- 底本
- Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 1. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1899.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0081.tlg010.humanitext-grc2:51-53
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者驳斥了为修昔底德文体辩护的两种观点(即专为精英而写,或代表古代通行语言),并评述其模仿者,指出古代历史学家中无人真正继承其风格,而在演说家中唯有德摩斯梯尼吸取其精华并避其瑕疵。
πρὸς μὲν οὖν τοὺς οἰομένους μόνων εἶναι τῶν εὐπαιδεύτων ἀναγνῶναί τε καὶ συνεῖναι τὴν Θουκυδίδου διάλεκτον ταῦτα λέγειν ἔχω, ὅτι τὸ τοῦ πράγματος ἀναγκαῖόν τε καὶ χρήσιμον ἅπασιν (οὐδὲν γὰρ ἂν ἀναγκαιότερον γένοιτο οὐδὲ πολυωφελέστερον) ἀναιροῦσιν ἐκ τοῦ κοινοῦ βίου, ὀλίγων παντάπασιν ἀνθρώπων οὕτω ποιοῦντες,1 ὥσπερ ἐν ταῖς ὀλιγαρχουμέναις ἢ τυραννουμέναις πόλεσιν· εὐαρίθμητοι γάρ τινές εἰσιν οἷοι πάντα τὰ Θουκυδίδου συμβαλεῖν, καὶ οὐδʼ οὗτοι χωρὶς ἐξηγήσεως γραμματικῆς ἔνια. πρὸς δὲ τοὺς ἐπὶ τὸν ἀρχαῖον βίον ἀναφέροντας τὴν Θουκυδίδου διάλεκτον ὡς δὴ τοῖς τότε ἀνθρώποις οὖσαν συνήθη, βραχὺς ἀπόχρη μοι λόγος καὶ σαφής, ὅτι πολλῶν γενομένων Ἀθήνησι κατὰ τὸν Πελοποννησιακὸν πόλεμον ῥητόρων τε καὶ φιλοσόφων οὐδεὶς αὐτῶν κέχρηται ταύτῃ τῇ διαλέκτῳ, οὔθʼ οἱ περὶ Ἀνδοκίδην καὶ Ἀντιφῶντα καὶ Λυσίαν ῥήτορες οὔθʼ οἱ περὶ Κριτίαν καὶ Ἀντισθένη καὶ Ξενοφῶντα Σωκρατικοί. ἐκ δὴ τούτων ἁπάντων δῆλός ἐστιν ἁνὴρ πρῶτος ἐπιτετηδευκὼς ταύτην τὴν ἑρμηνείαν, ἵνα διαλλάξῃ τοὺς ἄλλους συγγραφεῖς. ὅταν μὲν οὖν τεταμιευμένως αὐτῇ χρήσηται καὶ μετρίως, θαυμαστός ἐστι καὶ οὐδενὶ συγκριτὸς ἑτέρῳ· ὅταν δὲ κατακόρως καὶ ἀπειροκάλως, μήτε τοὺς καιροὺς διορίζων μήτε τὴν ποσότητα ὁρῶν, μεμπτός. ἐγὼ δὲ οὔτε αὐχμηρὰν καὶ ἀκόσμητον καὶ ἰδιωτικὴν τὴν ἱστορικὴν εἶναι πραγματείαν ἀξιώσαιμʼ ἄν, ἀλλʼ ἔχουσάν τι καὶ ποιητικόν· οὔτε παντάπασι ποιητικήν, ἀλλʼ ἐπʼ ὀλίγον ἐκβεβηκυῖαν τῆς ἐν ἔθει· ἀνιαρὸν γὰρ ὁ κόρος καὶ τῶν πάνυ ἡδέων, ἡ δὲ συμμετρία πανταχῇ χρήσιμον.
因此,对于那些认为阅读并理解修昔底德文体只是受过良好教育者之专利的人,我可以说:他们从共同生活中剥夺了这一事物中必要且对所有人有益的部分(因为没有什么比这更为必要、更有普遍益处了),使其完全沦为极少数人的专属物,正如同在寡头制或僭主制城邦中所发生的那样;因为能理解修昔底德全部作品的人屈指可数,而且即使是这些人,若无文法学注解也无法理解其中的某些段落。而对于那些将修昔底德的文体归之于古代生活、认为它在当时的人们中本是习以为常之物的人,我只需一段简短而明确的话便足够驳斥了:伯罗奔尼撒战争期间雅典涌现了众多演说家和哲学家,但他们之中无一人使用过这种文体,无论是安多基得斯、安提丰和吕西亚斯周遭的演说家,抑或是克里提亚斯、安提斯泰尼和色诺芬周围的苏格拉底学派学者,皆是如此。由此可见,正是此人为了有别于其他历史学家,才首创了这种表达方式。因此,当他节制而适度地运用它时,他是令人赞叹且无人可比的;但当他滥用、缺乏品味、既不辨时机亦不察分寸时,他便应受非难。就我而言,我并不主张历史著述应当干瘪、缺乏文饰且流于俗套,而应带有些许诗意;但亦不可完全诗化,而应仅仅稍微脱离日常习用即可;因为即便是极其甜美之物,过剩亦会令人厌烦,而适度却在一切地方都是有益的。
εἷς ἔτι μοι καταλείπεται λόγος ὁ περὶ τῶν μιμησαμένων τὸν ἄνδρα ῥητόρων τε καὶ συγγραφέων, ἀναγκαῖος μὲν ὤν, ὥσπέρ τις καὶ ἄλλος, εἰς τὴν συντέλειαν τῆς ὑποθέσεως, ὄκνον δέ τινα καὶ πολλὴν εὐλάβειαν ἡμῖν παρέχων, μή τινα παράσχωμεν ἀφορμὴν διαβολῆς τοῖς πάντα συκοφαντεῖν εἰωθόσιν ἀλλοτρίαν τῆς ἐπιεικείας, ᾗ κεχρήμεθα καὶ περὶ τοὺς λόγους καὶ περὶ τὰ ἤθη· οἷς τάχα βάσκανόν τι καὶ κακόηθες πρᾶγμα δόξομεν, εἰ τοὺς μὴ καλῶς τῇ μιμήσει χρησαμένους παράγομεν2 καὶ παρεχόμεθα τὰς γραφὰς αὐτῶν, ἐφʼ αἷς μέγιστον ἐφρόνουν ἐκεῖνοι καὶ διʼ ἃς πλούτους τε μεγάλους ἐκτήσαντο καὶ δόξης λαμπρᾶς κατηξιώθησαν. ἵνα δὲ μηδεμία ὑποψία καθʼ ἡμῶν τοιαύτη γένηται, τὸ μὲν ἐπιτιμᾶν τισι καὶ μεμνῆσθαι τῶν ἡμαρτημένων αὐτοῖς ἐάσομεν· περὶ δὲ τῶν κατορθωσάντων ἐν τῇ μιμήσει μικρὰ προσθέντες ἔτι καταπαύσομεν αὐτοῦ τὸν λόγον. συγγραφέων μὲν οὖν ἀρχαίων, ὅσα κἀμὲ εἰδέναι,3 Θουκυδίδου μιμητὴς οὐδεὶς ἐγένετο κατὰ ταῦτά γε, καθʼ ἃ δοκεῖ μάλιστα τῶν ἄλλων διαφέρειν, κατὰ τὴν γλωσσηματικὴν καὶ ἀπηρχαιωμένην καὶ ποιητικὴν καὶ ξένην λέξιν, καὶ κατὰ τὰς ὑπερβατοὺς καὶ πολυπλόκους καὶ ἐξ ἀποκοπῆς πολλὰ σημαίνειν πράγματα βουλομένας καὶ διὰ μακροῦ τὰς ἀποδόσεις λαμβανούσας νοήσεις, καὶ ἔτι πρὸς τούτοις κατὰ τοὺς σκαιοὺς καὶ πεπλανημένους ἐκ τῆς κατὰ φύσιν συζυγίας καὶ οὐδʼ ἐν ἁπάσῃ ποιητικῇ χώραν ἔχοντας σχηματισμούς, ἐξ ὧν ἡ πάντα λυμαινομένη τὰ καλὰ καὶ σκότον παρέχουσα ταῖς ἀρεταῖς ἀσάφεια παρῆλθεν εἰς τοὺς λόγους.
关于那些模仿此人的演说家和历史学家,尚余下最后一个议题有待探讨。这一议题对于全篇主旨的完整而言与任何其他论题同样不可或缺,然而它却使我产生某种疑虑和极大的顾虑,唯恐我们给那些惯于构陷一切的人提供中伤的借口,而这种行径与我们在文章与品格中所一贯奉行的宽厚之道背道而驰。因为如果我们把那些未能善用模仿的人推上台面,并展示他们的著述——他们曾对此深以为傲,并以此赢得了巨额财富和显赫名声——那么在那些〔惯于构陷的〕人眼中,我们或许会被视为在行嫉妒和恶意之事。然而,为了避免对我们产生任何此类猜疑,我们将放弃对某些人的责难,并不再提及他们的失误;仅仅针对那些在模仿中取得成功的人稍作补充,便在此结束全文。就古代历史学家而言,据我所知,在修昔底德看似最与众不同的那些方面——在难字僻字、陈旧、诗性及奇异的词汇上,在那些倒置、错综、意图通过省略表达丰富内容并在极长跨度后方获得回应的思绪上,以及在那些偏离自然句法、甚至并非在一切诗歌中都有立足之地的笨拙句式上——绝无任何一人成为他的模仿者;正是由这些因素,破坏一切美感并使诸般美德陷入昏暗的晦涩感才渗入了言论之中。
ῥητόρων δὲ Δημοσθένης μόνος, ὥσπερ τῶν ἄλλων ὅσοι μέγα τι καὶ λαμπρὸν ἔδοξαν ποιεῖν ἐν λόγοις, οὕτω καὶ Θουκυδίδου ζηλωτὴς ἐγένετο κατὰ πολλὰ καὶ προσέθηκε τοῖς πολιτικοῖς λόγοις παρʼ ἐκείνου λαβών, ἃς οὔτε Ἀντιφῶν οὔτε Λυσίας οὔτε Ἰσοκράτης οἱ πρωτεύσαντες τῶν τότε ῥητόρων ἔσχον ἀρετάς, τὰ τάχη λέγω καὶ τὰς συστροφὰς4 καὶ τοὺς τόνους καὶ τὸ πικρὸν καὶ τὸ στριφνὸν καὶ τὴν ἐξεγείρουσαν τὰ πάθη δεινότητα· τὸ δὲ κατάγλωσσον τῆς λέξεως καὶ ξένον καὶ ποιητικὸν οὐχ ἡγησάμενος ἐπιτήδεια τοῖς ἀληθινοῖς ἀγῶσι παρέλιπε, καὶ οὐδὲ τῶν σχημάτων τὸ πεπλανημένον ἐκ τῆς κατὰ φύσιν ἀκολουθίας καὶ τὸ σολοικοφανὲς ἠγάπησεν, ἀλλʼ ἐν τοῖς συνήθεσιν ἔμεινε, ταῖς μεταβολαῖς καὶ τῇ ποικιλίᾳ καὶ τῷ μηδὲν ἁπλῶς ἀσχημάτιστον ἐκφέρειν νόημα κοσμῶν τὴν φράσιν. τὰς δὲ πολυπλόκους νοήσεις καὶ πολλὰ δηλούσας ἐν ὀλίγοις καὶ διὰ μακροῦ κομιζομένας τὴν ἀκολουθίαν καὶ ἐκ παραδόξου τὰ ἐνθυμήματα φερούσας ἐζήλωσέν τε καὶ προσέθηκε τοῖς τε δημηγορικοῖς καὶ τοῖς δικανικοῖς λόγοις, ἧττον μὲν ἐπὶ τῶν ἰδιωτικῶν, δαψιλέστερον δὲ ἐπὶ τῶν δημοσίων ἀγώνων.
然而在演说家中,唯有德摩斯梯尼一人,正如他在言论中效仿所有表现出伟大与辉煌成就的人一样,也在诸多方面成为了修昔底德的追随者。他从修昔底德那里汲取了当时首屈一指的演说家——无论是安提丰、吕西亚斯还是伊索克拉底——皆未具备的美德,并将其补充进政治演说中:我指的是敏捷、凝练、力度、辛辣、冷峻以及唤起激情的雄辩威力。然而,他认为那些难字僻字、异样和诗意的词藻并不适合真实的法庭论辩,因而予以舍弃;在句式构图上,他亦不喜爱偏离自然序列和看似破格的成分,而是谨守习用规范,以变化、丰富多样性以及绝不以完全无技巧的形式表达任何思想来修饰其文辞。至于那些在简短中蕴含丰富意涵、跨越长久距离方呈现脉络并以出人意表之方式提出推论的复杂构思,他不仅心向往之,更将其运用于群众演说和法庭辩词之中——在私诉中运用较少,而在公诉审判中则更为丰赡。
- 51ὀλίγων παντάπασιν ἀνθρώπων οὕτω ποιοῦντες
属格 ὀλίγων... ἀνθρώπων 与分词 ποιοῦντες 连用构成谓语性结构,表示所属,意为“使其成为极少数人的专属物”。
- 52οἷς τάχα βάσκανόν τι καὶ κακόηθες πρᾶγμα δόξομεν, εἰ... παράγομεν
οἷς 是表判断者的与格(“在他们眼中”)。主句动词 δόξομεν 为将来时直陈式,与条件从句中 εἰ + 现在时直陈式 παράγομεν 搭配,生动地表达假设情况下的推测(“如果我们引述……在他们看来我们将显得……”)。
- 52ὅσα κἀμὲ εἰδέναι
限制性绝对不定词结构,意为“据我所知”。中性复数宾格关系代词 ὅσα 引出不定词 εἰδέναι,用于限定陈述的范围。
- 53ἃς οὔτε Ἀντιφῶν οὔτε Λυσίας οὔτε Ἰσοκράτης οἱ πρωτεύσαντες τῶν τότε ῥητόρων ἔσχον ἀρετάς, τὰ τάχη λέγω καὶ τὰς συστροφὰς
先行词 ἀρετάς 被吸收入关系从句 ἃς... ἔσχον 之中,其后紧接着由 τὰ τάχη λέγω(“我指的是迅速……”)引出的同位语具体说明,属于先行词后置并入关系从句的结构。
