← 哈利卡纳苏斯的狄奥尼修斯

论修昔底德

§55

文风摹仿的准则与公正评断的结语

作者告诫修辞践行者当以狄摩西尼为范,效仿修昔底德兼具简劲与明晰的长处,摒弃晦涩乖僻的句式;他反对对修昔底德文风的盲目全盘赞美与彻底抹杀,阐明中道评判,并向图贝罗致意以求真之语结束全篇。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§55

μυρία παραδείγματα φέρειν δυναίμην ἂν ἐκ τῶν τοῦ Δημοσθένους λόγων τῶν τε δημηγορικῶν καὶ τῶν δικανικῶν, ἃ παρὰ τὸν Θουκυδίδου κατεσκεύασται χαρακτῆρα1 τὸν ἐν τῇ κοινῇ καὶ συνήθει διαλέκτῳ τὴν ἐξαλλαγὴν ἔχοντα. ἀλλʼ ἵνα μὴ μακρότερος τοῦ δέοντος ὁ λόγος γένοιτό μοι, τούτοις ἀρκεσθεὶς ἱκανοῖς οὖσι βεβαιῶσαι τὸ προκείμενον οὐκ ἂν ὀκνήσαιμι τοῖς ἀσκοῦσι τοὺς πολιτικοὺς λόγους ὑποτίθεσθαι τοῖς γε δὴ τὰς κρίσεις ἀδιαστρόφους ἔτι φυλάσσουσι, Δημοσθένει συμβούλῳ χρησαμένους,2 ὃν ἁπάντων ῥητόρων κράτιστον γεγενῆσθαι πειθόμεθα, ταύτας μιμεῖσθαι τὰς κατασκευάς, ἐν αἷς ἥ τε βραχύτης καὶ ἡ δεινότης καὶ ἡ ἰσχὺς καὶ ὁ τόνος καὶ ἡ μεγαλοπρέπεια καὶ αἱ συγγενεῖς ταύταις ἀρεταὶ πᾶσιν ἀνθρώποις εἰσὶ φανεραί· τὰς δὲ αἰνιγματώδεις καὶ δυσκαταμαθήτους καὶ γραμματικῶν ἐξηγήσεων δεομένας καὶ πολὺ τὸ βεβασανισμένον καὶ τὸ σολοικοφανὲς ἐν τοῖς σχηματισμοῖς ἐχούσας μήτε θαυμάζειν μήτε μιμεῖσθαι. ἵνα δὲ συνελὼν εἴπω, ἀμφότερα μὲν ἐπʼ ἴσης ζηλωτὰ εἶναι, τά τε μὴ σαφῶς εἰρημένα ὑπὸ τοῦ συγγραφέως καὶ τὰ προσειληφότα σὺν ταῖς ἄλλαις ἀρεταῖς τὴν σαφήνειαν, οὐκ ἔχει λόγον· ἀνάγκη δὲ ὁμολογεῖν κρείττονα τῶν ἀτελεστέρων εἶναι τὰ τελειότερα καὶ τῶν ἀφανεστέρων τά γʼ ἐμφανέστερα. τί οὖν μαθόντες3 ἅπασαν τὴν διάλεκτον τοῦ συγγραφέως ἐπαινοῦμεν καὶ βιαζόμεθα λέγειν, ὅτι τοῖς καθʼ ἑαυτὸν οὖσιν ἀνθρώποις αὐτὰ ὁ Θουκυδίδης ἔγραψε συνήθη πᾶσι καὶ γνώριμα ὄντα, ἡμῶν δὲ λόγος αὐτῷ τῶν ὕστερον ἐσομένων οὐκ ἦν, οἳ δʼ ἐκβάλλομεν ἐκ τῶν δικαστηρίων καὶ τῶν ἐκκλησιῶν ἅπασαν τὴν Θουκυδίδου λέξιν ὡς ἄχρηστον, ἀλλʼ οὐχ ὁμολογοῦμεν τὸ διηγηματικὸν μέρος αὐτῆς πλὴν ὀλίγων πάνυ θαυμαστῶς ἔχειν καὶ εἰς πάσας εἶναι τὰς χρείας εὔθετον, τὸ δὲ δημηγορικὸν οὐχ ἅπαν εἰς μίμησιν ἐπιτήδειον εἶναι, ἀλλʼ ὅσον ἐστὶν αὐτοῦ μέρος γνωσθῆναι μὲν ἅπασιν ἀνθρώποις εὔπορον, κατασκευασθῆναι δʼ οὐχ ἅπασι δυνατόν; τούτων ἡδίω μὲν εἶχόν σοι περὶ Θουκυδίδου γράφειν, ὦ βέλτιστε Κόιντε Αἴλιε Τουβέρων, οὐ μὴν ἀληθέστερα.

我本可以从狄摩西尼的群众演说与法庭辩词中引出无数的例证,这些例证都是按照修昔底德的风格构建的,在日常而惯用的语汇中引入了变格与新意。但为了不使我的论述过于冗长,我满足于这些足以确证当下论点的例子,毫不犹豫地向那些研习政治修辞的人——至少是向那些心智判断尚未扭曲的人——提出建议:应当以我们确信为全体演说家中最卓越的狄摩西尼为导师,去效法那些简练、精严、力量、气势、崇高以及与之相近的美质在所有人眼中皆显而易见的文篇构架;而对于那些隐晦如谜、难以索解、需要文法学者详加注解、且在句式构图上充斥着刻意雕琢与近乎语病之瑕疵的文式,则既不要赞赏,也不要模仿。简而言之,若说历史学家表达含混的部分与那些在其他美德之外更兼具明晰性的部分同样值得效法,那是毫无道理的;我们必须承认,较为完善的事物必胜于不够完善者,而较为明晰的事物必优于较为隐晦者。那么,我们究竟是出于何种念头,竟然一方面对这位历史学家的全部语汇大加赞美,硬说修昔底德是为同时代人写作,那些词句对他们而言皆属习见已知,而他根本不屑顾及后世的我们;另一方面我们中的另一些人又把修昔底德的全部言辞视同无用之物而逐出法庭和公民大会,却不肯承认:除了极少数例外,其叙事部分堪称绝妙且极适于一切实用所需,而演说部分则并非全部适合效仿,唯有其中既能为万人所轻易理解、又非人人所能构作的部分才堪为范型? 至善的昆图斯·埃利乌斯·图贝罗啊,关于修昔底德,我本可以写出比这些更令你悦耳的话,但绝无法写出比这些更为真实之辞了。

语法注3 条
  1. 55παρὰ τὸν Θουκυδίδου κατεσκεύασται χαρακτῆρα

    介词 παρά 接宾格,表示遵循的标准或模范,意为“按照修昔底德的风格”“以修昔底德的文体为准则”。此处指狄摩西尼是以修昔底德的文风为模范来构筑自己的演说辞句。

  2. 55χρησαμένους

    尽管前面主句中接受建议的对象用与格表示(τοῖς ἀσκοῦσι... τοῖς γε δὴ...),但分词 χρησαμένους 采用了阳性复数宾格,作为不定式 μιμεῖσθαι 的逻辑主语同化入“宾格加不定式”结构(受 ὑποτίθεσθαι 支配)。

  3. 55τί οὖν μαθόντες

    由疑问代词 τί 与 μανθάνω 的不定过去时主动分词 μαθόντες 结合构成的古典修辞习语,意为“究竟出于何种念头”“到底有什么道理”,带有质问和责难不合情理行为的语气(与 τί παθών 类似)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0081.tlg010.humanitext-grc2:55