- 底本
- Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 1. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1899.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0081.tlg010.humanitext-grc2:3-4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者阐明本部著作之目的并非贬损修昔底德,而是客观审度其文体的长处与局限,并援引亚里士多德与柏拉图的先例确立批判性考察的正当性。随后他指出,创作才能不及名家并不妨碍人们对其作品进行理论评判,并以此结束序言。
ἔστι δὴ τὸ βούλημά μου τῆς πραγματείας οὐ καταδρομὴ τῆς Θουκυδίδου προαιρέσεώς τε καὶ δυνάμεως, οὐδʼ ἐκλογισμὸς τῶν ἁμαρτημάτων οὐδʼ ἐξευτελισμὸς οὐδʼ ἄλλο τι τοιοῦτον ἔργον οὐδέν, ἐν ᾧ τὰ μὲν κατορθώματα καὶ τὰς ἀρετὰς οὐδενὸς ἠξίωκα λόγου, τοῖς δὲ μὴ κατὰ τὸ κράτιστον εἰρημένοις ἐπιφύομαι· ἐκλογισμὸς δέ τις τοῦ χαρακτῆρος τῶν λόγων, ἅπαντα περιειληφώς, ὅσα συμβέβηκεν αὐτῷ κοινά τε πρὸς ἑτέρους καὶ διαφέροντα παρὰ τοὺς ἄλλους. ἐν οἷς ἀναγκαῖον ἦν μὴ τὰς ἀρετὰς λέγεσθαι μόνον, ἀλλὰ καὶ τὰς γειτνιώσας αὐταῖς κακίας. οὐδεμία γὰρ αὐτάρκης ἀνθρώπου φύσις οὔτʼ ἐν λόγοις οὔτʼ ἐν ἔργοις ἀναμάρτητος εἶναι, κρατίστη δὲ ἡ πλεῖστα μὲν ἐπιτυγχάνουσα, ἐλάχιστα δὲ ἀστοχοῦσα. ἐπὶ ταύτην δὴ τὴν ὑπόθεσιν ἀναφέρων ἕκαστος τὰ ῥηθησόμενα μὴ τῆς προαιρέσεώς μου γενέσθω κατήγορος, ἀλλὰ τῶν ἰδίων τοῦ χαρακτῆρος ἔργων ἐξεταστὴς δίκαιος. ὅτι δʼ οὐκ ἐγὼ τοῦτο πρῶτος ἐπικεχείρηκα ποιεῖν,1 ἀλλὰ πολλοὶ καὶ πάλαι καὶ καθʼ ἡμᾶς, οὐ φιλαπεχθήμονας προελόμενοι γραφὰς ἀλλὰ θεωρητικὰς τῆς ἀληθείας, μυρίους παρασχέσθαι δυνάμενος μάρτυρας, δυεῖν ἀνδράσιν ἀρκεσθήσομαι μόνοις, Ἀριστοτέλει καὶ Πλάτωνι. Ἀριστοτέλης τε γὰρ οὐχ ἅπαντα κατὰ τὸ κράτιστον εἰρῆσθαι πείθεται τῷ καθηγητῇ Πλάτωνι· ὧν ἐστι τὰ περὶ τῆς ἰδέας καὶ τὰ περὶ τἀγαθοῦ καὶ τὰ περὶ τῆς πολιτείας· αὐτός τε ὁ Πλάτων Παρμενίδην καὶ Πρωταγόραν καὶ Ζήνωνα καὶ τῶν ἄλλων φυσιολόγων οὐκ ὀλίγους ἡμαρτηκότας ἀποδεικνύναι βούλεται· καὶ οὐδεὶς αὐτῷ κατʼ αὐτό γε τοῦτο ἐπιτιμᾷ, ἐνθυμούμενος ὅτι τῆς φιλοσόφου θεωρίας σκοπός ἐστιν ἡ τῆς ἀληθείας γνῶσις, ἀφʼ ἧς καὶ τὸ τοῦ βίου τέλος γίνεται φανερόν. ὅπου δὴ τοὺς περὶ δογμάτων διαφερομένους οὐδεὶς μέμφεται τῆς προαιρέσεως, εἰ μὴ πάντα τὰ τῶν πρεσβυτέρων ἐπαινοῦσιν, ἦ που τούς γε προελομένους χαρακτήρων ἰδιότητα δηλῶσαι μέμψαιτʼ ἄν τις,2 εἰ μὴ πάσας μαρτυροῦσι τοῖς πρὸ αὐτῶν καὶ τὰς μὴ προσούσας ἀρετάς;
因此,我这部论述的意图绝非攻击修昔底德的立意与才力,亦非清算其失误,或贬低其价值,亦非进行任何其他此类工作——在那种工作中,我将他的功绩与美德视为不值一提,而对凡未尽善尽美的言辞则死死揪住不放;相反,这是对他的文体特征所做的一种全面审度,囊括了他与他人共通的所有特点以及他有别于其他各家的独特之处。在此项审度中,不仅必须阐明其美德,而且必须阐明与其美德相邻近的缺陷。因为没有任何人的本性足以自足到无论在言辞还是在行为上皆无懈可击,而最优秀的人无非是成功最多、失误最少的人。因此,愿每个人都将下文所说之事归结于这一前提,不要成为指摘我立意之控告者,而要成为对其文体之各项具体成果的公正审视者。至于我并非首开此风之人,而是古今许多立意撰写探讨真理而非挑起嫌隙之论作的人皆曾如此,虽然我能提供无数见证人,但我将仅满足于亚里士多德与柏拉图二人。因为亚里士多德并不认为其业师柏拉图在所有问题上都做出了最完满的阐发,其中包括关于理念、关于善以及关于理想国的学说;而柏拉图本人亦试图证明巴门尼德、普罗泰戈拉、芝诺以及为数不少的其他自然哲学家犯有错误;然而并无任何人仅凭这一点就指责柏拉图,因为人们念及哲学思辨的目的是认识真理,而人生的终极目标亦由此而显明。既然对于那些在教义上各持己见的人,若他们不全盘赞美前人的一切,无人会指责其动机,那么试问,对于那些立意揭示文体特征的人,若他们未能将一切美德、乃至前人未曾具备的美德一概加诸前人,又有谁能予以指责呢?
ἕν ἔτι λείπεταί μοι μέρος ἀπολογίας δεόμενον, ἐπίφθονον μέν τι κατηγόρημα καὶ τοῖς πολλοῖς κεχαρισμένον, ῥᾳδίως δʼ ἐξελεγχθῆναι δυνησόμενον, ὡς οὐκ ἔστιν ὑγιές. οὐ γὰρ εἰ τῇ δυνάμει λειπόμεθα Θουκυδίδου τε καὶ τῶν ἄλλων ἀνδρῶν, καὶ τὸ θεωρητικὸν αὐτῶν ἀπολωλέκαμεν.3 οὐδὲ γὰρ τὰς Ἀπελλοῦ καὶ Ζεύξιδος καὶ Πρωτογένους καὶ τῶν ἄλλων γραφέων τῶν διωνομασμένων τέχνας οἱ μὴ τὰς αὐτὰς ἔχοντες ἐκείνοις ἀρετὰς κρίνειν κεκώλυνται, οὐδὲ τὰ Φειδίου καὶ Πολυκλείτου καὶ Μύρωνος ἔργα οἱ μὴ τηλικοῦτοι δημιουργοί. ἐῶ γὰρ λέγειν, ὅτι πολλῶν ἔργων οὐχ ἥττων τοῦ τεχνίτου κριτὴς ὁ ἰδιώτης, τῶν τε διʼ αἰσθήσεως ἀλόγου καὶ τοῖς πάθεσι καταλαμβανομένων, καὶ ὅτι πᾶσα τέχνη τούτων στοχάζεται τῶν κριτηρίων καὶ ἀπὸ τούτων λαμβάνει τὴν ἀρχήν. ἅλις ἔστω μοι προοιμίων, ἵνα μὴ λάθω περὶ ταῦτα κατατρίψας τὸν λόγον.
我尚余最后一项需要辩护之事,这是一种出于嫉妒且迎合大众的指责,但极易被驳斥为站不住脚。因为,纵使我们在才力上逊于修昔底德及其他诸位名家,并不意味着我们也丧失了对他们进行理论审评的能力。事实上,那些并不具备阿佩莱斯、宙克西斯、普罗托格尼斯及其他著名画家同等技艺的人,并未被剥夺品评其画艺的资格;那些并非同等规模的巨匠,亦未被剥夺评判菲狄亚斯、波利克莱托斯和米隆作品的资格。更不用说,在许多作品中,门外汉作为评判者绝不逊色于行家,〔即〕在那些依靠非理性的感官与情感来把握的作品中,且一切技艺皆以此类标准为指归,并由此获得其开端。我的序言便以此为度,以免我不自觉地将全篇论述耗费于这些琐事之上。
- 3ὅτι δʼ οὐκ ἐγὼ τοῦτο πρῶτος ἐπικεχείρηκα ποιεῖν
句首的 ὅτι 从句(“至于我并非首开此风之人这一事实”)缺少直接统摄的主句动词,作为主题前置成分出现,在语意上悬吊并连结后随的分词短语(μυρίους παρασχέσθαι δυνάμενος μάρτυρας)及主句(δυεῖν ἀνδράσιν ἀρκεσθήσομαι),构成破格句(anacoluthon),意为“关于……这一事实,尽管我能列举无数见证人,但我将仅满足于……”。
- 3ἦ που τούς γε προελομένους χαρακτήρων ἰδιότητα δηλῶσαι μέμψαιτʼ ἄν τις
此句是回应前文 ὅπου 从句(“既然在……情况下”)的归结分句。小品词 ἦ που 与潜在希求式 μέμψαιτʼ ἄν 相结合,构成一种理应如此的反诘推测(a fortiori):“那么试问,又有谁能非难……呢(绝无人能够非难)”。
- 4οὐ γὰρ εἰ τῇ δυνάμει λειπόμεθα Θουκυδίδου τε καὶ τῶν ἄλλων ἀνδρῶν, καὶ τὸ θεωρητικὸν αὐτῶν ἀπολωλέκαμεν
由 οὐ ... εἰ ... καί ... 构成的相关句式。否定词 οὐ 并非否定条件从句本身(εἰ ... λειπόμεθα),而是作用于由 καί 引导的归结句(καὶ ... ἀπολωλέκαμεν),表达“即便我们在才力上有所逊色,也并不意味着我们就因此丧失了理论评判能力”。
