- 底本
- Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 1. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1899.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0081.tlg011.humanitext-grc2:8-11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者列举并分析了修昔底德违背日常语法的若干例证,指出其调换被动与主动语态、单复数互代、变换语法性属,以及采用不合常规的格位搭配与性属不一致(破格句法)。
ὅταν δὲ ἀντὶ τοῦ ποιητικοῦ τὸ παθητικὸν παραλαμβάνῃ, τοῦτον σχηματίζει τὸν τρόπον· ἡμῶν δὲ ὅσοι μὲν Ἀθηναίοις ἤδη ἐνηλλάγησαν· βούλεται μὲν γὰρ δηλοῦν· ἡμῶν δὲ ὅσοι μὲν Ἀθηναίοις συνήλλαξαν, παρείληφεν δὲ τὸ ἐνηλλάγησαν παθητικὸν ὑπάρχον ἀντὶ ποιητικοῦ τοῦ συνήλλαξαν. καὶ τὸ ἐπιφερόμενον τούτῳ· τοὺς δʼ ἐν τῇ μεσογείᾳ μᾶλλον κατῳκημένους· ἀντὶ γὰρ τοῦ ποιητικοῦ ῥήματος τοῦ κατῳκηκότας τὸ παθητικὸν παρείληφεν τὸ κατῳκημένους.
而当他使用被动语态来代替主动语态时,他便以如下方式构句: “而我们当中凡已同雅典人发生交易者……” 因为他意在表示: “而我们当中凡同雅典人建立交往者”,但他却采用了被动形式的“发生交易”,来代替主动形式的“建立交往”。其后的文句亦复如此: “而那些更多定居于内陆的人”;因为他没有使用主动分词“定居”,而是采用了被动分词“被定居”。
παρὰ δὲ τὰς τῶν ἑνικῶν τε καὶ πληθυντικῶν διαφοράς, ὅταν ἐναλλάττῃ τὴν ἑκατέρου τούτων τάξιν, ἑνικὰ μὲν ἀντὶ πληθυντικῶν οὕτως ἐκφέρει· καὶ εἴ τῳ ἄρα παρέστηκεν τὸν μὲν Συρακόσιον, αὑτὸν δὲ οὐ πολέμιον εἶναι τῷ Ἀθηναίῳ· βούλεται μὲν γὰρ τοὺς Συρακοσίους λέγειν καὶ τοὺς Ἀθηναίους, πεποίηκεν δὲ τῶν ὀνομάτων ἑκάτερον ἑνικόν. καὶ ἐν οἷς φησιν· καὶ τὸν πολέμιον δεινότερον ἕξομεν, μὴ ῥᾳδίας αὐτῷ πάλιν οὔσης τῆς ἀναχωρήσεως· τοὺς γὰρ πολεμίους ἐσχημάτικεν ἑνικῶς, οὐχὶ πληθυντικῶς. ἀντὶ δὲ τοῦ ἑνικοῦ τὸ πληθυντικὸν παραλαμβάνει τοῦτον τὸν τρόπον ἐξαλλάττων τὴν συνήθη φράσιν· κεῖται δὲ ἡ λέξις ἐν τῷ προοιμίῳ τοῦ ἐπιταφίου· μέχρι γὰρ τοῦδε ἀνεκτοὶ οἱ ἔπαινοί εἰσιν περὶ ἑτέρων λεγόμενοι, ἐς ὅσον ἂν καὶ αὐτὸς ἕκαστος οἴηται ἱκανὸς εἶναι δρᾶσαί τι ὧν ἤκουσεν· τὸ γὰρ ἕκαστος καὶ τὸ ἤκουσεν ἑνικά, τὰ δʼ ἐπιφερόμενα τούτοις πληθυντικῶς ἐξενήνεκται· τῷ δὲ ὑπερβάλλοντι αὐτὸν φθονοῦντες ἤδη καὶ ἀπιστοῦσιν οὐ καθʼ ἑνὸς λέγεσθαι πεφύκασιν, ἀλλὰ κατὰ πολλῶν.1
此外,关于单数与复数的区别,每当他调换这两者的次序时,他便如下这般以单数代替复数: “假若有人心里认为叙拉古人是敌人,而他自己却并非雅典人的敌人”;因为他本意是指“叙拉古人们”与“雅典人们”,却把这两个名词都作成单数。还有在他所说的这一句中: “并且我们将有更加可怕的敌人,如果他的撤退对他而言并非易事”;因为他是以单数而非复数来构拟“敌人”的。另一方面,他打破习惯表达而以复数代替单数,则是采用如下方式;该文句见于《国葬演说》的引言: “因为关于他人所受的称赞,只有在每个人认为自己也能够做到所听闻之事的限度内,才是可以忍受的”;因为“每个人”与“听闻”是单数,而紧随其后的文字却是以复数表述的: “但对于超出他之事,他们便立刻心生嫉妒,甚至不予相信”;因为这些词语就其本性而言,并非针对单个人而言,而是针对多数人而言的。
ἀρρενικῶν δὲ καὶ θηλυκῶν καὶ οὐδετέρων ἀντιμετατάξεις ἐκβεβηκυῖαι τῶν συνήθων σχημάτων αἱ τοιαίδε εἰσίν, ὅταν τὴν μὲν ταραχὴν τάραχον καλῇ τὸ θηλυκὸν ἐκφέρων ἀρρενικῶς καὶ τὴν ὄχλησιν ὄχλον, τὴν δὲ βούλησιν καὶ τὴν δύναμιν τὸ βουλόμενον λέγῃ καὶ τὸ δυνάμενον· ὡς ἐπὶ τῶν Ἀθηναίων τέθηκεν, ὅτε τὴν εἰς Σικελίαν ἀπέστελλον στρατιάν· οἱ δὲ Ἀθηναῖοι τὸ μὲν βουλόμενον οὐκ ἀφῃρέθησαν ὑπὸ τοῦ ὀχλώδους τῆς παρασκευῆς, καὶ ἐν οἷς περὶ τῶν Θεσσαλῶν εἴρηκεν· ὥστε εἰ μὴ δυναστείᾳ μᾶλλον ἢ ἰσονομίᾳ ἐχρῶντο τῷ ἐπιχωρίῳ οἱ Θεσσαλοί· καὶ γὰρ ἐνταῦθα οὐδέτερον πεποίηκεν τὸ θηλυκόν· ἦν δὲ τὸ σημαινόμενον ὑπὸ τῆς λέξεως τοιόνδε· ὥστε εἰ μὴ δυναστείᾳ μᾶλλον ἢ ἰσονομίᾳ ἐχρῶντο τῇ ἐπιχωρίῳ οἱ Θεσσαλοί.
至于阳性、阴性与中性之间脱离惯常修辞格的相互转换,则是如下的情形:每当他把阴性的“骚乱”以阳性表述为阳性的“骚动”,把阴性的“烦扰”称为阳性的“人群”,把阴性的“意愿”与“力量”称为中性的“所意愿者”与“能行者”时,便属此类。正如他论及雅典人派遣军队前往西西里时所写的那样: “然而雅典人并未因军备的繁杂而丧失其所意愿者”,以及他在谈论色萨利人时所说的话: “因此,若非色萨利人按照本地的习俗,采用强权专制而非法律面前的平等”;因为在此处,他也同样将阴性词作成了中性;该词句所表达的意思实为: “因此,若非色萨利人按照本地的习俗,采用强权专制而非法律面前的平等。”
ἐν οἷς δὲ τὰς πτώσεις τῶν ὀνομάτων καὶ τῶν προσηγοριῶν καὶ τῶν μετοχῶν καὶ τῶν συναπτομένων τούτοις ἄρθρων ἐξαλλάττει τοῦ συνήθους, οὕτως σχηματίζει· σωφροσύνην γὰρ λαβοῦσαι αἱ πόλεις καὶ ἄδειαν τῶν πρασσομένων ἐχώρησαν ἐπὶ τὴν ἄντικρυς ἐλευθερίαν, τῆς ἀπὸ τῶν Ἀθηναίων ὑπούλου εὐνομίας οὐ προτιμήσαντες.2 οἱ μὲν γὰρ ἀκολούθως τῇ κοινῇ συνηθείᾳ σχηματίζοντες τὴν φράσιν τῷ τε θηλυκῷ γένει τῆς προσηγορίας τὸ θηλυκὸν ἂν ἔζευξαν μόριον, καὶ τὴν πτῶσιν τὴν αἰτιατικὴν ἂν ἀντὶ τῆς γενικῆς ἔταξαν τὸν τρόπον τόνδε· σωφροσύνην γὰρ λαβοῦσαι αἱ πόλεις καὶ ἄδειαν τῶν πρασσομένων ἐχώρησαν ἐπὶ τὴν ἄντικρυς ἐλευθερίαν, τὴν ἀπὸ τῶν Ἀθηναίων ὕπουλον εὐνομίαν οὐ προτιμήσασαι. οἱ δὲ τὰ ἀρρενικὰ τοῖς θηλυκοῖς συντάττοντες, ὥσπερ οὗτος πεποίηκεν, καὶ τὰς γενικὰς ἀντὶ τῶν αἰτιατικῶν πτώσεων παραλαμβάνοντες σολοικίζειν ἂν ὑφʼ ἡμῶν λέγοιντο. καὶ ἔτι τὰ τοιαῦτα· καὶ μὴ τῷ πλήθει αὐτῶν καταπλαγέντες·3 οὐ γὰρ ἐπὶ τῆς δοτικῆς πτώσεως ἐσχηματίσθαι τὴν λέξιν ἥρμοττεν, ἀλλʼ ἐπὶ τῆς αἰτιατικῆς· καὶ μὴ τὸ πλῆθος τῶν πολεμίων καταπλαγέντες. οὐδὲ γὰρ τῇ παρὰ τῶν θεῶν ὀργῇ φοβεῖσθαι λέγοιτʼ ἄν τις, ἀλλὰ τὴν τῶν θεῶν ὀργήν.
而在他将名词、普通名词、分词以及与它们相结合的冠词的格背离习惯用法之处,他便如此构句: “因为各城邦获得了节制以及对其所作之事的免责,便走向完全的自由,并未对雅典人那包藏祸心的良治予以优先选择。” 因为凡依照普遍习惯构拟句式的人,本应把阴性成分连接于名词的阴性,并以宾格代替属格,作如下的安排: “因为各城邦获得了节制以及对其所作之事的免责,便走向完全的自由,并未优先选择雅典人那包藏祸心的良治。” 然而,若像此人所做的那样,将阳性与阴性相结合,并以属格代替宾格,便会被我们指责为犯了语法悖理之病。此外还有诸如此类的例子: “且未被他们的人数吓倒”;因为该表达本不宜以与格构拟,而宜以宾格表述: “且未畏惧敌人的数量。” 因为任何人都不至于被说成“因来自众神的愤怒而害怕”,而会被说成“害怕众神的愤怒”。
- 9τῷ δὲ ὑπερβάλλοντι αὐτὸν φθονοῦντες ἤδη καὶ ἀπιστοῦσιν οὐ καθʼ ἑνὸς λέγεσθαι πεφύκασιν, ἀλλὰ κατὰ πολλῶν
哈利卡纳苏斯的狄奥尼修斯在此指出,引文中由前文的单数主语(ἕκαστος)向紧随其后的复数谓词成分(φθονοῦντες ἤδη καὶ ἀπιστοῦσιν)发生了句法上的转变。主节动词 πεφύκασιν 的主语是所引述的复数表达成分,与不定式 λέγεσθαι 构成补充结构,意为“它们就其本性而言不是针对单个对象,而是针对多数对象而言的”。
- 11σωφροσύνην γὰρ λαβοῦσαι αἱ πόλεις καὶ ἄδειαν τῶν πρασσομένων ἐχώρησαν ἐπὶ τὴν ἄντικρυς ἐλευθερίαν, τῆς ἀπὸ τῶν Ἀθηναίων ὑπούλου εὐνομίας οὐ προτιμήσαντες
此处引自修昔底德第八卷,狄奥尼修斯指出了其中的两处语法反常:(1) 依意一致(constructio ad sensum),阴性复数主语 αἱ πόλεις 搭配了阳性复数分词 προτιμήσαντες;(2) 动词 προτιμάω 通常支配宾格补足语,此处却支配了属格 τῆς... εὐνομίας。狄奥尼修斯将此作为明显的语法悖理(破格用法)加以剖析。
- 11καὶ μὴ τῷ πλήθει αὐτῶν καταπλαγέντες
狄奥尼修斯在此排斥了 καταπλαγέντες(被动不定过去分词)与表示原因的与格 τῷ πλήθει 搭配的用法,主张应依照规范使用表示畏惧对象的宾格 τὸ πλῆθος。下文以 φοβεῖσθαι 支配宾格而非与格作为对照,进一步表明他将此处的与格结构视作反常的格位替换。
