← 哈利卡纳苏斯的狄奥尼修斯

论修昔底德

§54

德摩斯梯尼模仿与改进文体的演说范例

作者援引并评析了德摩斯梯尼的若干演说片段(如《论海军分担金/对大王之战》、《第三篇反腓力演说》及《论冠礼》),以此展示德摩斯梯尼如何在借鉴修昔底德式的复杂句构与思辨的同时保持言辞的明晰性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§54

θήσω δʼ ἐξ ἀμφοτέρων παραδείγματα, πολλῶν ὄντων ὀλίγα καὶ τοῖς ἀνεγνωκόσι τὸν ἄνδρα ἀρκοῦντα. ἔστι δή τις αὐτῷ δημηγορία τὴν μὲν ὑπόθεσιν ἔχουσα περὶ τοῦ πρὸς βασιλέα πολέμου, παρακαλοῦσα δὲ τοὺς Ἀθηναίους μὴ προχείρως αὐτὸν ἄρασθαι, ὡς οὔτε τῆς οἰκείας αὐτῶν δυνάμεως ἀξιομάχου πρὸς τὴν τοῦ βασιλέως ὑπαρχούσης οὔτε τῆς συμμαχικῆς πιστῶς καὶ βεβαίως τῶν κινδύνων ἀντιληψομένης· παρακαλεῖ τε αὐτοὺς παρασκευασαμένους τὴν ἑαυτῶν δύναμιν φανεροὺς εἶναι τοῖς Ἕλλησιν, ὅτι τὸν ὑπὲρ τῆς ἁπάντων ἐλευθερίας κίνδυνον ὑπομενοῦσιν, ἐάν τις ἐπʼ αὐτοὺς ἴῃ· πρὸ δὲ τοῦ παρασκευάσασθαι πρέσβεις οὐκ ἐᾷ πρὸς τοὺς Ἕλληνας ἀποστέλλειν τοὺς καλέσοντας αὐτοὺς ἐπὶ τὸν πόλεμον, ὡς οὐχ ὑπακουσομένους. τοῦτο λαβὼν τὸ νόημα κατεσκεύακέν τε καὶ ἐσχημάτικεν οὕτως· τότε δέ, ἐὰν ἄρα ἃ νῦν οἰόμεθα ἡμεῖς πράττητε, οὐδεὶς δήπου τῶν πάντων Ἑλλήνων τηλικοῦτον ἐφʼ ἑαυτῷ φρονεῖ, ὅστις ὁρῶν χιλίους ἱππέας, ὁπλίτας δὲ ὅσους ἂν ἐθέλῃ τις, ναῦς δὲ τριακοσίας οὐχ ἥξει καὶ δεήσεται, μετὰ τούτων ἀσφαλέστατʼ ἂν ἡγούμενος σωθῆναι· οὐκοῦν ἐκ μὲν τοῦ καλεῖν ἤδη τὸ δεῖσθαι κἂν μὴ τύχητε ἐφαμαρτεῖν, ἐκ δὲ τοῦ μετὰ τοῦ παρασκευάσασθαι τὰ ὑμέτερα αὐτῶν ἐπισχεῖν δεομένους σῴζειν καὶ εὖ εἰδέναι πάντας ἥξοντας ἔστι.1 ταῦτα ἐξήλλακται μὲν ἐκ τῆς πολιτικῆς καὶ συνήθους τοῖς πολλοῖς ἀπαγγελίας, καὶ κρείττονά ἐστιν ἢ κατὰ τὸν ἰδιώτην· οὐ μὴν ἐσκότισταί γε οὐδὲ ἀσαφῆ γέγονεν ὥστε ἐξηγήσεως δεῖσθαι. ἀρξάμενός τε ὑπὲρ τῆς παρασκευῆς λέγειν ταῦτα ἐπιτίθησιν· ἔστι δὲ πρῶτον τῆς παρασκευῆς, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ μέγιστον, οὕτω διακεῖσθαι τὰς γνώμας ὑμᾶς, ὡς ἕκαστον ἑκόντα προθύμως ὅ τι ἂν δέῃ ποιήσοντα. ὁρᾶτε γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι ὅσα μὲν πώποτε ἐβουλήθητε καὶ μετὰ ταῦτα τὸ πράττειν αὐτὸς ἕκαστος ἑαυτῷ προσήκειν ἡγήσατο, οὐδὲν πώποτε ὑμᾶς ἐξέφυγεν· ὅσα δʼ ἐβουλήθητε μέν, μετὰ ταῦτα δὲ ἀπεβλέψατε εἰς ἀλλήλους, ὡς αὐτὸς μὲν οὐ ποιήσων, τὸν δὲ πλησίον τὰ δέοντα πράξοντα,2 οὐδὲν πώποτε ὑμῖν ἐγένετο. καὶ γὰρ ἐνταῦθα πέπλεκται μὲν ἡ διάνοια πολυπλόκως, λέλεκται δʼ ἐκ τῆς κοινότητος εἰς τὴν ἀσυνήθη φράσιν ἐκβεβηκότα, φυλάττεται δὲ τὸ περιττὸν αὐτῶν ἐν τῷ σαφεῖ. ἐν δὲ τῇ μεγίστῃ τῶν κατὰ Φιλίππου δημηγοριῶν καὶ τὴν ἀρχὴν εὐθὺς οὕτως κατεσκεύακεν· πολλῶν, ὦ ἄνδρες Ἀθηναῖοι, λόγων γιγνομένων ὀλίγου δεῖν καθʼ ἑκάστην ἐκκλησίαν, περὶ ὧν Φίλιππος ἀφʼ οὗ τὴν εἰρήνην ἐποιήσατο οὐ μόνον ὑμᾶς, ἀλλὰ καὶ τοὺς ἄλλους ἀδικεῖ· καὶ πάντων οἶδʼ ὅτι φησάντων γʼ ἄν, εἰ μὴ καὶ ποιοῦσι τοῦτο, καὶ λέγειν καὶ πράττειν, ὅπως ἐκεῖνος παύσεται τῆς ὕβρεως καὶ δίκην δώσει, εἰς τοῦτο ὑπηγμένα πάντα τὰ πράγματα καὶ προεἱμένα ὁρῶ, ὥστε δέδοικα μὴ βλάσφημον μὲν εἰπεῖν, ἀληθὲς δέ· εἰ καὶ λέγειν ἅπαντες ἐβούλονθʼ οἱ παριόντες καὶ χειροτονεῖν ὑμεῖς ἐξ ὧν ὡς φαυλότατα ἔμελλε τὰ πράγματα ἕξειν, οὐκ ἂν ἡγοῦμαι δύνασθαι χεῖρον ἢ νῦν διατεθῆναι.3 ὅμοια δὲ τούτοις ἐστὶ κἀκεῖνα· εἶτʼ οἴεσθε, εἰ μὲν αὐτὸν μηδὲν ἐποίησαν κακόν, μὴ παθεῖν δὲ φυλάξαιντο ἴσως, τούτους μὲν ἐξαπατᾶν αἱρεῖσθαι μᾶλλον ἢ προλέγοντα βιάζεσθαι, ὑμῖν δʼ ἐκ προρρήσεως πολεμήσειν, καὶ ταῦθʼ ἕως ἂν ἑκόντες ἐξαπατᾶσθε; ἐν δὲ τῷ κρατίστῳ τῶν δικανικῶν, τῷ περὶ τοῦ στεφάνου γραφέντι λόγῳ τῆς Φιλίππου δεινότητος, ᾗ κατεστρατηγήκει τὰς πόλεις, μνησθεὶς οὕτω τὴν διάνοιαν ἐσχημάτικεν· καὶ οὐκέτι προστίθημι, ὅτι τῆς μὲν ὠμότητος, ἣν ἐν οἷς καθάπαξ τινῶν κατέστη κύριος ὁ Φίλιππος ἔστιν ἰδεῖν,4 ἑτέροις πειραθῆναι συνέβη, τῆς δὲ φιλανθρωπίας, ἣν τὰ λοιπὰ τῶν πραγμάτων ἐκεῖνος περιβαλλόμενος πρὸς ὑμᾶς ἐπλάττετο, ὑμεῖς καλῶς ποιοῦντες τοὺς καρποὺς ἐκομίσασθε. καὶ ἐν οἷς τοὺς προδιδόντας τῷ Φιλίππῳ τὰ πράγματα πάντων αἰτίους ἀποφαίνει τῶν συμβεβηκότων τοῖς Ἕλλησι κακῶν, κατὰ λέξιν οὕτως γράφει· καίτοι νὴ τὸν Ἡρακλέα καὶ πάντας θεούς, εἴ γʼ ἐπʼ ἀληθείας δέοι σκοπεῖσθαι ἢ τὸ καταψεύδεσθαι καὶ διʼ ἔχθραν τι λέγειν ἀνελόντας ἐκ μέσου, τίνες ὡς ἀληθῶς ἦσαν οἷς ἂν εἰκότως καὶ δικαίως τὴν τῶν γεγενημένων αἰτίαν ἐπὶ τὴν κεφαλὴν ἀναθεῖεν ἅπαντες,5 τοὺς ὁμοίους τούτῳ παρʼ ἑκάστῃ τῶν πόλεων εὕροιτʼ ἄν, οὐχὶ τοὺς ἐμοί· οἳ ὅτʼ ἦν ἀσθενῆ τὰ Φιλίππου πράγματα καὶ κομιδῇ μικρά, πολλάκι προλεγόντων ἡμῶν καὶ παρακαλούντων καὶ διδασκόντων τὰ βέλτιστα, τῆς ἰδίας ἕνεκʼ αἰσχροκερδείας τὰ κοινῇ συμφέροντα προἵεντο, τοὺς ὑπάρχοντας ἑκάστοις πολίτας ἐξαπατῶντες καὶ διαφθείροντες, ἕως δούλους ἐποίησαν.

我将从这两类演说中各举数例,虽只是众多例证中的寥寥几条,但对于那些已熟读此人作品的人而言已足矣。他有一篇以对波斯大王作战为主题的群众演说,其中告诫雅典人不要轻率用兵,理由是他们自身的本土军力并不足以与大王抗衡,而盟邦的军力亦不会忠实而坚定地分担危险;他劝告他们在整饬好自身军力之后,向全体希腊人昭示:若有人来犯,他们甘愿为众人的自由而承担危险;但在完成军备之前,他却不许向希腊人派遣使节号召他们参战,因为料定他们不会听从。他汲取了这一思想,并作了如下的结构安排与修辞构图: “到了那时,如果你们真能践行我们此刻所认为当做之事,那么在全体希腊人中,绝没有任何人会自负到如此地步:在目睹了一千骑兵、随意所欲的多寡重装步兵以及三百艘战舰之后,竟然不会前来恳请援助,深信依靠这些力量自己便能最安全地获救。因此,立即遣使号召,其结果只能是沦为恳求者,且一旦未能如愿便彻底失败;而在整备自身力量之后静观其变,则不仅能够拯救那些前来恳请的人,更能确知众人必将纷至沓来。” 这些文句已脱离了寻常大众所习见的平庸政论语调,远非凡夫俗子之所能为;然而,它们并未因此而晦涩难解,以致需要专门的文法注解。而在开始论及备战之时,他又补充了以下一段话: “雅典人啊,战备的首要且最重大之处,在于你们的心态当如此确立:每个人都自愿且热忱地去做一切应当做的事。因为你们看到,雅典人啊,凡是你们历来所期望、且在期望之后每个人都认为行动乃是自身之责任的事,从未有一件从你们手中溜走过;但是凡是你们虽然期望、而在期望之后却面面相觑、以为自己无需行动而邻人自会克尽厥职的事,从未有一件在你们手中得以成就。” 因为在此处,思路同样错综复杂,文辞亦从通俗表达跨入非常之辞,但其奇峻之致仍完好地保存在明晰之中。而在他最重要的一篇反腓力演说中,他在开篇处便立即作了如下的构筑: “雅典人啊,在几乎每一次公民大会上,都有众多关于腓力自缔结和约以来不仅侵害你们、而且侵害其他人的不义之举的发言;我也深知,所有人即便未曾付诸行动,也会宣称应当在言论和行动上齐心协力,以使他停止暴行并受到惩罚;然而我看到一切局势已被瓦解和放弃到了这般境地,以致我唯恐说出一句虽属不祥却千真万确的话:即使所有登台发言者都蓄意提出、而你们也都投票赞成那些必将使国家局势陷入最恶劣境地的方案,我认为局势也不可能比现在所陷入的状况更为糟糕了。” 与此相似的还有下面这段话: “那么你们以为,在面对那些未曾加害于他、而或许只是戒备着不遭受其侵害的人时,他尚且宁可选择欺骗而非预先警告后施以强暴,难道他竟会在事先宣战之后再向你们开战,而且是在你们自愿受骗的这段时间里吗?” 而在他最卓越的法庭辩词——即那篇关于冠礼的演说中,在提及腓力用以智胜诸邦的权谋手腕时,他将思绪作了如此的构图: “而我甚至不再补充这一点:当腓力一劳永逸地确立了对某些人的统治之后所展现出的那种残暴,乃是由其他人所亲身承受的;而他在图谋其余大业时对你们所假意表现出的宽厚仁慈,你们却幸而收获了其果实。” 而在他论证那些向腓力出卖利益的人乃是导致希腊人遭受一切灾难的罪魁祸首之处,他逐字逐句地写道: “然而凭着赫拉克勒斯和众神起誓,如果真要本着事实进行考察,或者摒弃诬告与出于私仇的言论,去追问究竟何人乃是众人理应且正当将其归咎于其头顶的真正罪魁,那么你们在各城邦中所能发现的,必将是与此人同流合污之辈,而非与我志同道合之人。正是他们在腓力的势力尚且微弱且微不足道之时,在我们屡次预先警告、劝勉并指明最佳策略的情况下,为了个人的卑劣私利而抛弃了共同的利益,欺骗并腐蚀了各自城邦的公民,直至将他们沦为奴隶。”

语法注5 条
  1. 54ἐκ δὲ τοῦ μετὰ τοῦ παρασκευάσασθαι τὰ ὑμέτερα αὐτῶν ἐπισχεῖν δεομένους σῴζειν καὶ εὖ εἰδέναι πάντας ἥξοντας ἔστι

    句末的 ἔστι 作无人称动词,意为“能够/结果是……”,支配不定式 σῴζειν 与 εὖ εἰδέναι。介词短语 ἐκ τοῦ ... ἐπισχεῖν 表示条件或来源(“在完成整备后静观待变”),与前半句的 ἐκ μὲν τοῦ καλεῖν ἤδη τὸ δεῖσθαι ... ἐφαμαρτεῖν 形成对仗。

  2. 54ὡς αὐτὸς μὲν οὐ ποιήσων, τὸν δὲ πλησίον τὰ δέοντα πράξοντα

    在 ὡς 引导表示主观企图的将来时分词结构中,前半句分词为主格(αὐτὸς μὲν οὐ ποιήσων),与主语各人保持一致;后半句因逻辑主语转为他人(τὸν πλησίον),因而转用宾格独立结构(τὸν δὲ πλησίον ... πράξοντα),形成了明显的格位交替构图。

  3. 54ὥστε δέδοικα μὴ βλάσφημον μὲν εἰπεῖν, ἀληθὲς δέ· εἰ καὶ λέγειν ἅπαντες ἐβούλονθʼ οἱ παριόντες καὶ χειροτονεῖν ὑμεῖς ἐξ ὧν ὡς φαυλότατα ἔμελλε τὰ πράγματα ἕξειν, οὐκ ἂν ἡγοῦμαι δύνασθαι χεῖρον ἢ νῦν διατεθῆναι

    在 ὥστε 引导的结果从句中,表恐惧的动词 δέδοικα 支配 μὴ(带入插入性的“唯恐虽属不祥却真确”),继而引出主干判断 οὐκ ἂν ἡγοῦμαι δύνασθαι ...。否定词 οὐκ 与情态助词 ἄν 位于主动词 ἡγοῦμαι 之前,但逻辑上修饰从属不定式 δύνασθαι ... διατεθῆναι(“我认为不可能处于更糟的状态”)。

  4. 54ἐν οἷς καθάπαξ τινῶν κατέστη κύριος ὁ Φίλιππος ἔστιν ἰδεῖν

    融合先行词的关系从句结构,ἐν τούτοις ἐν οἷς 缩合为 ἐν οἷς(“在……的情形中”)。整个从句修饰先行词 ὠμότητος 的关系代词 ἣν,意为“在腓力一劳永逸成为某些人的主宰的情形中人们所能见到的(残暴)”。

  5. 54εἴ γʼ ἐπʼ ἀληθείας δέοι σκοπεῖσθαι ἢ τὸ καταψεύδεσθαι καὶ διʼ ἔχθραν τι λέγειν ἀνελόντας ἐκ μέσου, τίνες ὡς ἀληθῶς ἦσαν οἷς ἂν εἰκότως καὶ δικαίως τὴν τῶν γεγενημένων αἰτίαν ἐπὶ τὴν κεφαλὴν ἀναθεῖεν ἅπαντες

    这是一个潜在条件句,条件从句 εἴ ... δέοι(希求语气)与主句 εὕροιτʼ ἄν 相呼应。分词 ἀνελόντας 采用宾格,是因为它与不定式 σκοπεῖσθαι 的逻辑主语(不特定的宾格代词“人们”)相一致。间接疑问从句 τίνες ... ἦσαν 内部还嵌套了一个带希求语气的潜在关系从句 οἷς ἂν ... ἀναθεῖεν(“众人理应归咎的人”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0081.tlg010.humanitext-grc2:54