- 底本
- Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 2. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1904.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0081.tlg012.humanitext-grc2:11#1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者提出了产生悦耳与美好的四大主导要素(旋律、节奏、变化与适切)及其下属诸特质,并通过观众无论是否通晓技艺皆对音律失误产生本能反感的经验事实,论证包括演说在内的散文在本质上遵循与音乐相同的原理。
ἐξ ὧν δʼ οἶμαι γενήσεσθαι λέξιν ἡδεῖαν καὶ καλήν,1 τέτταρά ἐστι ταῦτα τὰ κυριώτατα καὶ τὰ κράτιστα, μέλος καὶ ῥυθμὸς καὶ μεταβολὴ καὶ τὸ παρακολουθοῦν τοῖς τρισὶ τούτοις πρέπον. τάττω δὲ ὑπὸ μὲν τὴν ἡδονὴν τήν τε ὥραν καὶ τὴν χάριν2 καὶ τὴν εὐστομίαν καὶ τὴν γλυκύτητα καὶ τὸ πιθανὸν καὶ πάντα τὰ τοιαῦτα, ὑπὸ δὲ τὸ καλὸν τήν τε μεγαλοπρέπειαν καὶ τὸ βάρος καὶ τὴν σεμνολογίαν καὶ τὸ ἀξίωμα καὶ τὸν πίνον καὶ τὰ τούτοις ὅμοια. ταυτὶ γάρ μοι δοκεῖ κυριώτατα εἶναι καὶ ὥσπερ κεφάλαια τῶν ἄλλων. ὧν μὲν οὖν στοχάζονται πάντες οἱ σπουδῇ γράφοντες μέτρον ἢ μέλος ἢ τὴν λεγομένην πεζὴν λέξιν, ταῦτʼ ἐστὶ καὶ οὐκ οἶδʼ εἴ τι παρὰ ταῦθʼ ἕτερον· οἱ δὲ πρωτεύσαντες ἐν ἑτέρῳ τινὶ τούτων καὶ ἐν ἀμφοτέροις πολλοί τε καὶ ἀγαθοὶ ἄνδρες· παραδείγματα δὲ αὐτῶν ἑκάστου φέρειν ἐν τῷ παρόντι οὐκ ἐγχωρεῖ, ἵνα μὴ περὶ ταῦτα κατατρίψω τὸν λόγον· καὶ ἅμα εἴ τι λεχθῆναι περί τινος αὐτῶν καθήκει καὶ δεήσει που μαρτυριῶν, ἕτερος αὐτοῖς ἔσται καιρὸς ἐπιτηδειότερος, ὅταν τοὺς χαρακτῆρας τῶν ἁρμονιῶν ὑπογράφω. νῦν δὲ ταῦτʼ εἰρῆσθαι περὶ αὐτῶν ἀπόχρη. ἐπάνειμι δὲ πάλιν ἐπὶ τὰς διαιρέσεις, ἃς ἐποιησάμην τῆς θʼ ἡδείας συνθέσεως καὶ τῆς καλῆς, ἵνα μοι καὶ καθʼ ὁδόν, ὥς φασι, χωρῇ ὁ λόγος. ἔφην δὴ τὴν ἀκοὴν ἥδεσθαι πρώτοις μὲν τοῖς μέλεσιν, ἔπειτα τοῖς ῥυθμοῖς, τρίτον ταῖς μεταβολαῖς, ἐν δὲ τούτοις ἅπασι τῷ πρέποντι. ὅτι δὲ ἀληθῆ λέγω, τὴν πεῖραν αὐτὴν παρέξομαι μάρτυρα, ἣν οὐχ οἷόν τε διαβάλλειν τοῖς κοινοῖς πάθεσιν ὁμολογουμένην· τίς γάρ ἐστιν ὃς οὐχ ὑπὸ μὲν ταύτης τῆς μελῳδίας ἄγεται καὶ γοητεύεται, ὑφʼ ἑτέρας δέ τινος οὐδὲν πάσχει τοιοῦτον, καὶ ὑπὸ μὲν τούτων τῶν ῥυθμῶν οἰκειοῦται, ὑπὸ δὲ τούτων διοχλεῖται; ἤδη δʼ ἔγωγε καὶ ἐν τοῖς πολυανθρωποτάτοις θεάτροις, ἃ συμπληροῖ παντοδαπὸς καὶ ἄμουσος ὄχλος, ἔδοξα καταμαθεῖν, ὡς φυσική τις ἁπάντων ἐστὶν ἡμῶν οἰκειότης πρὸς ἐμμέλειάν τε καὶ εὐρυθμίαν, κιθαριστήν τε ἀγαθὸν σφόδρα εὐδοκιμοῦντα ἰδὼν θορυβηθέντα ὑπὸ τοῦ πλήθους, ὅτι μίαν χορδὴν ἀσύμφωνον ἔκρουσε καὶ διέφθειρεν τὸ μέλος, καὶ αὐλητὴν ἀπὸ τῆς ἄκρας ἕξεως χρώμενον τοῖς ὀργάνοις τὸ αὐτὸ τοῦτο παθόντα, ὅτι σομφὸν ἐμπνεύσας ἢ μὴ πιέσας τὸ στόμα θρυλιγμὸν ἢ τὴν καλουμένην ἐκμέλειαν ηὔλησε. καίτοι γʼ εἴ τις κελεύσειε τὸν ἰδιώτην τούτων τι ὧν ἐνεκάλει τοῖς τεχνίταις ὡς ἡμαρτημένων,3 αὐτὸν ποιῆσαι λαβόντα τὰ ὄργανα, οὐκ ἂν δύναιτο. τί δή ποτε; ὅτι τοῦτο μὲν ἐπιστήμης ἐστίν, ἧς οὐ πάντες μετειλήφαμεν, ἐκεῖνο δὲ πάθος ὃ πᾶσιν ἀπέδωκεν ἡ φύσις. τὸ δʼ αὐτὸ καὶ ἐπὶ τῶν ῥυθμῶν γινόμενον ἐθεασάμην, ἅμα πάντας ἀγανακτοῦντας καὶ δυσαρεστουμένους, ὅτε τις ἢ κροῦσιν ἢ κίνησιν ἢ μορφὴν ἐν ἀσυμμέτροις ποιήσαιτο χρόνοις καὶ τοὺς ῥυθμοὺς ἀφανίσειεν. καὶ οὐχὶ τὰ μὲν ἐμμελῆ καὶ εὔρυθμα ἡδονῆς ἀγωγά ἐστι καὶ πάντες ὑπʼ αὐτῶν κηλούμεθα, αἱ μεταβολαὶ δὲ καὶ τὸ πρέπον οὐκ ἔχουσι τὴν αὐτὴν ὥραν καὶ χάριν οὐδʼ ὑπὸ πάντων ὁμοίως διακούονται· ἀλλὰ κἀκεῖνα πάνυ κηλεῖ πάντας ἡμᾶς κατορθούμενα καὶ εἰς πολλὴν ὄχλησιν ἄγει διαμαρτανόμενα· τεκμαίρομαι δέ, ὅτι καὶ τῆς ὀργανικῆς μούσης καὶ τῆς ἐν ᾠδῇ καὶ τῆς ἐν ὀρχήσει χάριτος μὲν ἐν ἅπασι διευστοχούσης, μεταβολὰς δὲ μὴ ποιησαμένης εὐκαίρους ἢ τοῦ πρέποντος ἀποπλανηθείσης βαρὺς μὲν ὁ κόρος, ἀηδὲς δὲ τὸ μὴ τοῖς ὑποκειμένοις ἁρμόττον φαίνεται. καὶ οὐκ ἀλλοτρίᾳ κέχρημαι τοῦ πράγματος εἰκόνι. μουσικὴ γάρ τις ἦν καὶ ἡ τῶν πολιτικῶν λόγων ἐπιστήμη τῷ ποσῷ διαλλάττουσα4 τῆς ἐν ᾠδῇ καὶ ὀργάνοις, οὐχὶ τῷ ποιῷ· καὶ γὰρ ἐν ταύτῃ καὶ μέλος ἔχουσιν αἱ λέξεις καὶ ῥυθμὸν καὶ μεταβολὴν καὶ πρέπον, ὥστε καὶ ἐπὶ ταύτης ἡ ἀκοὴ τέρπεται μὲν τοῖς μέλεσιν, ἄγεται δὲ τοῖς ῥυθμοῖς, ἀσπάζεται δὲ τὰς μεταβολάς, ποθεῖ δʼ ἐπὶ πάντων τὸ οἰκεῖον, ἡ δὲ διαλλαγὴ κατὰ τὸ μᾶλλον καὶ ἧττον.
依我之见,产生悦耳且美好的文句所依据的最首要、最强有力的要素共有四者:旋律、节奏、变化,以及伴随这三者的适切。我将时鲜、雅致、发音优美、甘美、说服力以及所有诸如此类的品质归于悦耳之下;而将宏伟、庄重、辞藻之肃穆、威严、古风之润泽以及与此相类者归于美好之下。因为在我看来,这些要素是最首要的,且宛如其他诸要素的总纲。因此,凡是用心创作诗律、歌谣或所谓散文言论的人所追求的目标,正是这些,我不知除此以外是否另有他物;而在这两方面之一或在两方面兼具卓越地位者,大有人在且皆为俊杰。在当前场合一一列举他们各自的范例是不可行的,以免我在这些事上耗尽论说;同时,假若应当就他们中的某一位发表评述,并且某处需要例证,那么在我描摹诸调和之风格特征时,将是对他们而言更为适宜的时机。如今关于他们说到此已然足够。我将重新回到此前对悦耳与美好两种组合所作的划分,以便如俗语所说,使我的论述依循正道展开。 我固然说过,听觉首先因旋律而欢悦,其次因节奏,第三因变化,而在这一切之中则因适切而欢悦。至于我所言属实,我将提出经验本身作为证人,经验因与共同的情感相吻合而是不可诋毁的;因为世上何人不会被这种曲调所引导和陶醉,而面对另一种曲调却丝毫不受感染?又有谁不会与这些节奏亲和,却被那些节奏所烦扰?我自己甚至在极多人群聚的剧场中——那里坐满了形形色色且不通文雅的乌合之众——似乎也曾体会到,我们所有人与优美的旋律和合宜的节奏之间存在着何等天然的亲缘关系。当时我目睹一位极负盛名且技艺精湛的齐特拉琴演奏者,仅因拨动了一根不和谐的琴弦而破坏了旋律,便遭到大众的喝倒彩;我又目睹一位以登峰造极之熟练技巧操弄乐器的阿夫洛斯管吹奏者遭受完全同样的命运,只因他吹入的气息虚浮,或者未能夹紧双唇,吹出了杂音或所谓的不谐之音。然而,倘若有人吩咐那外行人亲自拿起乐器,去演奏他曾指责艺术家出错的那些乐声中的任何一种,他是无法做到的。这究竟是为何?因为前者属于专门学识,而这并非我们所有人所能分有;后者则是自然赋予一切人的感知情动。在节奏方面我也目睹了同样的事情发生:每当有人在不合拍的节奏时值中做出敲击、动作或姿态而毁坏了节奏时,所有人无不立刻表现出愤慨与不满。事情绝非是:合调与合节拍之物能引人入胜且我们皆被其所吸引,而变化与适切却不具有同等的时鲜与雅致,亦非未能被所有人同等听辨;相反,那些品质在拿捏得当时同样能完全吸引我们所有人,而在失误错乱时则会带来极大的反感。我推论的依据在于:无论在器乐、歌唱还是舞蹈中,即便在各方面皆极尽典雅,但若未能进行合乎时宜的变化,或者背离了适切性,厌腻便会变得沉重不堪,而不适合于题材之物就会显得令人不悦。我所使用的比喻绝非脱离实质。因为公众言说的学问同样是一种音乐,它与歌唱和器乐中的音乐仅在程度上有所不同,而非在性质上相异;因为在公众言说中,文句同样具有旋律、节奏、变化与适切,以至于在它面前,听觉同样欢悦于旋律,受引于节奏,乐纳变化,并在一切事物中渴望相称之物,其差别仅仅在于程度之多少而已。
- 11ἐξ ὧν δʼ οἶμαι γενήσεσθαι λέξιν ἡδεῖαν καὶ καλήν
由 ἐξ ὧν 引导的关系从句作为句首的前置限定结构(“依我之见产生悦耳与美好文句所依据的源泉”),先行词为后文主句中的 ταῦτα;主句的基本骨架为 τέτταρά ἐστι ταῦτα τὰ κυριώτατα。
- 11καὶ οὐχὶ τὰ μὲν ἐμμελῆ καὶ εὔρυθμα ἡδονῆς ἀγωγά ἐστι καὶ πάντες ὑπʼ αὐτῶν κηλούμεθα, αἱ μεταβολαὶ δὲ καὶ τὸ πρέπον οὐκ ἔχουσι τὴν αὐτὴν ὥραν καὶ χάριν
句首的否定词 οὐχί 统摄随后的整个 μὲν... δέ 对举结构,表达“并非是一方面……而另一方面却不……”的修辞性否定,从而为后文转折引出的肯定命题 ἀλλὰ κἀκεῖνα πάνυ κηλεῖ...(“相反,那些品质也同样完全吸引……”)作铺垫。
- 11τούτων τι ὧν ἐνεκάλει τοῖς τεχνίταις ὡς ἡμαρτημένων
关系代词 ὧν 因受先行词 τούτων 的属格牵引(attractio relativi)而变为属格(本应为宾格 ἅ)。ὡς ἡμαρτημένων 则由 ὡς 加上中性复数属格分词构成,表示所指责的具体内容或名目(“作为出错之处”)。
- 11μουσικὴ γάρ τις ἦν καὶ ἡ τῶν πολιτικῶν λόγων ἐπιστήμη τῷ ποσῷ διαλλάττουσα
未完成过去时 ἦν 在此充当所谓“哲学未完成时”(philosophical imperfect),用于重申或确认一贯存在的事物本质(“原来向来如此”)。分词 διαλλάττουσα 作主语 ἡ τῶν πολιτικῶν λόγων ἐπιστήμη 的定语/状语,说明其区分方式。
