← 哈利卡纳苏斯的狄奥尼修斯

致阿迈乌斯第二信

§12-14

时态与格的不匹配及抽象构句法

哈利卡纳苏斯的狄奥尼修斯举例评述了修昔底德文体中的时态与格的不匹配、言辞能指与所指事物之间的语法倒错、事物的拟人化以及用抽象中性事物替代人物实体的独特构句方式。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12

ἡ δὲ παρὰ τοὺς χρόνους τῶν ῥημάτων ἐκβεβηκυῖα τὸ κατάλληλον1 φράσις τοιαύτη τίς ἐστι· καίτοι εἰ ῥᾳθυμίᾳ μᾶλλον ἢ πόνων μελέτῃ, καὶ μὴ μετὰ νόμων τὸ πλέον ἢ τρόπων ἀνδρείας ἐθέλοιμεν κινδυνεύειν, περιγίνεται ἡμῖν τοῖς τε μέλλουσιν ἀλγεινοῖς μὴ προκάμνειν καὶ ἐς αὐτὰ ἐλθοῦσι μὴ ἀτολμοτέροις τῶν ἀεὶ μοχθούντων φαίνεσθαι· ἐνταῦθα γὰρ τὸ μὲν ἐθέλοιμεν ῥῆμα τοῦ μέλλοντός ἐστι χρόνου δηλωτικόν, τὸ δὲ περιγίγνεται τοῦ παρόντος. ἀκόλουθον δʼ ἂν ἦν, εἰ συνέζευξεν τῷ ἐθέλοιμεν τὸ περιέσται τοῦ τε γὰρ χωρίου τὸ δυσέμβατον ἡμέτερον νομίζω, ὃ μενόντων μὲν ἡμῶν σύμμαχον γίνεται· ὑποχωρήσασι δὲ καίπερ χαλεπὸν ὂν εὔπορον ἔσται.2 τὸ μὲν γὰρ γίνεται τοῦ παρόντος ἐστί, τὸ δὲ ἔσται τοῦ μέλλοντος χρόνου δηλωτικόν. γέγονεν δὲ καὶ παρὰ τὰς πτώσεις σχηματισμὸς ἀκατάλληλος· ἐπὶ μὲν γὰρ τῆς γενικῆς πτώσεως ἐξενήνοχεν τό τε μετοχικὸν ὄνομα τὸ μενόντων καὶ τὸ ἀντονομαστικὸν τὸ ἡμῶν, ἐπὶ δὲ τῆς δοτικῆς τὸ ὑποχωρήσασιν· οἰκειότερον δʼ ἦν καὶ τοῦτο κατὰ τὴν αὐτὴν ἐξενηνέχθαι πτῶσιν.

而在动词时态上偏离规范整合的表述,则大致如下: “然而,如果我们宁愿凭借闲适而非劳苦的操练,宁愿凭借品性的勇敢而非法律的强制去冒险,那么对我们而言便会产生这样的好处:不必为将临的痛苦预先劳累,且当置身其中时,显得并不比那些终生受苦者更加胆怯。” 因为在此处,“如果宁愿”这一动词指示的是将来的时间,而“产生”指示的则是现在。倘若他将“将会产生”与“如果宁愿”相连结,才会是前后顺应一致的。 “因为我认为这处地形的难以登临是对我们有利的,只要我们坚守,它便成为盟友;而对于撤退者而言,尽管地形险阻,却也将变得容易通过。” 因为“成为”指示的是现在,而“将变得”指示的是将来时间。此外,在格的使用上也出现了不相契合的构造:因为他将分词名词“坚守”和代词“我们”置于属格,却将“撤退者”置于与格;若是将后者也按同样的格来表述,本会是更加合宜的。

§13

ὅταν δὲ πρὸς τὸ σημαῖνον ἀπὸ τοῦ σημαινομένου πράγματος τὴν ἀποστροφὴν ποιῆται ἢ πρὸς τὸ σημαινόμενον ἀπὸ τοῦ σημαίνοντος,3 οὕτως σχηματίζει τὸν λόγον· τῶν δὲ Συρακοσίων ὁ δῆμος ἐν πολλῇ πρὸς ἀλλήλους ἔριδι ἦσαν· προσθεὶς γὰρ ἑνικὸν ὄνομα τὸν δῆμον ἀπέστρεψεν ἀπὸ τούτου τὸν λόγον ἐπὶ τὸ σημαινόμενον πρᾶγμα πληθυντικὸν ὑπάρχον, τοὺς Συρακοσίους. καὶ αὖθις Λεοντῖνοι γὰρ ἀπελθόντων Ἀθηναίων ἐκ Σικελίας μετὰ τὴν σύμβασιν πολίτας τε ἐπεγράψαντο πολλοὺς καὶ ὁ δῆμος ἐπενόει τὴν γῆν ἀναδάσασθαι· ἀπὸ γὰρ τοῦ πληθυντικοῦ ὀνόματος τοῦ Λεοντῖνοι ἀπέστρεψεν τὸν λόγον ἐπὶ τὸ ἑνικὸν ὄνομα τὸν δῆμον.

而当他从被指示的事物转向能指的言辞,或从能指的言辞转向被指示的事物时,他便如此构词造句: “然而叙拉古人的民众彼此之间处于极大的纷争之中”;因为他虽然加上了单数名词“民众”,却使文句脱离此词,转向了复数的所指事物,即“叙拉古人们”。又如: “因为勒翁蒂诺伊人在雅典人立约离开西西里之后,将许多人登记为公民,而民众则图谋重新瓜分土地”;因为他使言辞从复数名词“勒翁蒂诺伊人”转向了单数名词“民众”。

§14

πρόσωπα δὲ παρʼ αὐτῷ τὰ πράγματα γίνεται, καθά περ ἐν τῇ Κορινθίων πρὸς Λακεδαιμονίους δημηγορίᾳ γέγονεν· ἀξιῶν γὰρ ὁ Κορίνθιος τοὺς προεστηκότας τῆς Πελοποννήσου φυλάττειν αὐτῆς τὸ ἀξίωμα πρὸς τὰς ἔξω πόλεις, οἷον παρὰ τῶν πατέρων παρέλαβον, ταῦτα λέγει· πρὸς τάδε βουλεύεσθε εὖ, καὶ τὴν Πελοπόννησον πειρᾶσθε μὴ ἐλάσσον ἐξηγεῖσθαι ἢ οἱ πατέρες ὑμῖν παρέδοσαν· τὸ γὰρ ἐξηγεῖσθαι νῦν τέθηκεν ἐπὶ τοῦ προάγειν ἔξω τὴν Πελοπόννησον ἡγουμένους αὐτῆς· τοῦτο δὲ τῇ χώρᾳ μὲν ἀδύνατον ἦν συμβῆναι, τῇ δὲ δόξῃ καὶ τοῖς πράγμασιν τοῖς περὶ αὐτὴν ὑπάρχουσιν δυνατόν, καὶ βούλεται τοῦτο δηλοῦν. πράγματα δὲ ἀντὶ σωμάτων τὰ τοιαῦτα ὑπʼ αὐτοῦ γίνεται· λέγεται δὲ ὑπὸ τοῦ Κορινθίων πρεσβευτοῦ πρὸς Λακεδαιμονίους συγκρίνοντος τά τε Ἀθηναίων καὶ Λακεδαιμονίων· οἳ μέν γε νεωτεροποιοὶ καὶ ἐπινοῆσαι ὀξεῖς καὶ ἐπιτελέσαι ἔργῳ ὃ ἂν γνῶσιν· ὑμεῖς δὲ τὰ ὑπάρχοντά τε σῴζειν καὶ ἐπιγνῶναι μηδὲν καὶ ἔργῳ οὐδὲ τὰ ἀναγκαῖα ἐξικέσθαι· μέχρι μὲν οὖν τούτων τὸ σχῆμα τῆς λέξεως σῴζει τὴν ἀκολουθίαν, ὡς ἐπὶ προσώπων ἀμφοτέρων κείμενον. ἔπειτα ἀποστρέφεται κατὰ θάτερον τῶν μερῶν ὁ λόγος, καὶ ἀντὶ σωμάτων πρᾶγμα γίνεται τὸ περὶ τοὺς Λακεδαιμονίους, ὅταν φῇ· αὖθις δὲ οἳ μὲν καὶ παρὰ δύναμιν τολμηταὶ καὶ παρὰ γνώμην κινδυνευταὶ καὶ ἐν τοῖς δεινοῖς εὐέλπιδες· τὸ δὲ ὑμέτερον τῆς τε δυνάμεως ἐνδεᾶ πρᾶξαι4 τῆς τε γνώμης μηδὲ τοῖς βεβαίοις πιστεῦσαι· τὸ γὰρ ὑμέτερον ἀντὶ τοῦ ὑμεῖς παρείληπται, πρᾶγμα ὑπάρχον ἀντὶ σώματος. ἐν δὲ τοῖς ἐνθυμήμασίν τε καὶ νοήμασιν αἱ μεταξὺ παρεμπτώσεις πολλαὶ γινόμεναι καὶ μόλις ἐπὶ τὸ τέλος

此外,在他笔下事物会变成人格,正如在科林斯人对拉刻代蒙人的演说中所显现的那样;因为科林斯人要求身为伯罗奔尼撒领袖者维护其面对外邦城邦时的尊严,如同他们从父辈手中承袭下来的一样,因而说了如下的话: “对此你们应当慎思熟虑,并努力引导伯罗奔尼撒,使其不致逊色于父辈所交付给你们的模样。” 因为在此处,他将“引导”一词用于作为领袖将伯罗奔尼撒向外引领之意;但这对于国土本身而言是不可能发生的,对于围绕着它的声威与事势而言才是可能的,而他意在说明的正是这一点。 而他以抽象事物指代血肉之躯的实体,则是如下的情形;这是科林斯使者向拉刻代蒙人陈词、对比雅典人与拉刻代蒙人的特质时所说的话: “他们实为革新之辈,既敏于构思,又敏于将所决意之事付诸行动;而你们则只求守成,毫无新的洞见,在行动中甚至连必需之事都无法达成。” 至此为止,文辞的修辞格式尚且保持着一致,皆施用于双方的人物主体。随后,文势在其中一方上发生了转折,在谈及拉刻代蒙人时以事物代替了实体人物,当时他说道: “再者,他们既能超越自身力量而勇往直前,又能超越寻常理智而冒险犯难,在危难之中满怀希望;然而你们的特质却是行事不及自身的力量所及,甚至连理智中确定之事亦不敢深信。” 因为在此处,“你们的特质”被用来代替“你们”,即是以抽象事物代替了血肉实体。 此外,在论式与思想脉络中,夹杂其间的插入成分极多,且极难到达终局……

语法注4 条
  1. 12ἐκβεβηκυῖα τὸ κατάλληλον

    “偏离规范整合”。τὸ κατάλληλον 是语法学与修辞学术语,指句法结构上的对称、呼应或一致。此处特指主从句之间动词时态(希求法条件从句与直陈式现在时主句)的不调和。

  2. 12ὃ μενόντων μὲν ἡμῶν σύμμαχον γίνεται· ὑποχωρήσασι δὲ καίπερ χαλεπὸν ὂν εὔπορον ἔσται

    前面的 μέν 分句使用了属格独立结构(μενόντων ἡμῶν),而后面的 δέ 分句则突变为与格分词(ὑποχωρήσασι,指“对撤退者而言”的关涉与格)。狄奥尼修斯指出这种并列成分在格上的不一致构成了格的语法破格(παρὰ τὰς πτώσεις σχηματισμὸς ἀκατάλληλος)。

  3. 13πρὸς τὸ σημαῖνον ἀπὸ τοῦ σημαινομένου πράγματος ... ἢ πρὸς τὸ σημαινόμενον ἀπὸ τοῦ σημαίνοντος

    指语言形式/能指(τὸ σημαῖνον)与实际所指事物(τὸ σημαινόμενον πρᾶγμα)之间的转换,即修昔底德依据意义而非形式构句(constructio ad sensum)的现象。例如集合单数名词接复数谓语动词(τῶν Συρακοσίων ὁ δῆμος ... ἦσαν),或由复数名词转向单数名词。

  4. 14τὸ δὲ ὑμέτερον τῆς τε δυνάμεως ἐνδεᾶ πρᾶξαι

    修昔底德在此未使用具体的人称代词 ὑμεῖς,而是采用了中性单数带有冠词的所有格形式 τὸ ὑμέτερον(意为“你们的特质/行事方式”),并接续不定式短语(πρᾶξαι, πιστεῦσαι)。狄奥尼修斯指出这是用抽象事物(πρᾶγμα)替代血肉实体人物(σώματα)的典型手法。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0081.tlg011.humanitext-grc2:12-14