- 底本
- Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 1. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1899.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0081.tlg011.humanitext-grc2:3-7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
哈利卡纳苏斯的狄奥尼修斯列举了修昔底德著作中古罕词与诗意词的具体例子,随后通过引用《伯罗奔尼撒战争史》中的原文,实证了其在迂回陈述、动词名词化、名词动词化以及主动与被动语态互换等方面的独特句式建构。
Γλωσσηματικὰ μὲν οὖν καὶ ἀπηρχαιωμένα καὶ δυσείκαστα τοῖς πολλοῖς ἐστι τό τε ἀκραιφνές καὶ ὁ ἐπιλογισμός καὶ ἡ περιωπή καὶ ἡ ἀνακωχή καὶ τὰ ὅμοια τούτοις. ποιητικὰ δὲ ἥ τε κωλύμη καὶ ἡ πρέσβευσις καὶ ἡ καταβοή καὶ ἡ ἀχθηδών καὶ ἡ δικαίωσις καὶ τὰ παραπλήσια. ἡ δʼ ἐν τοῖς σχηματισμοῖς καινότης τε καὶ πολυτροπία καὶ ἡ ἐξαλλαγὴ τῆς συνήθους χρήσεως, ἐν ᾗ μάλιστα διαφέρειν αὐτὸν ἡγούμεθα τῶν ἄλλων, ἐπὶ τούτων γίγνεται τῶν ἔργων φανερά·
因此,陈旧的、古罕的且难以被大众揣摩的词汇有“纯洁的”、“深思”、“守望哨”、“停战”以及诸如此类的词语;而富有诗意的词汇则是“阻碍”、“遣使”、“责难”、“沉痛”、“权利申索”及与其相仿之词。 另一方面,在句式建构中的新奇与多变,以及对日常习惯用法的背离——在我们看来,他正是在这一方面最显著地胜过他人——在以下这些实际文句中显明出来。
ὅταν μὲν οὖν μίαν λέξιν εἴτε ὀνοματικὴν εἴτε ῥηματικὴν ἐν πλείοσιν ὀνόμασιν ἢ ῥήμασιν ἐκφέρῃ περιφράζων τὴν αὐτὴν νόησιν, τοιαύτην ποιεῖ τὴν λέξιν· ἦν γὰρ ὁ Θεμιστοκλῆς βεβαιότατα δὴ φύσεως ἰσχὺν δηλώσας1 καὶ διαφερόντως τι ἐς αὐτὸ μᾶλλον ἑτέρου ἄξιος θαυμάσαι. καὶ μὴν ἐν τῷ ἐπιταφίῳ γέγραφεν· οὐδʼ αὖ κατὰ πενίαν, ἔχων δέ τι ἀγαθὸν δρᾶσαι τὴν πόλιν, ἀξιώματος ἀφανείᾳ κεκώλυται· καὶ γὰρ ἐν τούτοις τὸ σύντομον ποιεῖ τὸν λόγον τοιοῦτον, ὡς ἐπὶ τοῦ Λακεδαιμονίου Βρασίδα τέθηκεν, ὅτε μαχόμενος περὶ Πύλον ἀπὸ τῆς νεὼς τραυματίας γενόμενος ἐξέπεσεν· πεσόντος δὲ αὐτοῦ φησίν εἰς τὴν παρεξειρεσίαν ἡ ἀσπὶς περιερρύη. βούλεται γὰρ δηλοῦν· πεσόντος δὲ αὐτοῦ ἔξω τῆς νεὼς ἐπὶ τὰ προέχοντα μέρη τῆς εἰρεσίας.
每当他把一个不论是名词性还是动词性的单字,用较多的名词或动词表达出来,从而转述同一思想时,他便把语句作成如下模样: “因为地米斯托克利确曾最坚定地彰显了其天资的力量,并在此一品质上远比其他人更值得赞叹。” 此外,在《国葬演说》中他也写道: “再者,也不会有人由于贫穷,虽能为城邦做些有益之事,却因地位的低微而受到阻碍。” 不仅如此,在这些文句中,简练往往使话语呈现出这样的状态,正如他关于拉凯代蒙人布拉西达斯所写下的那样,当时此人在皮洛斯作战,受了伤从船上跌落: “而当他跌落时,”他说,“落入船外桨座伸出部,盾牌便滑脱了。” 因为他意在表示: “当他跌落到船身之外、桨座伸出的部位时。”
ἐν οἷς δὲ τὰ ῥηματικὰ μόρια τῆς λέξεως ὀνοματικῶς σχηματίζει, τοιαύτην ποιεῖ τὴν φράσιν· ἔστιν δὲ αὐτῷ πρὸς Ἀθηναίους ὁ Κορίνθιος ἐν τῇ πρώτῃ βύβλῳ τάδε λέγων· δικαιώματα μὲν οὖν τάδε πρὸς ὑμᾶς ἔχομεν, παραίνεσιν δὲ καὶ ἀξίωσιν χάριτος τοιάνδε. τὸ γὰρ παραινεῖν καὶ ἀξιοῦν ῥήματα ὄντα ὀνοματικὰ γέγονεν παραίνεσις καὶ ἀξίωσις. ταύτης ἐστὶ τῆς ἰδέας ἥ τε οὐκ ἀποτείχισις2 τοῦ Πλημμυρίου ἡ ἐν τῇ ἑβδόμῃ βύβλῳ καὶ ἡ ὀλόφυρσις ἣν ἐν τῇ πρώτῃ βύβλῳ τέθηκεν ἐν δημηγορίᾳ. τὸ γὰρ ἀποτειχίσαι καὶ τὸ ὀλοφύρασθαι ῥηματικὰ ὄντα ὀνοματικῶς ἐσχημάτικεν ἀποτείχισιν καὶ ὀλόφυρσιν.
而在他将言辞中的动词成分作名词性构句的地方,他便作成如下的表述;在第一卷中,科林斯人对雅典人这样说道: “因此,这些是我们面对你们所持有的正当要求,并有如下的劝告与感恩的要求。” 因为“劝告”和“要求”本来是动词,在此却成了名词性的“劝告”与“要求”。属于这一类的,还有第七卷中普勒米利昂的“未予筑墙围困”,以及他在第一卷演说辞中所用的“哀痛”;因为“筑墙围困”与“哀悼”本是动词,他却以名词性的方式构拟为“筑墙围困”与“哀痛”。
ὅταν δὲ ἀντιστρέψας ἑκατέρου τούτων τὴν φύσιν τὰ ὀνόματα ποιῇ ῥήματα, τοῦτον τὸν τρόπον ἐκφέρει τὴν λέξιν, ὡς ἐν τῇ πρώτῃ βύβλῳ περὶ τῆς αἰτίας τοῦ πολέμου γράφει· τὴν μὲν οὖν ἀληθεστάτην αἰτίαν, λόγῳ δὲ ἀφανεστάτην, τοὺς Ἀθηναίους οἴομαι μεγάλους γινομένους ἀναγκάσαι εἰς τὸ πολεμεῖν.3 βούλεται γὰρ δηλοῦν, ὅτι μεγάλοι γιγνόμενοι οἱ Ἀθηναῖοι ἀνάγκην παρέσχον τοῦ πολέμου· πεποίηκεν δὲ ἀντὶ τῆς ἀνάγκης καὶ τοῦ πολέμου ὀνοματικῶν ὄντων ῥηματικὰ τό τε ἀναγκάσαι καὶ τὸ πολεμεῖν.
然而,当他反转这两者的本性而把名词化为动词时,他便以这种方式表达词句,正如他在第一卷论及战争起因时所写的那样: “因此,我认为最真实、但在言辞中最为隐蔽的起因,乃是雅典人的日益强大迫使人们走向战争。” 因为他意在表明:日益强大的雅典人带来了战争的必然性;但他没有使用作为名词的“必然性”与“战争”,而是使用了动词性的“迫使”与“作战”。
ὅταν δὲ τῶν ῥημάτων ἀλλάττῃ τὰ εἴδη τῶν παθητικῶν καὶ ποιητικῶν, οὕτω σχηματίζει τὸν λόγον· ʽοὔτε γὰρ ἐκεῖνο κωλύει ταῖς σπονδαῖς οὔτε τόδε4ʼ· τὸ γὰρ κωλύει ῥῆμα ἐνεργητικὸν ὑπάρχον ἀντὶ τοῦ κωλύεται παθητικοῦ ὄντος παρείληπται· ἦν δὲ τὸ σημαινόμενον ὑπὸ τῆς λέξεως τοιοῦτο· οὔτε γὰρ ἐκεῖνο κωλύεται ταῖς σπονδαῖς οὔτε τόδε. καὶ ἔτι τὰ ἐν τῷ προοιμίῳ λεγόμενα· (τῆς γὰρ ἐμπορίας οὐκ οὔσης, οὐδʼ ἐπιμιγνύντες ἀδεῶς ἀλλήλοις)· καὶ γὰρ ἐν τούτοις τὸ ἐπιμιγνύντες ἐνεργητικὸν ὑπάρχον ῥῆμα τοῦ ἐπιμιγνύμενοι παθητικοῦ ὄντος χώραν ἐπέχει.
而当他在被动与主动之间调换动词的形式时,他便如此构建言辞:“因为那件事不妨碍条约,这件事也不妨碍。”因为“妨碍”这个动词原本是主动的,在此却被用来代替被动的“受到妨碍”;而该词句所表示的意思本是: “因为那件事不受条约妨碍,这件事也不受妨碍。” 还有在序言中所说的话:“因为既不存在商业,他们也没有毫无畏惧地彼此交往。”在这些话中,“交往”作为主动动词,同样占据了被动动词“被交往”的位置。
- 4ἦν γὰρ ὁ Θεμιστοκλῆς βεβαιότατα δὴ φύσεως ἰσχὺν δηλώσας
由系动词 ἦν 与不定过去时分词 δηλώσας 构成的迂回结构(periphrastic construction)。修昔底德没有使用单纯的过去时限定动词(ἐδήλωσε),而是将分词与 ἦν 结合以突显该人物持久的本性与成就;狄奥尼修斯将此作为“用多个词迂回表达(περιφράζων)单个动词概念”的典型例证。
- 5οὐκ ἀποτείχισις
否定小品词 οὐ 直接修饰并否定名词 ἀποτείχισις,构成一个复合概念(“未修墙围困”、“非包围”)的破格结合。通常 οὐ 用于否定限定动词,但修昔底德在此将动词短语 οὐκ ἀπετείχισαν 名词化,凝聚为一个单一的名词性表达。
- 6τοὺς Ἀθηναίους οἴομαι μεγάλους γινομένους ἀναγκάσαι εἰς τὸ πολεμεῖν
不定式 ἀναγκάσαι 的逻辑主语是宾格的 τοὺς Ἀθηναίους(“雅典人的日益强大……”),而被强迫的宾语对象(斯巴达人一方)在语境中被省略。狄奥尼修斯分析指出,修昔底德将本可用名词表达的逻辑(“雅典人造成了战争的必然性”,ἀνάγκην παρέσχον)转换为动词形式(ἀναγκάσαι, πολεμεῖν)。
- 7οὔτε γὰρ ἐκεῖνο κωλύει ταῖς σπονδαῖς οὔτε τόδε
狄奥尼修斯将主动动词 κωλύει 解释为代指被动语态 κωλύεται,而与格 ταῖς σπονδαῖς 则起着手段或原因与格的作用(“受条约所阻碍”)。另一方面,在文法上亦可将其视为支配与格的不及物主动用法(“对条约构成妨碍”),但狄奥尼修斯的论旨明确将其归为修昔底德颠倒主动与被动语态的特异手法。
