- 底本
- Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 1. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1899.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0081.tlg010.humanitext-grc2:9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者审视了修昔底德在编排方面的处理,尤其是其以夏冬两季划分事件的方法,并以第三卷中被频繁打断的叙事为例,批评这种做法妨碍了读者的理解,不符合历史写作的规范。
ἃ δʼ ἐλλιπέστερον κατεσκεύασε καὶ ἐφʼ οἷς ἐγκαλοῦσιν αὐτῷ τινες, περὶ τὸ τεχνικώτερον μέρος ἐστὶ τοῦ πραγματικοῦ, τὸ λεγόμενον μὲν οἰκονομικόν, ἐν ἁπάσαις δὲ γραφαῖς ἐπιζητούμενον, ἐάν τε φιλοσόφους προέληταί τις ὑποθέσεις ἐάν τε ῥητορικάς. ταῦτα δὲ ἐστὶ τὰ περὶ τὴν διαίρεσιν καὶ τὰ περὶ τὴν τάξιν καὶ τὰ περὶ τὰς ἐξεργασίας. ἄρξομαι δʼ ἀπὸ τῆς διαιρέσεως, προειπὼν ὅτι τῶν πρὸ αὐτοῦ γενομένων συγγραφέων ἢ κατὰ τόπους μεριζόντων τὰς ἀναγραφὰς ἢ κατὰ χρόνους εὐπαρακολουθήτους1 ἐκεῖνος οὐδετέραν τούτων τῶν διαιρέσεων ἐδοκίμασεν. οὔτε γὰρ τοῖς τόποις, ἐν οἷς αἱ πράξεις ἐπετελέσθησαν, ἀκολουθῶν ἐμέρισε τὰς διηγήσεις, ὡς Ἡρόδοτός τε καὶ Ἑλλάνικος καὶ ἄλλοι τινὲς τῶν πρὸ αὐτοῦ συγγραφέων ἐποίησαν· οὔτε τοῖς χρόνοις, ὡς οἱ τὴν τοπικὴν ἐκδόντες ἱστορίαν προείλοντο, ἤτοι ταῖς διαδοχαῖς τῶν βασιλέων μερίζοντες τὰς ἀναγραφὰς ἢ ταῖς τῶν ἱερέων ἢ ταῖς περιόδοις τῶν ὀλυμπιάδων ἢ τοῖς ἀποδεικνυμένοις ἄρχουσιν ἐπὶ τὰς ἐνιαυσίους ἀρχάς. καινὴν δέ τινα καὶ ἀτριβῆ τοῖς ἄλλοις πορευθῆναι βουληθεὶς ὁδὸν θερείαις καὶ χειμερίοις ὥραις ἀκολουθῶν ἐμέρισε τὴν ἱστορίαν. ἐκ δὲ τούτου συμβέβηκεν αὐτῷ τοὐναντίον ἢ προσεδόκησεν. οὐ γὰρ σαφεστέρα γέγονεν ἡ διαίρεσις τῶν χρόνων ἀλλὰ δυσπαρακολουθητοτέρα. ἐφʼ ᾧ θαυμάζειν ἄξιον, πῶς αὐτὸν ἔλαθεν, ὅτι πολλῶν ἅμα πραγμάτων κατὰ πολλοὺς τόπους γινομένων εἰς μικρὰς κατακερματιζομένη τομὰς ἡ διήγησις οὐκ ἀπολήψεται τὸ τηλαυγὲς φῶς ἐκεῖνο καὶ καθαρόν, ὡς ἐξ αὐτῶν γίνεται τῶν πραγμάτων φανερόν. ἐν γοῦν τῇ τρίτῃ βύβλῳ (ταύτῃ γὰρ ἀρκεσθήσομαι μόνῃ) τὰ περὶ Μυτιληναίους ἀρξάμενος γράφειν, πρὶν ὅλην ἐκπληρῶσαι τὴν διήγησιν, ἐπὶ τὰ Λακεδαιμονίων ἄπεισιν ἔργα· καὶ οὐδὲ ταῦτα συγκορυφώσας τῆς Πλαταιέων μέμνηται πολιορκίας· ἀφεὶς δὲ καὶ ταύτην ἀτελῆ τοῦ Μυτιληναϊκοῦ μέμνηται πολέμου· εἶτʼ ἐκεῖθεν ἄγει τὴν διήγησιν ἐπὶ τὰ περὶ Κέρκυραν, ὡς ἐστασίασαν οἳ μὲν Λακεδαιμονίους, οἳ δʼ Ἀθηναίους ἐπαγόμενοι· ἀφεὶς δὲ καὶ ταῦτα ἡμιτελῆ περὶ τῆς εἰς Σικελίαν στρατείας τῆς προτέρας Ἀθηναίων ὀλίγα λέγει. εἶτα Ἀθηναίων ἔκπλουν ἐπὶ Πελοπόννησον ἀρξάμενος λέγειν καὶ Λακεδαιμονίων τὴν ἐπὶ Δωριεῖς στρατείαν τὰ περὶ Λευκάδα πραχθέντα ὑπὸ Δημοσθένους τοῦ στρατηγοῦ καὶ τὸν πρὸς Αἰτωλοὺς πόλεμον ἐπιπορεύεται· ἐκεῖθεν δὲ ἄπεισιν ἐπὶ Ναύπακτον. ἀτελεῖς δὲ καὶ τοὺς ἠπειρωτικοὺς πολέμους καταλιπὼν Σικελίας ἅπτεται πάλιν, καὶ μετὰ τοῦτο Δῆλον καθαίρει καὶ τὸ Ἀμφιλοχικὸν Ἄργος πολεμούμενον ὑπὸ Ἀμπρακιωτῶν καταλείπει. καὶ τί δεῖ πλείω λέγειν; ὅλη γὰρ ἡ βύβλος οὕτω συγκέκοπται καὶ τὸ διηνεκὲς τῆς ἀπαγγελίας ἀπολώλεκε. πλανώμεθα δή, καθάπερ εἰκός, καὶ δυσκόλως τοῖς δηλουμένοις παρακολουθοῦμεν, ταραττομένης ἐν τῷ διασπᾶσθαι τὰ πράγματα τῆς διανοίας καὶ τὰς ἡμιτελεῖς τῶν ἀκουσθέντων μνήμας οὐ ῥᾳδίως οὐδʼ ἀκριβῶς ἀναφερούσης. χρὴ δὲ τὴν ἱστορικὴν πραγματείαν εἰρομένην εἶναι καὶ ἀπερίσπαστον,2 ἄλλως τε ἐπειδὰν περὶ πολλῶν γίνηται πραγμάτων καὶ δυσκαταμαθήτων. ὅτι δὲ οὐκ ὀρθὸς ὁ κανὼν οὗτος οὐδʼ οἰκεῖος ἱστορίᾳ, δῆλον. οὐδεὶς γὰρ τῶν μεταγενεστέρων συγγραφέων θερείαις καὶ χειμῶσι διεῖλε τὴν ἱστορίαν. ἀλλὰ πάντες τὰς τετριμμένας ὁδοὺς καὶ δυναμένας ἄγειν ἐπὶ τὴν σαφήνειαν μετῆλθον.
另一方面,他构建得较为欠缺之处,以及某些人对他提出指责之处,关涉到事实内容领域中更为偏向技术性的部分——即所谓的布局;无论一个人选择哲学论题还是修辞论题,这在所有著作中都是必不可少的。这些便是关于划分、次序和详述的事项。我将从划分谈起,并预先说明:在他之前的史家要么按地域、要么按便于追踪的时代来划分记述,而他对这两种划分方式均未予以采纳。因为他既未遵循功业成就的地域来划分叙事(正如希罗多德、赫拉尼科斯及他之前的某些其他史家所做的那样),亦未像那些发表地方史的人所选定的那样遵循年代——即要么依据国王的世系、要么依据祭司的传承、要么依据奥林匹亚周期的循环、要么依据受命担任按年任期职官的人来划分记述。相反,他企图走一条其他人未曾涉足的崭新道路,遵循夏季与冬季的季节来划分历史。然而,由此导致的结果却与他的预期截然相反:时间的划分并未变得更加清晰,反而变得更加难以追踪。因此令人惊异的是,他竟未察觉到:当许多事件在许多地点同时发生时,叙事若被碎割成微小的段落,便无法获得那远照而纯净的光芒,正如事实本身所表明的那样。至少在第三卷中(我仅以此卷为例足矣),他开始撰写有关密提林人的事件,尚未将整个叙事交代完毕,便转向拉刻代蒙人的行动;在尚未对此作结之际,他又提及普拉提亚人的围城战;将此事悬而未决之时,他又重新提及密提林战争;随后他又从那里将叙事引向有关科耳库拉的事件,记述他们如何爆发内讧,一方引来拉刻代蒙人,另一方引来雅典人;在将这些事情留于半途之后,他又略微谈及雅典人对西西里的第一次远征。接着,他刚开始谈及雅典人出航攻打伯罗奔尼撒以及拉刻代蒙人远征多利斯人,便涉足将军德摩斯梯尼在琉卡斯一带的战果以及对埃托利亚人的战争;从那里又前往瑙帕克托斯。在将大陆各战争同样悬置未决之后,他又再度涉及西西里,在此之后净化提洛岛,并将正遭受安布拉基亚人攻打的安菲洛基亚的阿耳戈斯置于不顾。何须再多言?整卷书皆被如此割裂,完全丧失了叙事的连贯性。因此,正如意料之中的那样,我们在阅读中感到迷惘,极难顺畅跟进所阐明的内容,因为心智在事实被撕裂的状态下陷入紊乱,无法轻易且准确地唤起对所闻之事的残缺记忆。然而,历史论著理应是行文连贯且不使人分神的,尤其是在涉及诸多错综复杂之事时更是如此。而这一法则既不正确亦不合乎历史,乃是不言而喻的;因为后世史家中无一人以夏冬来划分历史,而是全部遵循了那些已踏平的、能引向明晰的途径。
- 9τῶν πρὸ αὐτοῦ γενομένων συγγραφέων ἢ κατὰ τόπους μεριζόντων τὰς ἀναγραφὰς ἢ κατὰ χρόνους εὐπαρακολουθήτους
前置的属格短语(τῶν ... μεριζόντων)形式上类似于属格独立结构,但它在后文主句(ἐκεῖνος οὐδετέραν τούτων τῶν διαιρέσεων ἐδοκίμασεν)中与 τούτων τῶν διαιρέσεων 相呼应,在功能上充当提示背景对比的悬垂属格独立结构或前置话题属格。
- 9εἰρομένην εἶναι καὶ ἀπερίσπαστον
分词 εἰρομένην 源自动词 εἴρω(串联、连接),自亚里士多德以来便作为修辞学中“连珠体”(λέξις εἰρομένη)的专门术语。在此处,该概念被从句式文体拓展到宏观结构布局(οἰκονομία),意指“连绵不断、首尾相贯的叙事”,与 ἀπερίσπαστον(不使人分心的)并列,要求叙事结构保持连贯,避免频繁变换话题。
