- 底本
- Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 1. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1899.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0081.tlg010.humanitext-grc2:5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者在展开对修昔底德的专论前,概述了早期编年史家割裂记录各地传说及朴素文风的共同特征,随后阐述了希罗多德如何将历史提升为宏大统合的叙事并丰富其文采。
μέλλων δὲ ἄρχεσθαι τῆς περὶ Θουκυδίδου γραφῆς ὀλίγα βούλομαι περὶ τῶν ἄλλων συγγραφέων εἰπεῖν, τῶν τε πρεσβυτέρων καὶ τῶν κατὰ τοὺς αὐτοὺς ἀκμασάντων ἐκείνῳ χρόνους, ἐξ ὧν ἔσται καταφανὴς ἥ τε προαίρεσις τοῦ ἀνδρός, ᾗ χρησάμενος διήλλαξε τοὺς πρὸ αὐτοῦ,1 καὶ ἡ δύναμις. ἀρχαῖοι μὲν οὖν συγγραφεῖς πολλοὶ καὶ κατὰ πολλοὺς τόπους ἐγένοντο πρὸ τοῦ Πελοποννησιακοῦ πολέμου· ἐν οἷς ἐστιν Εὐγέων τε ὁ Σάμιος καὶ Δηίοχος ὁ Προκοννήσιος καὶ Εὔδημος ὁ Πάριος καὶ Δημοκλῆς ὁ Φυγελεὺς καὶ Ἑκαταῖος ὁ Μιλήσιος, ὅ τε Ἀργεῖος Ἀκουσίλαος καὶ ὁ Λαμψακηνὸς Χάρων καὶ ὁ Χαλκηδόνιος Μελησαγόρας, ὀλίγῳ δὲ πρεσβύτεροι τῶν Πελοποννησιακῶν καὶ μέχρι τῆς Θουκυδίδου παρεκτείναντες ἡλικίας Ἑλλάνικός τε ὁ Λέσβιος καὶ Δαμάστης ὁ Σιγειεὺς καὶ Ξενομήδης ὁ Χῖος καὶ Ξάνθος ὁ Λυδὸς καὶ ἄλλοι συχνοί. οὗτοι προαιρέσει τε ὁμοίᾳ ἐχρήσαντο περὶ τὴν ἐκλογὴν τῶν ὑποθέσεων καὶ δυνάμεις οὐ πολύ τι διαφερούσας ἔσχον ἀλλήλων, οἳ μὲν τὰς Ἑλληνικὰς ἀναγράφοντες ἱστορίας, οἳ δὲ τὰς βαρβαρικάς, αὐτάς τε ταύτας οὐ συνάπτοντες ἀλλήλαις, ἀλλὰ κατʼ ἔθνη καὶ κατὰ πόλεις διαιροῦντες καὶ χωρὶς ἀλλήλων ἐκφέροντες, ἕνα καὶ τὸν αὐτὸν φυλάττοντες σκοπόν, ὅσαι διεσῴζοντο παρὰ τοῖς ἐπιχωρίοις μνῆμαι κατὰ ἔθνη τε καὶ κατὰ πόλεις, εἴ τʼ ἐν ἱεροῖς εἴ τʼ ἐν βεβήλοις ἀποκείμεναι γραφαί, ταύτας εἰς τὴν κοινὴν ἁπάντων γνῶσιν ἐξενεγκεῖν, οἵας παρέλαβον, μήτε προστιθέντες αὐταῖς τι μήτε ἀφαιροῦντες· ἐν αἷς καὶ μῦθοί τινες ἐνῆσαν ἀπὸ τοῦ πολλοῦ πεπιστευμένοι χρόνου καὶ θεατρικαί τινες περιπέτειαι πολὺ τὸ ἠλίθιον ἔχειν τοῖς νῦν δοκοῦσαι· λέξιν τε ὡς ἐπὶ τὸ πολὺ τὴν αὐτὴν ἅπαντες ἐπιτηδεύσαντες,2 ὅσοι τοὺς αὐτοὺς προείλοντο τῶν διαλέκτων χαρακτῆρας, τὴν σαφῆ καὶ κοινὴν καὶ καθαρὰν καὶ σύντομον καὶ τοῖς πράγμασι προσφυῆ καὶ μηδεμίαν σκευωρίαν ἐπιφαίνουσαν τεχνικήν· ἐπιτρέχει μέντοι τις ὥρα τοῖς ἔργοις αὐτῶν καὶ χάρις, τοῖς μὲν πλείων, τοῖς δʼ ἐλάττων, διʼ ἣν ἔτι μένουσιν αὐτῶν αἱ γραφαί. ὁ δʼ Ἁλικαρνασεὺς Ἡρόδοτος, γενόμενος ὀλίγῳ πρότερον τῶν Περσικῶν, παρεκτείνας δὲ μέχρι τῶν Πελοποννησιακῶν, τὴν τε πραγματικὴν προαίρεσιν ἐπὶ τὸ μεῖζον ἐξήνεγκε καὶ λαμπρότερον, οὔτε πόλεως μιᾶς οὔτʼ ἔθνους ἑνὸς ἱστορίαν προελόμενος ἀναγράψαι, πολλὰς δὲ καὶ διαφόρους πράξεις ἔκ τε τῆς Εὐρώπης ἔκ τε τῆς Ἀσίας εἰς μιᾶς περιγραφὴν πραγματείας συναγαγεῖν (ἀρξάμενος γοῦν ἀπὸ τῆς τῶν Λυδῶν δυναστείας μέχρι τοῦ Περσικοῦ πολέμου κατεβίβασε τὴν ἱστορίαν, πάσας τὰς ἐν τοῖς κ καὶ διακοσίοις ἔτεσι3 γενομένας πράξεις ἐπιφανεῖς Ἑλλήνων τε καὶ βαρβάρων μιᾷ συντάξει περιλαβών), καὶ τῇ λέξει προσαπέδωκε τὰς παραλειφθείσας ὑπὸ τῶν πρὸ αὐτοῦ συγγραφέων ἀρετάς.
在着手撰写关于修昔底德的专论之际,我希望简要谈谈其他历史学家——包括前代学者以及与他同时代繁盛之士,由此可以清晰看出修昔底德的志趣(他正是凭借此志趣而有别于前人)以及他的才力。 在伯罗奔尼撒战争之前,许多地方便已涌现出众多古代历史学家;其中包括萨摩斯的欧革翁、普罗孔涅索斯的代奥科斯、帕罗斯的欧得摩斯、菲革拉的德摩克勒斯、米利都的赫卡泰奥斯,以及阿哥斯的阿库西拉奥斯、拉姆普萨科斯的卡戎和卡尔刻冬的墨勒萨戈拉斯;而在年代上略早于伯罗奔尼撒战争、并一直延续至修昔底德盛年的,有莱斯博斯的赫拉尼科斯、西革翁的达玛斯忒斯、基奥斯的克塞诺墨得斯、吕底亚的克桑托斯以及许多其他人。 这些人在题材的选择上采用了相似的立意,所具备的才力彼此亦相差无几:有些人记载希腊的历史,有些人记载异邦的历史,且并未将这些历史连贯在一起,而是按部族与城邦加以分割并各自独立发表,贯彻着一个且相同的宗旨,即将各部族和各城邦的当地人所保存的记忆——无论是保存在神庙中还是世俗档案馆内的文献——按其原本接受的样貌公布于天下公知,既不增加分毫,亦不删减点滴;其中亦包含某些因年代久远而受人信服的神话,以及某些在今人看来颇具愚钝之态的戏剧性波澜;此外,凡选择相同方言特征的人,大体上都操持着同一种文风:清晰、平易、纯正、简明、贴切于事实,且不显露任何矫揉造作的技巧修饰。然而,他们的作品中流淌着某种生动的光彩与优雅,有的多些,有的少些,其著作亦因之流传至今。 然而,哈利卡尔那索斯的希罗多德生于波斯战争前不久,一直延续至伯罗奔尼撒战争时期,他将选材构想提升到了更宏大、更辉煌的高度,并未选择记载单单一座城邦或单一一个部族的历史,而是将欧亚两洲众多各异的功业汇聚于一部专论的范畴之内(事实上,他自吕底亚人的王朝发端,将历史顺次下推至波斯战争,在一部编撰著作中囊括了二百二十年间希腊人与异邦人所创下的全部赫赫功业),并且在文风上补充了被前代史家所遗漏的种种美德。
- 5διήλλαξε τοὺς πρὸ αὐτοῦ
动词 διαλλάσσω 通常意为“调解”或作不及物动词与属格或 πρός 连用表示“不同于”,在此处以及物动词形式直接带宾格(τοὺς πρὸ αὐτοῦ),意为“使自己有别于前人”或“与前人区分开来”。
- 5λέξιν τε ὡς ἐπὶ τὸ πολὺ τὴν αὐτὴν ἅπαντες ἐπιτηδεύσαντες
该分词短语承接了主句(οὗτοι ... ἐχρήσαντο ... καὶ ... ἔσχον)之后的一连串分词修饰语(ἀναγράφοντες、συνάπτοντες 等),其逻辑主语仍为 οὗτοι。此处并无后接的限定动词,形成了轻微的破格句(anacoluthon);随后的形容词序列(τὴν σαφῆ καὶ κοινὴν 等)与宾格 λέξιν 构成同位语,具体列举其文体特征。
- 5ἐν τοῖς κ καὶ διακοσίοις ἔτεσι
希腊数字字母 κʹ(二十)与 διακοσίοις(二百)连用,表示“二百二十年”,整个短语置于冠词介词结构 ἐν τοῖς ... ἔτεσι 之中。
