← 哈利卡纳苏斯的狄奥尼修斯

论修昔底德

§10

对战争开端与叙事布局设置的批评

作者讨论了针对修昔底德在历史布局(开端与结局的设置)上的指责,并通过引述原文指出,修昔底德并未从战争的真正原因(雅典势力的崛起)开启叙事,而是从表面借口(埃庇达姆诺斯和科耳库拉事件)入手,将涉及真正原因的“五十年史”延后交代。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10

αἰτιῶνται δὲ καὶ τὴν τάξιν αὐτοῦ τινες, ὡς οὔτε ἀρχὴν τῆς ἱστορίας εἰληφότος ἣν ἐχρῆν οὔτε τέλος ἐφηρμοκότος αὐτῇ τὸ πρέπον,1 οὐκ ἐλάχιστον μέρος εἶναι λέγοντες οἰκονομίας ἀγαθῆς ἀρχήν τε λαβεῖν, ἧς οὐκ ἂν εἴη τι πρότερον, καὶ τέλει περιλαβεῖν τὴν πραγματείαν, ᾧ δόξει μηδὲν ἐνδεῖν· ὧν οὐδετέρου πρόνοιαν αὐτὸν πεποιῆσθαι τὴν προσήκουσαν. τὴν δὲ ἀφορμὴν αὐτὸς αὐτοῖς τῆς κατηγορίας ταύτης ὁ συγγραφεὺς παρέσχηται· προειπὼν γάρ, ὡς μέγιστος ἐγένετο τῶν πρὸ αὐτοῦ πολέμων ὁ Πελοποννησιακὸς χρόνου τε μήκει καὶ παθημάτων πολλῶν συντυχίαις, τελευτῶν τοῦ προοιμίου τὰς αἰτίας βούλεται πρῶτον εἰπεῖν, ἀφʼ ὧν τὴν ἀρχὴν ἔλαβε. διττὰς δὲ ταύτας ὑποθέμενος, τήν τε ἀληθῆ μέν, οὐκ εἰς ἅπαντας δὲ λεγομένην, τὴν αὔξησιν τῆς Ἀθηναίων πόλεως, καὶ τὴν οὐκ ἀληθῆ μέν, ὑπὸ δὲ Λακεδαιμονίων πλαττομένην, τὴν Ἀθήνηθεν ἀποσταλεῖσαν Κερκυραίοις κατὰ Κορινθίων συμμαχίαν, οὐκ ἀπὸ τῆς ἀληθοῦς καὶ αὐτῷ δοκούσης τὴν ἀρχὴν πεποίηται τῆς διηγήσεως, ἀλλʼ ἀπὸ τῆς ἑτέρας, κατὰ λέξιν οὕτως γράφων· ἤρξαντο δὲ Ἀθηναῖοι αὐτοῦ καὶ Πελοποννήσιοι, λύσαντες τὰς τριακοντούτεις σπονδάς, αἳ αὐτοῖς ἐγένοντο μετὰ Εὐβοίας ἅλωσιν. διότι δὲ ἔλυσαν, τὰς αἰτίας προέγραψα πρῶτον καὶ τὰς διαφορὰς τοῦ μή τινας ζητῆσαί ποτε,2 ἐξ ὅτου τοσοῦτος πόλεμος τοῖς Ἕλλησι κατέστη. τὴν μὲν γὰρ ἀληθεστάτην πρόφασιν, ἀφανεστάτην δὲ λόγῳ, τοὺς Ἀθηναίους ἡγοῦμαι μεγάλους γιγνομένους καὶ φόβον παρέχοντας τοῖς Λακεδαιμονίοις ἀναγκάσαι ἐς τὸ πολεμεῖν. αἱ δὲ ἐς τὸ φανερὸν λεγόμεναι αἰτίαι αἵδε ἦσαν. Ἐπίδαμνός ἐστι πόλις εἰς δεξιὰ ἐσπλέοντι τὸν Ἰόνιον κόλπον. προσοικοῦσιν δʼ αὐτὴν Ταυλάντιοι βάρβαροι, Ἰλλυρικὸν ἔθνος. καὶ μετὰ τοῦτο διεξέρχεται τὰ περὶ Ἐπίδαμνον καὶ τὰ περὶ Κέρκυραν καὶ τὰ περὶ Ποτίδαιαν καὶ τὴν Πελοποννησίων σύνοδον εἰς Σπάρτην καὶ τοὺς ῥηθέντας ἐκεῖ κατὰ τῆς Ἀθηναίων πόλεως λόγους. ταῦτα δὲ μέχρι δισχιλίων ἐκμηκύνας στίχων, τότε περὶ τῆς ἑτέρας αἰτίας τὸν λόγον ἀποδίδωσι τῆς ἀληθοῦς τε καὶ αὐτῷ δοκούσης, ἐνθένδε ἀρξάμενος· ἐψηφίσαντο δὲ οἱ Λακεδαιμόνιοι τὰς σπονδὰς λελύσθαι καὶ πολεμεῖν Ἀθηναίοις οὐ τοσοῦτον τῶν συμμάχων πεισθέντες τοῖς λόγοις, ὅσον φοβούμενοι τοὺς Ἀθηναίους, μὴ ἐπὶ μεῖζον δυνηθῶσιν, ὁρῶντες αὐτοῖς τὰ πολλὰ τῆς Ἑλλάδος ὑποχείρια ἤδη ὄντα. οἱ γὰρ Ἀθηναῖοι τρόπῳ τοιούτῳ ἦλθον ἐπὶ τὰ πράγματα, ἐν οἷς ἠυξήθησαν. οἷς ἐπιτίθησι τὰ ἔργα τῆς πόλεως, ὅσα μετὰ τὸν Περσικὸν πόλεμον ἕως τοῦ Πελοποννησιακοῦ διεπράξαντο, κεφαλαιωδῶς καὶ ἐπιτροχάδην ἐν ἐλάττοσιν ἢ πεντακοσίοις στίχοις. ἀναμνησθεὶς δʼ ὅτι πρότερα τῶν Κερκυραϊκῶν ἦν καὶ οὐκ ἀπʼ ἐκείνων ἔλαβε τὴν ἀρχὴν ὁ πόλεμος ἀλλʼ ἀπὸ τούτων, ταῦτα πάλιν κατὰ λέξιν γράφει· μετὰ ταῦτα δὲ ἤδη γίγνεται οὐ πολλοῖς ἔτεσιν ὕστερον τὰ προειρημένα, τά τε Κερκυραϊκὰ καὶ τὰ Ποτιδαιατικὰ καὶ ὅσα πρόφασις τοῦδε τοῦ πολέμου κατέστη. ταῦτα δὲ πάντα ὅσα ἔπραξαν οἱ Ἕλληνες πρός τε ἀλλήλους καὶ πρὸς τὸν βάρβαρον, ἐγένοντο ἐν ἔτεσι πεντήκοντα μάλιστα μεταξὺ τῆς τε Ξέρξου ἀναχωρήσεως καὶ τῆς ἀρχῆς τοῦδε τοῦ πολέμου· ἐν οἷς οἱ Ἀθηναῖοι τήν τε ἀρχὴν ἐγκρατεστέραν κατεστήσαντο καὶ αὐτοὶ ἐπὶ μέγα ἐχώρησαν δυνάμεως, οἱ δὲ Λακεδαιμόνιοι αἰσθόμενοι οὔτε ἐκώλυον, εἰ μὴ ἐπὶ βραχύ, ἡσύχαζόν τε τὸ πλέον τοῦ χρόνου, ὄντες μὲν καὶ πρὸ τοῦ μὴ ταχεῖς ἐς τοὺς πολέμους, ἢν μὴ ἀναγκάζωνται, τότε δέ τι καὶ πολέμοις οἰκείοις ἐξειργόμενοι· πλὴν ἡ δύναμις τῶν Ἀθηναίων σαφῶς ᾔρετο καὶ τῆς συμμαχίας αὐτῶν ἥπτετο· τότε δὲ οὐκέτι ἐποιοῦντο ἀνασχετόν, ἀλλʼ ἐπιχειρητέα ἐδόκει εἶναι πάσῃ προθυμίᾳ, καὶ καθαιρετέα ἡ ἰσχύς, ἢν δύνωνται, ἀραμένοις τόνδε τὸν πόλεμον.3

有些人亦指责他的次序布局,认为他既未为历史确立应有的开端,亦未赋予其恰当的结局;他们声称,良好布局中至关重要的一环,乃是选取一个此前别无他物的开端,并以一个似乎再无欠缺的终局来收束全篇,而他对这两者皆未给予应有的顾及。史家本人恰恰为他们提供了这一指责的由头:因为他预先声明伯罗奔尼撒战争在历时之久与灾祸之集聚上乃是以往战争中最伟大的一场,随后在序言的结尾,他企图首先陈述战争肇始的原因。然而,在将这些原因假定为双重——其一虽为真实却非对所有人言明,即雅典城邦的壮大;其二虽非真实却由拉刻代蒙人所虚构,即雅典派遣予科耳库拉人以对抗科林斯人的盟援——之后,他并未从真实且符合他本人见解的原因开启叙事,而是从另一个原因入手,逐字写道: “雅典人与伯罗奔尼撒人撕毁了在占领优卑亚之后所订立的三十年和约,由此开始了这场战争。至于他们为何毁约,我首先将原因与分歧记录在案,以免日后有人探寻希腊人之间何以爆发如此规模的战争。因为我认为最真实的事由——尽管在言辞中最为隐蔽——乃是雅典人的崛起及其带给拉刻代蒙人的恐惧,迫使后者走向战争。而公之于众的原因则是如下这些:埃庇达姆诺斯是一座驶入爱奥尼亚湾时位于右侧的城邦;邻近居住的是陶兰提伊人,属于伊利里亚族群的蛮族。” 此后,他详述了有关埃庇达姆诺斯之事、有关科耳库拉之事、有关波提达亚之事,以及伯罗奔尼撒人在斯巴达的集会和在那里发表的针对雅典城邦的演说。在将这些内容拉长至多达两千行之后,他才回过头来阐述另一个既为真实又合乎其本人见解的原因,并以此为始: “拉刻代蒙人投票决议和约已被破坏且须对雅典人开战,这倒非因多大程度上被盟友的言辞所说服,而是因惧怕雅典人日后变得更为强大,见其已将希腊的大部分置于掌控之下。因为雅典人正是通过如下途径走向使其得以壮大的局面。” 在此之后,他将雅典城邦自波斯战争之后至伯罗奔尼撒战争爆发前所建立的诸多功业,以纲要而仓促的方式,用不到五百行的篇幅附加上去。随后,他意识到这些事件先于科耳库拉事件,且战争并非始于后者而是始于前者,于是再次逐字写道: “在这些事件之后不久的年代里,便发生了前文所提及的那些事——科耳库拉事件、波提达亚事件,以及所有构成这场战争口实之事。希腊人在彼此之间以及对蛮族所作的一切,皆发生于薛西斯撤退至本场战争爆发之间的约五十年内;在此期间,雅典人使其统治更为坚固,自身亦走向极其强大的权势,而拉刻代蒙人虽有所察觉,却除极少程度外未加阻挠,并在大部分时间内保持沉默——盖因他们在此之前便不急于卷入战争,除非受到强迫,且在当时亦在某种程度上受到内部战事的牵绊;然而雅典人的实力显著上升并触及他们的同盟。至此,他们才认为不再可以容忍,必须全力以赴发起进攻,若有可能,便通过挑起这场战争来摧毁这股势力。”

语法注3 条
  1. 10ὡς οὔτε ἀρχὴν τῆς ἱστορίας εἰληφότος ἣν ἐχρῆν οὔτε τέλος ἐφηρμοκότος αὐτῇ τὸ πρέπον

    连词 ὡς 后接属格分词(εἰληφότος, ἐφηρμοκότος)构成的独立属格结构,用以引导动词 αἰτιῶνται 中批评者所持的主观指责理由。

  2. 10τοῦ μή τινας ζητῆσαί ποτε

    定冠词属格 τοῦ 与带否定词 μή 的不定式 ζητῆσαι 结合构成的属格不定式结构,表示否定目的(“以免有人探寻”),不定式的逻辑主语为宾格 τινας。

  3. 10ἀραμένοις τόνδε τὸν πόλεμον

    与格不定过去时分词 ἀραμένοις(源自 αἴρω 的不定过去时中动相)充当其前动词形容词(ἐπιχειρητέα, καθαιρετέα)的行为主体与格(dative of agent),指承担发起这场战争的人。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0081.tlg010.humanitext-grc2:10