← 哈利卡纳苏斯的狄奥尼修斯

论修昔底德

§49-50

文风实用性的否定与历史写作适用性

狄奥尼修斯断言修昔底德晦涩艰深的文风在任何公私场合均不实用,随后开始审视辩护者所谓此种风格专为精英历史写作而设的主张。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§49

ἔστι δὲ καὶ ἄλλα ἐν τῇ δημηγορίᾳ ταύτῃ μέμψεως ἄξια, περὶ ὧν οὐδὲν δέομαι τὰ πλείω λέγειν· ἱκανῶς δʼ οἴομαι καὶ διὰ τούτων φανερὸν πεποιηκέναι τὸ προκείμενον, ὅτι τῆς Θουκυδίδου λέξεως κρατίστη μέν ἐστιν ἡ μετρίως ἐκβεβηκυῖα τὰ συνήθη καὶ τὰς πρώτας καὶ ἀναγκαίας ἀρετὰς φυλάσσουσα, χείρων δὲ ἡ λαμβάνουσα πολλὴν ἐκτροπὴν ἐκ τῶν κοινῶν ὀνομάτων τε καὶ σχημάτων εἰς τὰ ξένα καὶ βεβιασμένα καὶ ἀνακολούθητα, δι’ ἣν οὐδὲ τῶν ἄλλων ἀρετῶν οὐδεμίαι τὴν ἑαυτῶν ἐπιδείκνυνται δύναμιν. οὔτε γὰρ ἐν ταῖς ἐκκλησίαις χρήσιμόν ἐστι τοῦτο τὸ γένος τῆς φράσεως, ἐν αἷς ὑπὲρ εἰρήνης καὶ πολέμου καὶ νόμων εἰσφορᾶς καὶ πολιτειῶν κόσμου καὶ τῶν ἄλλων τῶν κοινῶν καὶ μεγάλων αἱ πόλεις βουλευσόμεναι συνέρχονται, οὔτʼ ἐν τοῖς δικαστηρίοις, ἔνθα περὶ θανάτου καὶ φυγῆς καὶ ἀτιμίας καὶ δεσμῶν καὶ χρημάτων ἀφαιρέσεως οἱ λόγοι πρὸς τοὺς ἀνειληφότας τὴν ὑπὲρ τούτων ἐξουσίαν λέγονται (αἳ λυποῦσι τὸν πολιτικὸν ὄχλον1 οὐκ ὄντα τῶν τοιούτων ἀκουσμάτων ἐν ἔθει,) οὔτʼ ἐν ταῖς ἰδιωτικαῖς ὁμιλίαις, ἐν αἷς περὶ τῶν βιωτικῶν διαλεγόμεθα πολίταις ἢ φίλοις ἢ συγγενέσιν διηγούμενοί τι τῶν συμβεβηκότων ἑαυτοῖς ἢ συμβουλευόμενοι περί τινος τῶν ἀναγκαίων, ἢ νουθετοῦντες ἢ παρακαλοῦντες ἢ συνηδόμενοι τοῖς ἀγαθοῖς ἢ συναλγοῦντες τοῖς κακοῖς· ἐῶ γὰρ λέγειν, ὅτι τῶν οὕτως διαλεγομένων2 οὐδὲ αἱ μητέρες ἂν καὶ οἱ πατέρες ἀνάσχοιντο διὰ τὴν ἀηδίαν, ἀλλʼ ὥσπερ ἀλλοεθνοῦς γλώσσης ἀκούοντες τῶν ἑρμηνευσόντων ἂν δεηθεῖεν. ταῦτα ἔστιν ἃ περὶ τοῦ συγγραφέως ἐπείσθην, μετὰ πάσης ἀληθείας εἰρημένα κατὰ τὴν ἐμὴν δύναμιν.

在这篇民众演说中,还有其他值得非难之处,关于这些我无须再多加赘述;因为我认为通过这些例证,我已经将先前提出的论点阐述得足够清楚:修昔底德文体中最优秀的部分,乃是适度脱离惯常用法并保留了首要且必需的诸般美德的部分;而较为拙劣的部分,则是从通行的词语和句式极大地偏离、滑向奇异、生硬和破格的部分,由于这种偏离,其他任何美德都无法显现其自身的力量。因为这种言辞风格,既无益于公民大会——在那里,各个城邦聚在一起,为着和平与战争、法律的制定、政体的建制以及其他重大公共事务进行商议;亦无益于法庭——在那里,关乎死刑、流放、剥夺公民权、监禁和没收财产的辩词被陈述于那些掌握着这些处置权的人面前(这些言辞令并不习惯听闻此类话语的平民大众感到反感);同样,它也无益于私人交际——在其中,我们与公民同胞、朋友或亲属谈论生计琐事,讲述发生在自己身上的某些事情,或者就某件紧要之事商量对策,抑或是规劝、鼓励、为好事同喜、为坏事同悲。我更不必提,对于以这种方式交谈的人,就连他们的父母也会因其乏味厌弃而无法忍受,甚至会像听外族语言一样需要翻译了。这些便是我关于这位历史学家所深信不疑的看法,是凭我所能、完全凭着真实之情陈述出来的。

§50

ἀνάγκη δὲ καὶ τὰ λεγόμενα ὑπὲρ αὐτοῦ τισιν ἐξετάσαι δι’ ὀλίγων, ἵνα μηδὲν παρεικέναι δοκῶ. ὅτι μὲν οὖν οὔτʼ εἰς τοὺς πολιτικοὺς ἀγῶνας ἐπιτήδειός ἐστιν οὔτʼ εἰς τὰς ὁμιλίας τὰς ἰδιωτικὰς οὗτος ὁ χαρακτήρ, ἅπαντες ὁμολογήσουσιν οἱ μὴ διεφθαρμένοι τὴν διάνοιαν ἀλλʼ ἐν τῷ κατὰ φύσιν τὰς αἰσθήσεις ἔχοντες. ἐπιχειροῦσι δέ τινες οὐκ ἄδοξοι σοφισταὶ λέγειν, ὅτι τοῖς μὲν πρὸς τὰς ὀχλικὰς ἐντεύξεις παρεσκευασμένοις καὶ τὰ δίκαια λέγουσιν οὐκ ἔστιν ἐπιτήδειος οὗτος ὁ χαρακτήρ, τοῖς δὲ τὰς ἱστορικὰς πραγματείας ἐκφέρουσιν, αἷς μεγαλοπρεπείας τε δεῖ καὶ σεμνολογίας καὶ καταπλήξεως, παντὸς μάλιστα προσήκει ταύτην ἀσκεῖν τὴν φράσιν τὴν γλωττηματικήν τε καὶ ἀπηρχαιωμένην καὶ τροπικὴν καὶ ἐξηλλαγμένην τῶν ἐν ἔθει σχημάτων ἐπὶ τὸ ξένον καὶ περιττόν. οὐ γὰρ ἀγοραίοις ἀνθρώποις οὐδʼ ἐπιδιφρίοις ἢ χειροτέχναις οὐδὲ τοῖς ἄλλοις οἳ μὴ μετέσχον ἀγωγῆς ἐλευθερίου ταύτας κατασκευάζεσθαι τὰς γραφάς,3 ἀλλʼ ἀνδράσι διὰ τῶν ἐγκυκλίων μαθημάτων ἐπὶ ῥητορικήν τε καὶ φιλοσοφίαν ἐληλυθόσιν, οἷς οὐδὲν φανήσεται τούτων ξένον. ἤδη δέ τινες ἐπεχείρησαν λέγειν, ὡς οὐ τῶν μεθʼ ἑαυτὸν ἐσομένων στοχαζόμενος ὁ συγγραφεὺς οὕτως ἔγραψε τὰς ἱστορίας, ἀλλὰ τῶν καθʼ ἑαυτὸν ὄντων, οἷς ἦν ἡ διάλεκτος χρήσιμος οὗτος ὁ χαρακτὴρ4 οὔτʼ εἰς τοὺς συμβουλευτικοὺς οὔτʼ εἰς τοὺς δικανικοὺς ἀγῶνας, ἐν οἷς οἵ τʼ ἐκκλησιάζοντες καὶ οἱ δικάζοντες, οὐχ οἵους ὁ Θουκυδίδης ὑπέθετο, συνέρχονται.

然而,也有必要对某些人为他所作的辩护略加审视,以免我显得有所遗漏。对于这种风格特征既不适合政治论辩,亦不适合私人交往这一点,凡是心智未受损害、感官保持天然健全之人都会一致赞同。然而,某些颇有声望的智者却试图声称:对于那些准备应对大众集会、陈述公义之事的人而言,这种风格特征固然并不适合;但对于撰写历史著述的人——这种著述需要崇高、庄严和令人震撼的威力——最为相宜的莫过于操练这种包含难字僻字、陈旧过时、多用隐喻、且从习用句式转变成奇异与过甚的文风。因为他们说,编撰这些作品并非为了市井之民、坐摊工匠、手艺人,或任何未曾受过自由人教育的人,而是为了那些经过通识学术门径而进抵修辞学与哲学之境的人,对这些人而言,这一切绝不会显得怪异。而且,早先就有人试图主张,历史学家写下这些历史,并非着眼于后世之人,而是着眼于他同时代的人,对于他们而言这种方言本是有用的;[然而]这种风格特征对于审议性辩论和司法论辩均不适用,在那些场合中,集会的公民和审理的裁判官,绝非修昔底德所预设的那种人。

语法注4 条
  1. 49αἳ λυποῦσι τὸν πολιτικὸν ὄχλον

    关系代词 αἵ 在紧邻的上文中没有形式上的阴性复数先行词,此处属于依义构词(synesis)或插入句,代指前文所讨论的修昔底德式的表达句式(如 αἱ φράσεις 或 αἱ λέξεις)。

  2. 49τῶν οὕτως διαλεγομένων

    作为动词 ἀνάσχοιντο(源自 ἀνέχομαι,“容忍、忍受”)之支配对象的属格。随后的介词短语 διὰ τὴν ἀηδίαν 表示原因。

  3. 50οὐ γὰρ ἀγοραίοις ἀνθρώποις ... ταύτας κατασκευάζεσθαι τὰς γραφάς

    从前文 ὅτι 引导的间接引语转入“对格+不定式”结构。ταύτας τὰς γραφάς 作被动不定式 κατασκευάζεσθαι(“被编撰、创作”)的逻辑主语(对格),而 ἀγοραίοις ἀνθρώποις 等词则为表示利益或对象的与格。

  4. 50οἷς ἦν ἡ διάλεκτος χρήσιμος οὗτος ὁ χαρακτὴρ

    抄本传统在此处存在文本错乱(脱文或破格)。在 χρήσιμος 与 οὗτος ὁ χαρακτήρ 之间,显然脱落了表示转折的连词或谓语成分(例如“[然而]这种文风特征[既不适合……]”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0081.tlg010.humanitext-grc2:49-50