← 哈利卡纳苏斯的狄奥尼修斯

论修昔底德

§48

赫尔莫克拉底演说之优长与欠缺的检讨

狄奥尼修斯称赞了赫尔莫克拉底演说中文风明晰有力且富于激情的成功段落,同时批评了包含拙劣拟音双关、盘根错节的繁复句式以及突兀的人称转换等不当段落。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§48

ἐκ δὲ τῆς Ἑρμοκράτους δημηγορίας ἐπαινεῖν μὲν ἔχω ταῦτα τὰ κατορθώματα τοῦ συγγραφέως· ἀλλʼ οὐ γὰρ δὴ τὴν Ἀθηναίων εὐκατηγόρητον οὖσαν πόλιν νῦν ἥκομεν ἀποφανοῦντες ἐν εἰδόσιν, ὅσα ἀδικεῖ· πολὺ δὲ μᾶλλον ἡμᾶς αὐτοὺς αἰτιασόμενοι, ὅτι ἔχοντες παραδείγματα τῶν ἐκεῖ Ἑλλήνων, ὡς ἐδουλώθησαν οὐκ ἀμύνοντες σφίσιν αὐτοῖς, καὶ νῦν ἐφʼ ἡμᾶς τὰ αὐτὰ παρόντα σοφίσματα, Λεοντίνων τε ξυγγενῶν κατοικίσεις καὶ Αἰγεσταίων ξυμμάχων ἐπικουρίας, οὐ ξυστραφέντες βουλόμεθα προθυμότερον δεῖξαι αὐτοῖς, ὅτι οὐκ Ἴωνες ταῦτά εἰσιν οὐδὲ Ἑλλησπόντιοι καὶ νησιῶται, οἳ δεσπότην ἢ Μῆδον ἢ ἕνα γέ τινα ἀεὶ μεταβάλλοντες δουλοῦνται, ἀλλὰ Δωριεῖς ἐλεύθεροι ἀπʼ αὐτονόμου τῆς Πελοποννήσου τὴν Σικελίαν οἰκοῦντες. ἢ μένομεν, ἕως ἂν ἕκαστοι κατὰ πόλεις ληφθῶμεν, εἰδότες ὅτι ταύτῃ μόνον ἁλωτοί ἐσμεν; ταῦτα γὰρ ἐν τῷ σαφεῖ καὶ καθαρῷ τῆς διαλέκτου τρόπῳ λεγόμενα προσείληφε καὶ τὸ τάχος καὶ τὸ κάλλος καὶ τὸν τόνον καὶ τὴν μεγαλοπρέπειαν καὶ τὴν δεινότητα, καὶ πάθους ἐστὶν ἐναγωνίου μεστά· οἷς ἂν καὶ ἐν δικαστηρίῳ χρήσαιτό τις καὶ ἐν ἐκκλησίαις, καὶ φίλοις διαλεγόμενος. καὶ ἔτι πρὸς τούτοις ἐκεῖνα· εἴ τέ τις φθονεῖ μὲν ἢ καὶ φοβεῖται (ἀμφότερα γὰρ τάδε πάσχει τὰ μείζω,) διὰ δʼ αὐτὰ τὰς Συρακόσσας κακωθῆναι μέν, ἵνα σωφρονισθῶμεν, βούλεται, περιγενέσθαι δὲ ἕνεκα τῆς ἑαυτοῦ ἀσφαλείας, οὐκ ἀνθρωπείας δυνάμεως βούλησιν ἐλπίζει. οὐ γὰρ οἷόν τε ἅμα τῆς τε ἐπιθυμίας καὶ τῆς τύχης τὸν αὐτὸν ὁμοίως ταμίαν γενέσθαι, καὶ τὰ ἐπὶ τελευτῇ κείμενα τοῦ λόγου· δεόμεθα οὖν καὶ μαρτυρόμεθα, εἰ μὴ πείσομεν, ὅτι ἐπιβουλευόμεθα μὲν ὑπὸ Ἰώνων ἀεὶ πολεμίων, προδιδόμεθα δὲ ὑφʼ ὑμῶν Δωριεῖς Δωριέων· καὶ εἰ καταστρέψονται ἡμᾶς Ἀθηναῖοι, ταῖς μὲν ὑμετέραις γνώμαις κρατήσουσι, τῷ δʼ αὑτῶν ὀνόματι τιμηθήσονται, καὶ τῆς νίκης οὐκ ἄλλον τινὰ ἆθλον ἢ τὸν τὴν νίκην παρασχόντα λήψονται. ταῦτα μὲν δὴ καὶ τὰ παραπλήσια τούτοις καλὰ καὶ ζήλου ἄξια ἡγοῦμαι. ἐκεῖνα δʼ οὐκ οἶδʼ ὅπως ἂν ἐπαινέσαιμι· νῦν γὰρ εἰς τὴν Σικελίαν προφάσει μέν, ᾗ πυνθάνεσθε, διανοίᾳ δέ, ἣν πάντες ὑπονοοῦμεν. καί μοι δοκοῦσιν οὐ Λεοντίνους βούλεσθαι κατοικίσαι, ἀλλʼ ἡμᾶς μᾶλλον ἐξοικίσαι. ψυχρὰ γὰρ ἡ παρονομασία καὶ οὐ προσβάλλουσα πάθος, ἀλλʼ ἐπιτήδευσιν. καὶ ἔτι τὰ πεπλεγμένα καὶ πολλὰς τὰς ἕλικας ἔχοντα σχήματα ταυτί· καὶ οὐ περὶ τῆς ἐλευθερίας ἄρα οὔτε οἵδε τῶν Ἑλλήνων οὔτε οἱ Ἕλληνες τῆς ἑαυτῶν τῷ Μήδῳ ἀντέστησαν, περὶ δὲ τοῦ, οἳ μὲν σφίσιν ἀλλὰ μὴ ἐκείνῳ καταδουλώσεως,1 οἳ δʼ ἐπὶ δεσπότου μεταβολῇ οὐκ ἀξυνετωτέρου, κακοξυνετωτέρου δέ. καὶ ἔτι τὸ κατακορὲς τῆς μεταγωγῆς τῆς ἔκ τε τοῦ πληθυντικοῦ εἰς τὸ ἑνικὸν καὶ ἐκ τοῦ περὶ προσώπων λόγου εἰς τὸ τοῦ λέγοντος πρόσωπον· καὶ εἴ τῳ ἄρα παρέστηκε τὸν μὲν Συρακόσιον, ἑαυτὸν δʼ οὐ πολέμιον εἶναι τῷ Ἀθηναίῳ καὶ δεινὸν ἡγεῖται ὑπέρ γε τῆς ἐμῆς κινδυνεύειν, ἐνθυμηθήτω οὐ περὶ τῆς ἐμῆς μᾶλλον, ἐν ἴσῳ δὲ καὶ τῆς ἑαυτοῦ ἅμα ἐν τῇ ἐμῇ μαχόμενος, τοσούτῳ δὲ καὶ ἀσφαλέστερον, ὅσῳ οὐ προδιεφθαρμένου ἐμοῦ, ἔχων δὲ ξύμμαχον ἐμὲ καὶ οὐκ ἔρημος ἀγωνιεῖται· τόν τε Ἀθηναῖον μὴ τὴν τοῦ Συρακοσίου ἔχθραν κολάσασθαι.2 ταῦτα γὰρ καὶ μειρακιώδη καὶ περίεργα καὶ τῶν λεγομένων αἰνιγμάτων ἀσαφέστερα. καὶ ἐκεῖνα ἔτι πρὸς τούτοις· καὶ εἰ γνώμῃ ἁμάρτοι, τοῖς αὑτοῦ κακοῖς ὀλοφυρθεὶς τάχʼ ἂν ἴσως καὶ τοῖς ἐμοῖς ἀγαθοῖς ποτε βουληθείη αὖθις φθονῆσαι· ἀδύνατον δὲ προεμένῳ καὶ μὴ τοὺς αὐτοὺς κινδύνους οὐ περὶ τῶν ὀνομάτων, ἀλλὰ περὶ τῶν ἔργων ἐθελήσαντι προσλαβεῖν.3 οἷς ἐπιτίθησιν οὐδὲ μειρακίῳ προσῆκον ἐπιφώνημα· λόγῳ μὲν γὰρ τὴν ἡμετέραν δύναμιν σῴζοι ἄν τις, ἔργῳ δὲ τὴν ἑαυτοῦ σωτηρίαν.

另一方面,在赫尔莫克拉底的民众演说中,我能够称赞这位历史学家的以下成功之处: “然而,我们如今前来,绝不是要在明知就里的人面前揭示雅典人的城邦是何等容易受到谴责、犯下了多少不义;而更是为了责备我们自己,因为我们既然眼见那里的希腊人因不互相援助而沦为奴隶的前车之鉴,如今又面临着针对我们同样的诡辩——重新安置同族的莱昂提尼人和援助盟友埃杰斯塔人——我们却不肯联合起来,更加奋勇地向他们证明:这里的人绝非爱奥尼亚人,亦非赫勒斯滂人或岛民,那些人靠着不断更换主人——无论是波斯人还是某个单一的君主——而甘受奴役;相反,我们是从自治的伯罗奔尼撒迁来居住在西西里的自由多利斯人。难道我们要坐等各自按城邦被逐一攻破,明知我们唯有通过这种方式才会被征服吗?” 因为这些话以清晰而纯净的方言风格说出,兼具了迅捷、优美、张力、崇高与雄浑之力,并且充满了临场激战的激情;无论在法庭上、公民大会上,还是在与朋友交谈时,人们都可以运用这些言辞。除此以外,还有以下这些话: “如果有人心怀嫉妒,甚或感到恐惧——因为面对更强大的城邦,人们往往兼有这两种情绪——并因之希望叙拉古受挫以便让我们受到惩戒,但为了自身的安全又希望它保全下来,那么他所期盼的乃是一种超越人力所及的意愿。因为同一个人绝不可能同时既做自己欲望的主宰,又做运气的支配者。” 以及位于演说结尾的那些话: “因此我们恳求并郑重宣告,如果我们无法说服你们的话:我们正遭受世代为敌的爱奥尼亚人的图谋,并且正被同为多利斯人的你们所背叛;如果雅典人征服了我们,他们将凭借你们的决断获胜,却以他们自己的名义享有荣耀,并且除了那促成胜利的人之外,他们不会得到任何其他的胜利战利品。” 这些以及与此类似的言辞,我认为是优美且值得效法的。然而对于另一些言辞,我却不知该如何赞美: “因为如今他们来到西西里,名义上正如你们所听闻的那样,但意图却正如我们大家所猜疑的那样。在我看来,他们并非想要安置莱昂提尼人,而是更想驱逐我们。” 因为这种双关拟音显得冷淡生硬,并未带来激情,反而流露出造作。更有以下这些盘根错节、多有屈折的句式: “由此看来,既不是这些人为了希腊人的自由而对抗波斯人,也不是希腊人为了自身的自由而对抗波斯人,而是:一方面是为了将奴役归于自己而非波斯人,另一方面则是为了更换一个并非较不聪明、而是更为奸诈的主人。” 此外,还有从复数到单数、从关于第三人称的论述急剧转入说话者自身人称的过度转换: “如果有人心中以为叙拉古人是雅典人的敌人,而他自己却不是,并认为为了我的城邦冒险是可怕的事,那么他应当想到,他并非更多地为了我的城邦而战,而是在我的城邦中同时为了他自己的城邦进行平等的战斗;并且由于我未曾预先毁灭,他拥有我作为盟友而不是孤立无援地作战,因而这战斗也就更为安全;他还应当想到,雅典人并非要惩罚叙拉古人的敌意。” 因为这些言辞既幼稚又繁冗,甚至比所谓的谜语还要晦涩。除此以外还有以下这些: “如果他在决断上犯了错,在自哀其不幸的同时,也许有朝一日他会希望再次嫉妒我的福祉;然而对于一个放弃了机会、不肯在实质而非名目上承担同样危险的人来说,这乃是不可能的。” 历史学家在此之后还加上了一句甚至连少年人都不宜说出的格言式结语: “因为在名义上人们或许是在维护我们的力量,但在实质上却是在维护他自身的安全。”

语法注3 条
  1. 48περὶ δὲ τοῦ, οἳ μὲν σφίσιν ἀλλὰ μὴ ἐκείνῳ καταδουλώσεως

    极不规则的紧缩句式:介词 περί 所支配的属格名词 καταδουλώσεως 之前放置了定冠词属格 τοῦ,同时主格的对比代词 οἳ μέν ... οἳ δέ(见下文)作为逻辑主语强行插入其间。这种修昔底德式的艰涩句构被狄奥尼修斯作为“盘根错节且多有屈折的句式”予以批评。

  2. 48τόν τε Ἀθηναῖον μὴ τὴν τοῦ Συρακοσίου ἔχθραν κολάσασθαι

    取决于前文祈使语气动词 ἐνθυμηθήτω(应当想到……)的“对格+不定式”结构。在经历了分词 μαχόμενος 以及直陈式动词 ἀγωνιεῖται 等交织的复杂句式之后,句子又跳回不定式短语,使得句法衔接显得突兀且不易顺畅理清。

  3. 48ἀδύνατον δὲ προεμένῳ καὶ μὴ τοὺς αὐτοὺς κινδύνους οὐ περὶ τῶν ὀνομάτων, ἀλλὰ περὶ τῶν ἔργων ἐθελήσαντι προσλαβεῖν.

    非人称句式,省略了 ἐστί,意为“对于……而言是不可能的”。与格分词 προεμένῳ(放弃/错失机会者)和 ἐθελήσαντι(愿意者,由 μή 否定,即“不肯愿者”)标示“对谁而言不可能”(主语承前省略 φθονῆσαι 等),不定式 προσλαβεῖν(承担)则从属于 ἐθελήσαντι。否定词 μή 与介词对比短语的插入进一步加剧了句法的繁难。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0081.tlg010.humanitext-grc2:48