- 底本
- Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 1. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1899.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0081.tlg010.humanitext-grc2:6-8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者论述了修昔底德如何摒弃前代史家局限于一地或过于庞杂的治史方式,以严谨理性的态度聚焦于单场战争,赞扬其排斥神话以追求实用,以及对历史真实所秉持的公正与敬畏。
τούτοις ἐπιγενόμενος Θουκυδίδης οὔτʼ ἐφʼ ἑνὸς ἐβουλήθη τόπου καθιδρῦσαι τὴν ἱστορίαν, ὡς οἱ περὶ τὸν Ἑλλάνικον ἐποίησαν, οὔτε τὰς ἐξ ἁπάσης χώρας Ἕλλησιν ἢ βαρβάροις ἐπιτελεσθείσας πράξεις εἰς μίαν ἱστορίαν συναγαγεῖν, μιμησάμενος Ἡρόδοτον· τῆς μὲν προτέρας ὑπεριδὼν ὡς εὐτελοῦς καὶ ταπεινῆς καὶ πολλὰ οὐ δυνησομένης τοὺς ἀναγινώσκοντας ὠφελῆσαι· τῆς δʼ ὑστέρας ὡς μείζονος ἢ δυνατῆς πεσεῖν1 εἰς σύνοψιν ἀνθρωπίνου λογισμοῦ κατὰ τὸν ἀκριβέστατον τῶν τρόπων· ἕνα δὲ προχειρισάμενος πόλεμον, ὃν ἐπολέμησαν Ἀθηναῖοι καὶ Πελοποννήσιοι πρὸς ἀλλήλους, τοῦτον ἐσπούδασεν ἀναγράψαι· ἐρρωμένος τε τὸ σῶμα καὶ τὴν διάνοιαν ὑγιαίνων καὶ μέχρι παντὸς αὐτοῦ βιώσας, καὶ οὐκ ἐκ τῶν ἐπιτυχόντων ἀκουσμάτων τὰς πράξεις συντιθείς, ἀλλʼ οἷς μὲν αὐτὸς παρῆν, ἐξ ἐμπειρίας, ὧν δʼ ἀπελείφθη2 διὰ τὴν φυγήν, παρὰ τῶν ἄριστα γινωσκόντων πυνθανόμενος. πρῶτον μὲν δὴ κατὰ τοῦτο διήλλαξε τῶν πρὸ αὐτοῦ συγγραφέων, λέγω δὲ κατὰ τὸ λαβεῖν ὑπόθεσιν μήτε μονόκωλον παντάπασι μήτʼ εἰς πολλὰ μεμερισμένην καὶ ἀσυνάρτητα κεφάλαια· ἔπειτα κατὰ τὸ μηδὲν αὐτῇ μυθῶδες προσάψαι, μηδʼ εἰς ἀπάτην καὶ γοητείαν τῶν πολλῶν ἐκτρέψαι τὴν γραφήν, ὡς οἱ πρὸ αὐτοῦ πάντες ἐποίησαν, Λαμίας τινὰς ἱστοροῦντες ἐν ὕλαις καὶ νάπαις ἐκ γῆς ἀνἱεμένας, καὶ Ναΐδας ἀμφιβίους ἐκ Ταρτάρων ἐξιούσας καὶ διὰ πελάγους νηχομένας καὶ μιξόθηρας, καὶ ταύτας εἰς ὁμιλίαν ἀνθρώποις συνερχομένας, καὶ ἐκ θνητῶν καὶ θείων συνουσιῶν γονὰς ἡμιθέους, καὶ ἄλλας τινὰς ἀπίστους τῷ καθʼ ἡμᾶς βίῳ καὶ πολὺ τὸ ἀνόητον ἔχειν δοκούσας ἱστορίας.
紧随这些人之后的修昔底德,既不愿像赫拉尼科斯之流那样将历史局限于单一地点,也不愿效仿希罗多德将整个地域内希腊人或异邦人所成就的功业汇集为一部历史;因为他鄙视前者微不足道且浅陋,不能给读者带来多少益处;而认为后者过于庞大,无法以最严谨的方式纳入人类理智的总览之中。相反,他挑选了一场战争——即雅典人与伯罗奔尼撒人之间相互交战的那场战争,专心致志地将其记录下来。他体魄强健,心智健全,经历了这场战争的全过程,且不是根据偶然听闻的传言拼凑事实,而是对于自己亲身在场之事出于亲身经历,对于因流放而缺席之事则向知之最详者探询。 因此,首先就在这一点上,他有别于前代史家——我指的是他选取了一个既非完全单调短小、亦未被分割为许多互不相连的章节的题材;其次,他绝不向其中附会任何神话成分,亦不将记述引向对大众的欺瞒与蛊惑,而不像他之前的所有人那样,记载森林和幽谷中破土而出的拉米亚、从塔耳塔洛斯现身并在汪洋中游弋的两栖半兽水仙、她们与人类交际幽会之事、凡人与神明结合所育的半神后裔,以及其他在当今生活中令人难以置信且看似极度荒诞的故事。
ταῦτα δʼ εἰπεῖν προήχθην οὐκ ἐπιτιμῶν ἐκείνοις τοῖς ἀνδράσιν, ἀλλὰ καὶ πολλὴν ἔχων συγγνώμην, εἰ καὶ τῶν μυθικῶν ἥψαντο πλασμάτων, ἐθνικὰς καὶ τοπικὰς ἐκφέροντες ἱστορίας· ἐν ἅπασι γὰρ ἀνθρώποις καὶ κοινῇ κατὰ τόπους καὶ κατὰ πόλεις ἰδίᾳ μνῆμαί τινες ἐσῴζοντο καὶ τῶν τοιούτων ἀκουσμάτων, ὥσπερ ἔφην, ἃς διαδεχόμενοι παῖδες παρὰ πατέρων ἐπιμελὲς ἐποιοῦντο παραδιδόναι τοῖς ἐκγόνοις καὶ τοὺς βουλομένους αὐτὰς εἰς τὸ κοινὸν ἐκφέρειν οὕτως ἠξίουν συγγράφειν, ὡς παρὰ τῶν ἀρχαίων ἐδέξαντο. ἐκείνοις μὲν οὖν τοῖς ἀνδράσιν ἀναγκαῖον ἦν ποικίλλειν τοῖς μυθώδεσιν ἐπεισοδίοις τὰς τοπικὰς ἀναγραφάς. Θουκυδίδῃ δὲ τῷ προελομένῳ μίαν ὑπόθεσιν, ᾗ παρεγίνετο αὐτός, οὐχ ἥρμοττεν ἐγκαταμίσγειν τῇ διηγήσει τὰς θεατρικὰς γοητείας οὐδὲ πρὸς τὴν ἀπάτην ἁρμόττεσθαι τῶν ἀναγνωσομένων, ἣν ἐκεῖναι πεφύκασι φέρειν αἱ συντάξεις, ἀλλὰ πρὸς τὴν ὠφέλειαν, ὡς αὐτὸς ἐν τῷ προοιμίῳ τῆς ἱστορίας δεδήλωκε κατὰ λέξιν οὕτως γράφων· καὶ ἐς μὲν ἀκρόασιν τὸ μὴ μυθῶδες αὐτῶν ἀτερπέστερον φαίνεται· ὅσοι δὲ βουλήσονται τῶν τε γεγονότων τὸ σαφὲς σκοπεῖν, καὶ τῶν μελλόντων ποτὲ κατὰ τὸ ἀνθρώπειον τοιούτων καὶ παραπλησίων ἔσεσθαι, ὠφέλιμα κρίνειν αὐτὰ ἀρκούντως ἕξει·3 κτῆμά τε ἐς ἀεὶ μᾶλλον ἢ ἀγώνισμα ἐς τὸ παραχρῆμα ἀκούειν ξύγκειται.
我之所以说这些话,并非为了谴责那些学者,而是怀着极大的体谅,即使他们在发表部族史和地方史时触及了神话虚构之物;因为正如我所说,在所有人当中,无论是在各地区共同保存还是在各城邦单独保存,都留存着某些关于此类传闻的记忆,子辈从父辈那里继承下来,并悉心传于后嗣,他们要求那些希望将其公之于众的人,必须按照从古人那里接收到的样貌进行编撰。因此,对于那些人而言,用神话插曲来润色地方记录是不可避免的;然而,对于选择自己亲历之单一题材的修昔底德来说,在叙事中掺杂戏剧性的蛊惑,或是顺应读者易受欺瞒的心理(而那些著作天生容易导致这种欺瞒),都是不恰当的,他所顺应的应当是有益性,正如他本人在历史的序言中逐字写明的那样: “在听闻方面,这些叙述因缺乏神话色彩而显得不那么悦耳;但凡希望看清已发生之事的真相,以及依据人性在未来某一时刻以相同或类似形式再度发生之事的真相的人,只要判定这些记录是有益的,便足矣;它被撰写下来,是作为永恒的财富,而非用作博取一时听众赞赏的竞赛之作。”
μαρτυρεῖται δὲ τῷ ἀνδρὶ τάχα μὲν ὑπὸ πάντων φιλοσόφων τε καὶ ῥητόρων, εἰ δὲ μή, τῶν γε πλείστων, ὅτι καὶ τῆς ἀληθείας, ἧς ἱέρειαν εἶναι τὴν ἱστορίαν βουλόμεθα, πλείστην ἐποιήσατο πρόνοιαν, οὔτε προστιθεὶς τοῖς πράγμασιν οὐδὲν ὃ μὴ δίκαιον οὔτε ἀφαιρῶν, οὐδὲ ἐνεξουσιάζων τῇ γραφῇ,4 ἀνέγκλητον δὲ καὶ καθαρὰν τὴν προαίρεσιν ἀπὸ παντὸς φθόνου καὶ πάσης κολακείας φυλάττων, μάλιστα δʼ ἐν ταῖς περὶ τῶν ἀγαθῶν ἀνδρῶν γνώμαις. καὶ γὰρ Θεμιστοκλέους ἐν τῇ πρώτῃ βύβλῳ μνησθεὶς τὰς ὑπαρχούσας αὐτῷ ἀρετὰς ἀφθόνως ἐπελήλυθε, καὶ τῶν Περικλέους πολιτευμάτων ἁψάμενος ἐν τῇ δευτέρᾳ βύβλῳ τῆς διαβεβοημένης περὶ αὐτοῦ δόξης ἄξιον εἴρηκεν ἐγκώμιον· περί τε Δημοσθένους τοῦ στρατηγοῦ καὶ Νικίου τοῦ Νικηράτου καὶ Ἀλκιβιάδου τοῦ Κλεινίου καὶ ἄλλων στρατηγῶν τε καὶ ῥητόρων ἀναγκασθεὶς λέγειν, ὅσα προσήκοντα ἦν ἑκάστῳ, δεδήλωκε. παραδείγματα δὲ περὶ αὐτῶν φέρειν οὐ δέομαι τοῖς διεληλυθόσιν αὐτοῦ τὰς ἱστορίας. ταῦτα μὲν οὖν ἂν ἔχοι τις εἰπεῖν, ἃ περὶ τὸν πραγματικὸν τόπον ὁ συγγραφεὺς κατορθοῖ, καλὰ καὶ μιμήσεως ἄξια.
或许所有的哲学家和修辞学家——即便不是全部,至少也是绝大多数人——都为修昔底德作证:他对真理付出了最大的关切,而我们正希望历史能成为真理的女祭司;他既未在事实中添加任何不当之词,亦未削减分毫,在写作中不肆意擅权,使自己的立意纯正无瑕,远离一切嫉妒与谄媚,尤其是在对贤能之士的评价上。事实上,他在第一卷中提及地米斯托克利时,毫不吝啬地详述了其固有的美德;在第二卷中涉及伯里克利的施政时,发表了与其远播之名相副的赞颂;当他不得不谈及将军德摩斯梯尼、尼凯拉托斯之子尼基阿斯、克勒尼亚斯之子阿尔西比亚德以及其他将领与演说家时,亦如实阐明了每人所当得的评语。对于那些通读过他著作的人,我毋需就此一一列举例证。以上便可以说是该历史家在事实内容领域所妥善达成的功绩,既崇高又堪为后人楷模。
- 6μείζονος ἢ δυνατῆς πεσεῖν
比较级 μείζονος 之后接有相当于 ἢ ὥστε 的不定式结构(ἢ δυνατῆς πεσεῖν),表示“超出……所能达到的范围(过大以至于无法……)”。在此,不定式 πεσεῖν 作为 δυνατῆς 的补充成分,意为“过于庞大,以至于无法纳入人类理智的总览之中”。
- 6ὧν δʼ ἀπελείφθη
该分句与前面的 οἷς μὲν αὐτὸς παρῆν 相对称。关系代词 ὧν 之所以用属格,既可能是由于被省略的先行词(τούτων)引起的格同化,也可能是受动词 ἀπολείπομαι(缺席、脱离)支配的分离属格,意指“因流放而未亲身参与的那些事”。
- 7ὠφέλιμα κρίνειν αὐτὰ ἀρκούντως ἕξει
引自修昔底德《伯罗奔尼撒战争史》第1卷第22章第4节。副词 ἀρκούντως 与 ἔχω 搭配不定式,构成非人称结构,表示“若判定……便已足够”。不定式 κρίνειν 的主语指代前文关系从句 ὅσοι δὲ βουλήσονται 所提示的人们,接双宾格:αὐτά 为直接宾语,ὠφέλιμα 为宾语补足语。
- 8οὐδὲ ἐνεξουσιάζων τῇ γραφῇ
分词 ἐνεξουσιάζων(源自 ἐνεξουσιάζω,意为“在……中滥用权力、肆意专权”)后接与格 τῇ γραφῇ,指作者在著作中不行使任意的专断特权,亦不凭个人主观意志肆意曲解或操纵事实。
