← 哈利卡纳苏斯的狄奥尼修斯

致阿迈乌斯第二信

§15-17

过量插入语与高尔吉亚式修辞手法

哈利卡纳苏斯的狄奥尼修斯举例说明修昔底德因过多插入成分导致的句式晦涩以及不当模仿高尔吉亚风格的修辞,并最终结束了致安玛埃奥斯的书简。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§15

ἀφικνούμεναι, διʼ ἃς ἡ φράσις δυσπαρακολούθητος γίνεται, πλεῖσται μέν εἰσιν καθʼ ὅλην τὴν ἱστορίαν· ἀρκέσουσι δὲ ἐκ τοῦ προοιμίου δύο ληφθεῖσαι μόναι, ἥ τε δηλοῦσα τὴν ἀσθένειαν τῶν ἀρχαίων τῆς Ἑλλάδος πραγμάτων καὶ τὰς αἰτίας ἀποδιδοῦσα· τῆς γὰρ ἐμπορίας οὐκ οὔσης, οὐδὲ ἐπιμιγνύντες1 ἀδεῶς ἀλλήλοις οὔτε κατὰ γῆν οὔτε διὰ θαλάσσης, νεμόμενοί τε τὰ αὑτῶν ἕκαστοι ὅσον ἀποζῆν καὶ περιουσίαν χρημάτων οὐκ ἔχοντες, οὔτε γῆν φυτεύοντες, ἄδηλον ὂν2 πότε τις ἐπελθὼν καὶ ἅμʼ ἀτειχίστων ὄντων ἄλλος ἀφαιρήσεται· τῆς τε ἀναγκαίου τροφῆς πανταχοῦ ἂν ὁμοίως ἐπικρατήσειν οἰόμενοι οὐ χαλεπῶς ἀνίσταντο (εἰ γὰρ τὸ οὐ χαλεπῶς ἀνίσταντο προσέθηκεν τῇ πρώτῃ περιόδῳ καὶ ἐσχημάτισεν οὕτως· τῆς γὰρ ἐμπορίας οὐκ οὔσης, οὐδʼ ἐπιμιγνύντες ἀδεῶς ἀλλήλοις οὔτε κατὰ γῆν οὔτε κατὰ θάλασσαν, νεμόμενοι δὲ τὰ ἑαυτῶν ἕκαστοι ὅσον ἀποζῆν οὐ χαλεπῶς ἀνίσταντο, φανερωτέραν ἂν ἐποίει τὴν διάνοιαν· τῇ δὲ παρεμβολῇ τῶν μεταξὺ πραγμάτων πολλῶν ὄντων ἀσαφῆ καὶ δυσπαρακολούθητον πεποίηκεν), καὶ ἡ περὶ τῆς Εὐρυσθέως στρατείας ἐπὶ τὴν Ἀττικὴν ἥδε· Εὐρυσθέως ἐν τῇ Ἀττικῇ ὑπὸ Ἡρακλειδῶν ἀποθανόντος, Ἀτρέως δὲ μητρὸς ἀδελφοῦ ὄντος αὐτῷ, καὶ ἐπιτρέψαντος Εὐρυσθέως, ὅτʼ ἐστράτευε, Μυκήνας τε καὶ τὴν ἀρχὴν κατὰ τὸ οἰκεῖον Ἀτρεῖ· τυγχάνειν δὲ αὐτὸν φεύγοντα τὸν πατέρα διὰ τὸν Χρυσίππου θάνατον· καὶ ὡς οὐκέτι ἀνεχώρησεν Εὐρυσθεύς, βουλομένων καὶ τῶν Μυκηναίων φόβῳ τῶν Ἡρακλειδῶν, καὶ ἅμα δυνατὸν δοκοῦντα εἶναι καὶ τὸ πλῆθος τεθεραπευκότα τῶν Μυκηναίων τε καὶ ὅσων Εὐρυσθεὺς ἦρχεν τὴν βασιλείαν Ἀτρέα παραλαβεῖν.3

……抵达〔彼处〕——正因如此,其表述变得难以索解追随——这类的例子贯穿于整部历史叙述之中,不胜枚举。然而,仅从绪论中撷取两例便已足够:其一展示了希腊古昔事势之微弱并揭示其原因: “因为当时既无通商,他们无论在陆上还是海上亦无法毫无畏惧地彼此往来,各自耕种自有的土地仅敷糊口,既无余财,亦不植树造圃——因为既然没有城墙防护,何时会有另一个人来袭并掠夺而去乃是未可预料之事——,又认为生存必需的口粮在何处皆可同样获取,因而迁徙起来毫不困难”;(因为倘若他将“迁徙起来毫不困难”附加于第一个周期句,并作如此构造: “因为当时既无通商,他们无论在陆上还是海上亦无法毫无畏惧地彼此往来,各自耕种自有的土地仅敷糊口,因而迁徙起来毫不困难”,他本会使思想更加清晰;但他通过在中间插入诸多繁复的事态,却使其变得晦涩且难以追索);其二则是关于欧律斯透斯远征阿提卡的如下段落: “在欧律斯透斯于阿提卡被赫拉克勒斯后裔杀死之后,阿特柔斯由于是其舅父,且欧律斯透斯出征时因亲属关系将迈锡尼及其统治权委托给了阿特柔斯;又恰逢阿特柔斯因克律西波斯之死逃避父亲而亡命在外;而当欧律斯透斯未能归返之时,出于对赫拉克勒斯后裔的畏惧,迈锡尼人亦乐见其成,同时阿特柔斯显得大权在握,又讨得了迈锡尼人及欧律斯透斯所统治的全体民众的欢心,于是阿特柔斯便接管了王位”。

§16

ἐν οἷς δὲ σκολιὰ καὶ πολύπλοκος καὶ δυσεξέλικτος ἡ τῶν ἐνθυμημάτων κατασκευὴ γίνεται, τοῦτον τὸν τρόπον ἔχει παρʼ αὐτῷ· κεῖται δὲ ἐν τῷ ἐπιταφίῳ ἡ λέξις· τὴν δὲ τῶν ἐναντίων τιμωρίαν ποθεινοτέραν αὐτῶν λαβόντες καὶ κινδύνων ἅμα τόνδε κάλλιστον νομίσαντες ἐβουλήθησαν τοὺς μὲν τιμωρεῖσθαι τῶν δʼ ἐφίεσθαι, ἐλπίδι μὲν τὸ ἀφανὲς τοῦ κατορθώσειν ἐπιτρέψαντες, ἔργῳ δὲ περὶ τοῦ ἤδη ὁρωμένου σφίσιν αὐτοῖς ἀξιοῦντες πεποιθέναι· ἐν τῷ ἀμύνεσθαι παθεῖν μᾶλλον ἡγησάμενοι ἢ ἐνδόντες σῴζεσθαι τὸ μὲν αἰσχρὸν τοῦ λόγου ἔφυγον, τὸ δʼ ἔργον τῷ σώματι ὑπέμειναν καὶ διʼ ἐλαχίστου καιροῦ τύχης ἅμα ἀκμῇ τῆς δόξης μᾶλλον ἢ τοῦ δέους ἀπηλλάγησαν. τοιαῦτά ἐστι καὶ τὰ περὶ Θεμιστοκλέους εἰρημένα ὑπὸ τοῦ συγγραφέως ἐν τῇ πρώτῃ βύβλῳ· ἦν γὰρ ὁ Θεμιστοκλῆς βεβαιότατα δὴ φύσεως ἰσχὺν δηλώσας καὶ διαφερόντως τι ἐς αὐτὸ μᾶλλον ἑτέρου ἄξιος θαυμάσαι. οἰκείᾳ γὰρ ξυνέσει, καὶ οὔτε προμαθὼν εἰς αὐτὴν οὐθὲν οὔτʼ ἐπιμαθὼν τῶν τε παραχρῆμα διʼ ἐλαχίστης βουλῆς κράτιστος γνώμων καὶ τῶν μελλόντων ἐπὶ πλεῖστον τοῦ γενησομένου ἄριστος εἰκαστής· καὶ ἃ μὲν μετὰ χεῖρας ἔχοι, καὶ ἐξηγήσασθαι οἷός τε· ὧν δὲ ἄπειρος εἴη, κρῖναι ἱκανῶς οὐκ ἀπήλλακτο·4 τό τε ἄμεινον ἢ χεῖρον ἐν τῷ ἀφανεῖ ἔτι προεώρα. καὶ τὸ ξύμπαν εἰπεῖν, φύσεως μὲν δυνάμει, μελέτης δὲ βραχύτητι κράτιστος δὴ οὗτος αὐτοσχεδιάζειν τὰ δέοντα ἐγένετο.

至于他笔下论式的构造变得曲折、繁复且难以解开之处,则呈现出如下面貌;文辞见于《阵亡将士国葬演说》: “他们认为向仇敌复仇比这些更为可欲,同时认定这一险阻乃是诸般危难中最崇高者,意欲惩戒一方,追求另一方,将未可逆料的成败托付于希望,而在眼前已见之事物上则自许信赖自身的实干;他们认定奋起抗争而牺牲远胜于屈服偷生,因而避开了言辞上的污名,以血肉之躯承受了战斗的重负,并在命运最为短暂的瞬间,在荣耀而非恐惧的绝顶之中辞别人世”。 同样,历史学家在第一卷中关于地米斯托克利的评述亦属此类: “因为地米斯托克利实乃最为笃定地彰显天资之力的人物,正因如此,他比任何人都格外值得赞叹。盖因其凭借天赋的才智,既无事前关于此道的修习,亦无事后的钻研,在面临紧迫情势时只需最短暂的审议便是最佳的决断者,对于未来将要发生的大部分事势亦是最佳的预见者;对于经手之事,他亦能清晰阐发,而对于生疏之事,他亦未尝欠缺恰当的判断之能;在情势尚处晦暗之时,他便能预见孰优孰劣。总而言之,凭借天资之力与极短的筹备,此人在临机应变所需之事上成了最卓越之人”。

§17

οἱ δὲ μειρακιώδεις σχηματισμοὶ τῶν ἀντιθέτων τε καὶ παρομοιώσεων καὶ παρισώσεων, ἐν οἷς οἱ περὶ τὸν Γοργίαν μάλιστα ἐπλεόνασαν, ἥκιστα τῷ χαρακτῆρι τούτῳ προσήκοντες, αὐστηρὰν ἔχοντι τὴν ἀγωγὴν καὶ τοῦ κομψοῦ πλεῖστον ἀφεστηκότι, τοιοῦτοί τινές εἰσι παρὰ τῷ συγγραφεῖ· φαίνεται γὰρ ἡ νῦν καλουμένη Ἑλλὰς οὐ πάλαι βεβαίως οἰκουμένη. καὶ ἔτι δέ· οἳ μὲν καὶ παρὰ δύναμιν τολμηταί καὶ παρὰ γνώμην κινδυνευταί· τὸ δʼ ὑμέτερον τῆς τε δυνάμεως ἐνδεᾶ πρᾶξαι τῆς τε γνώμης μηδὲ τοῖς βεβαίοις πιστεῦσαι, τῶν δὲ δεινῶν μηδέποτε οἴεσθαι ἀπολυθήσεσθαι· καὶ ἐν οἷς τὰς καταλαβούσας τὴν Ἑλλάδα συμφορὰς διὰ τὰς στάσεις ἐπεξέρχεται τοιάδε γράφων· τόλμα μὲν γὰρ ἀλόγιστος ἀνδρεία φιλέταιρος ἐνομίσθη· μέλλησις δὲ προμηθὴς δειλία εὐπρεπής, τὸ δὲ σῶφρον πρόσχημα τοῦ ἀνάνδρου, καὶ τὸ εἰς ἅπαν ξυνετὸν ἐπὶ πᾶν ἀργόν. πολλὰ τοιαῦτά τις ἂν εὕροι διʼ ὅλης αὐτοῦ τῆς ἱστορίας λεγόμενα, ἱκανὰ δὲ καὶ ταῦτα δείγματος ἕνεκα εἰρῆσθαι. Ἔχεις, ὦ φίλε Ἀμμαῖε, τὰ παρατηρήματα καθʼ ἕκαστον αὐτῶν ἐκ τῆς κοινῆς ἐξητασμένα πραγματείας, ὡς ἐπεζήτεις.

至于那些充斥着对偶、类音与对等句的幼稚修辞构作——高尔吉亚一派最为滥用此类手法,而它们对于这种具有严峻格调、与纤巧浮华相去极远的文体而言是最不相称的——在历史学家的笔下则大致如下: “因为现今被称为希腊之地,显见在古昔定居得并不稳固”。 又如: “他们既能超越自身力量而勇往直前,又能超越寻常理智而冒险犯难;然而你们的特质却是行事不及自身的力量所及,甚至连理智中确定之事亦不敢深信,且认为自己决无法从危难中解脱”。 又如他在详述因党争而降临希腊的灾难时,写下了这样的话: “因为盲目的蛮勇被视为效忠同党的勇敢;审慎的迟疑被当作体面的怯懦;温和克制被视作不具男子气概的掩饰,而洞悉一切的明智则被看作在万事上皆无所作为的怠惰”。 人们贯穿其全书能够发现许多诸如此类的言辞,但作为示范,提及这些已然足够。 亲爱的安玛埃奥斯,正如你所索求的那样,你如今已在此获得了从通论性著述中研讨出的关于其中每一项特质的考察札记。

语法注4 条
  1. 15τῆς γὰρ ἐμπορίας οὐκ οὔσης, οὐδὲ ἐπιμιγνύντες

    此处出现由属格独立结构(τῆς ἐμπορίας οὐκ οὔσης)经由连词 οὐδέ 转变为与主句动词 ἀνίσταντο 的主语保持一致的主格分词(ἐπιμιγνύντες, νεμόμενοι 等)的破格句(anacoluthon)。

  2. 15ἄδηλον ὂν

    非人称短语的绝对对格(accusative absolute)。它统领间接疑问从句 πότε τις ἐπελθὼν ... ἀφαιρήσεται 作为其意义上的主语,表达“鉴于……尚不明确”的原因或伴随情况。

  3. 15τυγχάνειν δὲ αὐτὸν φεύγοντα ... παραλαβεῖν

    基于历史传闻转述的对格加不定式结构(出自修昔底德《历史》第一卷第9章)。不定式 τυγχάνειν 与 παραλαβεῖν 依附于隐含的言说或传闻动词,前后的属格独立结构与分词短语皆作为修饰成分与此不定式骨架相连。

  4. 16κρῖναι ἱκανῶς οὐκ ἀπήλλακτο

    结合 ἀπαλλάττω 构成的双重否定式曲意法(litotes),字面意义为“并未免除于恰当的评判”,实际意指“绝非不具备充分评判的能力”,即“完全能够胜任适宜的评断”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0081.tlg011.humanitext-grc2:15-17