个音节是以同一个音调发出的。此外,“退到远处”并未在中间音节上接受高音抑扬,反而是第三音节的声调转移到了第四音节上。同样的事情也发生在节奏上。散文言论既不强行改变也不调换任何名词或动词的时值,而是如其自然所赋的原样保留长音节与短音节;但音乐与节奏学则通过减缩与延长来改变它们,以致常常使之转向相反的状态;因为它们绝非依音节来调整时值,而是依时值来调整音节。 既然已经阐明了音乐与语言的差异所在,那么接下来要说的就是:声音的旋律——我指的是素朴口语而非歌唱之声的旋律——若能使听觉获得愉悦,可被称为“悦调的”,但绝非“合曲的”;而各部分时值在保持旋律构型中的对称匀称,可被称为“合节拍的”,但绝非“成韵律的”。关于它们彼此之间有何区别,我将在适当的时机阐述。眼下我将尝试交代后续的内容,即既然我已经设立了这些总纲,那么公众言说究竟该如何单凭组合本身,依据声音的音调、节奏的匀称、变化的丰富多样以及对主题的适切,来使听觉产生愉悦。

语法注3 条
  1. 11τῶν δὲ ἀμφοτέρας τὰς τάσεις ἐχουσῶν αἳ μὲν ... αἳ δὲ ... φυλάττον

    属格短语 τῶν ... ἐχουσῶν 作为部分属格,被主语 αἳ μὲν ... αἳ δὲ 拆分承接。后半句中的分词 φυλάττον 为中性单数,在语法上与(承前省略的 ἔχουσι 的)宾语 ἑκάτερον 保持一致,而非与阴性复数主语 αἳ δὲ 一致。

  2. 11ἀμηχάνου ὄντος ἓν ὄνομα δύο λαβεῖν ὀξείας

    属格绝对结构(ἀμηχάνου ὄντος)支配一个带不定式的宾格句(ἓν ὄνομα δύο λαβεῖν ὀξείας),在语境中带有让步意味(“尽管不可能……”)。

  3. 11δεδειγμένης τῆς διαφορᾶς ᾗ διαφέρει μουσικὴ λογικῆς

    属格绝对结构中内嵌了一个限制性关系从句(ᾗ διαφέρει ...)。关系代词 ᾗ 为表方面或方式的与格(“在何种方面”),随后的 λογικῆς 则是由动词 διαφέρει 所支配的比较属格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0081.tlg012.humanitext-grc2:11#2