← 哈利卡纳苏斯的狄奥尼修斯

论修昔底德

§42-44

杰出演说赞誉与伯里克利申辩之批评

作者称赞了修昔底德著作中诸篇杰出的演说(伯里克利的第一篇演说、尼基阿斯的言论及普拉提亚人的申辩),同时对第二卷中伯里克利的申辩提出批评,指出其不合时宜且未能顾及受众的心绪。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§42

τῶν δὲ δημηγορικῶν λόγων τεθαύμακα μὲν τὸν ἐν τῇ πρώτῃ βύβλῳ ῥηθέντα ἐν Ἀθήναις ὑπὸ Περικλέους περὶ τοῦ μὴ εἴκειν Λακεδαιμονίοις, τὸν ἔχοντα τήνδε τὴν ἀρχήν· τῆς μὲν γνώμης, ὦ ἄνδρες Ἀθηναῖοι, ἀεὶ τῆς αὐτῆς ἔχομαι, μὴ εἴκειν Πελοποννησίοις ὡς καὶ τοῖς ἐνθυμήμασιν ἡρμηνευμένον δαιμονίως καὶ οὔτε κατὰ τὴν σύνθεσιν τῶν μορίων οὔτε κατὰ τὴν ἐξαλλαγὴν τῶν σχηματισμῶν τῶν ἀνακολούθων καὶ βεβιασμένων ἐνοχλοῦντα τὰς ἀκοάς, πάσας δὲ περιειληφότα τὰς ἀρετάς, ὁπόσαι γίγνονται περὶ δημηγορικοὺς λόγους· καὶ τοὺς ὑπὸ Νικίου τοῦ στρατηγοῦ ῥηθέντας ἐν Ἀθήναις ὑπὲρ τῆς εἰς Σικελίαν στρατείας· τήν τε πεμφθεῖσαν ὑπὸ αὐτοῦ τοῖς Ἀθηναίοις ἐπιστολήν, ἐν ᾗ χρῄζει συμμαχίας ἄλλης καὶ διαδόχου, κάμνων τὸ σῶμα ὑπὸ νόσου· καὶ τὴν παράκλησιν τῶν στρατιωτῶν, ἣν ἐποιήσατο πρὸ τῆς τελευταίας ναυμαχίας· καὶ τὸν παραμυθητικὸν λόγον, ὅτε πεζῇ τὴν στρατιὰν ἔμελλεν ἀπάγειν, ἀπολωλεκὼς τὰς τριήρεις ἁπάσας· καὶ εἴ τινές εἰσιν ἄλλαι τοιαῦται δημηγορίαι καθαραὶ καὶ σαφεῖς καὶ εἰς τοὺς ἀληθινοὺς ἀγῶνας ἐπιτήδειοι. ὑπὲρ ἁπάσας δὲ τὰς ἐν ταῖς ἑπτὰ βύβλοις φερομένας τὴν Πλαταιέων ἀπολογίαν τεθαύμακα παρʼ οὐδὲν οὕτως ἕτερον ὡς1 τὸ μὴ βεβασανίσθαι μηδὲ κατεπιτετηδεῦσθαι, ἀληθεῖ δέ τινι καὶ φυσικῷ κεκοσμῆσθαι χρώματι. τά τε γὰρ ἐνθυμήματα πάθους ἐστὶ μεστὰ καὶ ἡ λέξις οὐκ ἀποστρέφουσα τὰς ἀκοάς· ἥ τε γὰρ σύνθεσις εὐεπὴς καὶ τὰ σχήματα τῶν πραγμάτων ἴδια. ταῦτα δὴ τὰ Θουκυδίδου ζηλωτὰ ἔργα, καὶ ἀπὸ τούτων τὰ μιμήματα τοῖς ἱστοριογραφοῦσιν ὑποτίθεμαι λαμβάνειν.

在公众演说中,我一直钦佩第一卷中伯里克利在雅典发表的关于不向拉刻代蒙人屈服的演说,其开头如下: “雅典人啊,我始终坚持同样的见解,即决不向伯罗奔尼撒人退让” ——因为这篇演说在思想表达上神妙无比,无论在词句的组合上,还是在破格和生硬的句式变换上,都丝毫不刺耳,并且包揽了公众演说所应具备的一切美德。我也同样钦佩将领尼基阿斯在雅典就远征西西里所发表的演说;他在身患疾病之际派人送给雅典人的信函,信中请求增援和接替者;以及他在最后的海战前对士兵的动员演说;还有在失去全部三列桨战船后、准备率军由陆路撤退时的抚慰之辞;以及凡属此类纯净、明晰、适合于实际政治斗争的其他演说。然而,在全部七卷所载的演说中,我对普拉提亚人的申辩最为赞叹,其原因无过于它毫无生硬刻意之弊,而是装饰着真实而自然的色泽。因为其思想充满了真情实感,言辞不致令人逆耳;词句组合优美,修辞方式与事物本身契合无间。这些确是修昔底德值得效仿之作,我建议撰写历史的人应当从中汲取范式。

§43

τὴν δʼ ἐν τῇ δευτέρᾳ βύβλῳ Περικλέους ἀπολογίαν, ἣν ὑπὲρ αὑτοῦ διετίθετο τραχυνομένων Ἀθηναίων, ὅτι τὸν πόλεμον ἔπεισεν αὐτοὺς ἀναλαβεῖν, οὐχ ὅλην ἐπαινῶ· οὐδὲ τὰς περὶ τῆς Μυτιληναίων πόλεως δημηγορίας, ἃς διέθεντο Κλέων καὶ Διόδοτος, τὰς ἐν τῇ τρίτῃ βύβλῳ· οὐδὲ τὴν Ἑρμοκράτους τοῦ Συρακοσίου πρὸς Καμαριναίους· οὐδὲ τὴν Εὐφήμου τοῦ πρεσβευτοῦ τῶν Ἀθηναίων τὴν ἐναντίαν ταύτης, οὐδὲ τὰς ὁμοίας ταύταις· οὐ γὰρ ἀνάγκη πάσας ἐξαριθμεῖσθαι τὰς εἰς τὸν αὐτὸν κατεσκευασμένας τῆς διαλέκτου χαρακτῆρα. ἵνα δὲ μὴ δόξῃ τις φάσεις ἀναποδείκτους με λέγειν, πολλὰς παρασχέσθαι πίστεις δυνάμενος δυσὶν ἀρκεσθήσομαι δημηγορίαις, ἵνα μὴ μακρὸς ὁ λόγος γένηται, τῇ Περικλέους ἀπολογίᾳ καὶ τῇ Ἑρμοκράτους πρὸς Καμαριναίους κατηγορίᾳ κατὰ τῆς Ἀθηναίων πόλεως.

至于第二卷中伯里克利的申辩——当雅典人因他劝说他们挑起战争而愤怒时,他为自己所作的申辩——我却不能全面称赞;同样不能称赞的还有第三卷中克里昂与狄奥多托斯关于密提林城所作的演说;叙拉古人赫谟克拉底对卡马利纳人的演说;雅典使者欧斐摩斯与之针锋相对的演说;以及与这些相似的演说;因为没有必要一一列举所有采用同一种文风特征构建出来的演说。但为了不让人以为我在做未经证实的断言,尽管我能提供许多论据,为了使论述不致冗长,我将仅以两篇演说为例:伯里克利的申辩,以及赫谟克拉底在卡马利纳人面前对雅典城邦的控诉。

§44

ὁ μὲν οὖν Περικλῆς ταῦτα λέγει· καὶ προσδεχομένῳ μοι τὰ τῆς ὀργῆς ὑμῶν εἰς ἐμὲ γεγένηται2 (αἰσθάνομαι γὰρ τὰς αἰτίας,) καὶ ἐκκλησίαν τούτου ἕνεκα ξυνήγαγον, ὅπως ὑπομνήσω καὶ μέμψωμαι, εἴ τι μὴ ὀρθῶς ἢ ἐμοὶ χαλεπαίνετε ἢ ταῖς ξυμφοραῖς εἴκετε. ταῦτα Θουκυδίδῃ μὲν γράφοντι περὶ τοῦ ἀνδρὸς ἐν ἱστορικῷ σχήματι προσήκοντα ἦν, Περικλεῖ δὲ ἀπολογουμένῳ πρὸς ἠρεθισμένον ὄχλον οὐκ ἦν ἐπιτήδεια εἰρῆσθαι, καὶ ταῦτα ἐν ἀρχαῖς τῆς ἀπολογίας, πρὶν ἑτέροις τισὶν ἀπομειλίξασθαι λόγοις τὰς ὀργὰς τῶν εἰκότως ἐπὶ ταῖς συμφοραῖς ἀχθομένων, τετμημένης μὲν ὑπὸ Λακεδαιμονίων τῆς κρατίστης γῆς, πολλοῦ δὲ κατὰ τὸν λοιμὸν ἀπολωλότος ὄχλου, τὴν δʼ αἰτίαν τῶν κακῶν τούτων τοῦ πολέμου παρεσχηκότος, ὃν ὑπʼ ἐκείνου πεισθέντες ἀνεδέξαντο. σχῆμά τε οὐ τοῦτο τῇ διανοίᾳ πρεπωδέστατον ἦν, τὸ ἐπιτιμητικόν, ἀλλὰ τὸ παραιτητικόν· οὐ γὰρ ἐρεθίζειν προσήκει τὰς τῶν ὄχλων ὀργὰς τοὺς δημηγοροῦντας ἀλλὰ πραΰνειν. τούτοις ἐπιτίθησι διάνοιαν ἀληθῆ μὲν καὶ δεινῶς ἀπηγγελμένην, οὐ μέντοι γε τῷ παρόντι καιρῷ χρησίμην· ἐγὼ γὰρ ἡγοῦμαι φησί πόλιν πλείω ξύμπασαν ὀρθουμένην ὠφελεῖν τοὺς ἰδιώτας ἢ καθʼ ἕκαστον τῶν πολιτῶν εὐπραγοῦσαν, ἀθρόαν δὲ σφαλλομένην.3 καλῶς μὲν γὰρ φερόμενος ἀνὴρ τὸ καθʼ ἑαυτὸν διαφθειρομένης τῆς πατρίδος οὐδὲν ἧσσον ξυναπόλλυται, κακοτυχῶν δὲ ἐν εὐτυχούσῃ πολλῷ μᾶλλον διασῴζεται. εἰ μὲν γὰρ ἰδίᾳ τινὲς ἐβλάπτοντο τῶν πολιτῶν, εὐτύχει δὲ τὸ κοινόν, καλῶς ταῦτʼ ἔλεγεν· ἐπεὶ δʼ ἐν ταῖς ἐσχάταις συμφοραῖς ἦσαν ἅπαντες, οὐκέτι καλῶς. οὐδὲ γὰρ ἡ περὶ τοῦ μέλλοντος ἐλπίς, ὅτι ταῦτα πρὸς ἀγαθοῦ τῇ πόλει γενήσεται τὰ δεινά, βέβαιον εἶχέν τι· ἀφανὲς γὰρ ἀνθρώπῳ τὸ μέλλον καὶ πρὸς τὰ παρόντα τὰς περὶ τῶν ἐσομένων γνώμας αἱ τύχαι τρέπουσι.

于是,伯里克利说了以下的话: “你们对我发泄的怒火完全在我意料之中(因为我洞察其原因),我为此召集了公民大会,以便在你们有何不当地归咎于我或屈服于灾祸之处时,提醒并责备你们。” 这些话对于以历史笔法描写该人物的修昔底德而言是恰当的,但对于向被激怒的民众进行申辩的伯里克利而言,却绝不适合说出口——尤其是在申辩的开端,尚未用其他言辞抚平那些理所当然因灾祸而悲愤的人们的怒火之前。当时他们最肥沃的土地已被拉刻代蒙人摧毁,大量民众在瘟疫中丧生,而听信他的劝说而承担的这场战争正是造成这些灾难的原因。而且对于表达思想而言,最合适的语气不是斥责性的,而是恳求抚慰性的;因为发表公众演说的人理应平息而不是激化群氓的怒气。紧接着他又补充了一种真实且表述有力、但对眼前时局却毫无助益的思想: “因为我认为,”他说,“一座城邦在整体上保持稳固,比每个公民个体繁荣而整体倾覆,更能使私人受益。因为一个人即使在私事上顺遂,若祖国毁灭,他也同样难免同归于尽;而一个在繁荣祖国中遭受不幸的人,反而更有希望保全自身。” 如果只是某些公民个人受损而共同体依然繁荣,他说这番话尚属妥当;但既然所有人皆已陷入极度的灾难之中,便不再妥当了。因为关于未来的希望——即这些可怕的磨难将为城邦带来善果——同样毫无确定之处;因为未来对人而言是不可知的,命运会根据眼前的遭遇来左右人们对未来的判断。

语法注3 条
  1. 42παρʼ οὐδὲν οὕτως ἕτερον ὡς

    此处理解为介词 παρά 支配宾格(οὐδὲν ἕτερον)表示原因或依据(“由于……”),并与表比较和限定的副词短语 οὕτως ... ὡς 结合构成的惯用句式。意为“无非是由于……”,用以强力突出后接的定冠词不定式短语(τὸ μὴ βεβασανίσθαι...)。

  2. 44προσδεχομένῳ μοι τὰ τῆς ὀργῆς ὑμῶν εἰς ἐμὲ γεγένηται

    此处是由第一人称代词与格 μοι 与现在分词 προσδεχομένῳ 构成的“评判者与格”或“关切与格”惯用句式(即类似于 mihi volenti est 的句型)。字面义为“你们对我发泄的怒火,发生在我本就有所预料的情况下”,用以表达“这完全在我的意料之中”。

  3. 44πόλιν πλείω ξύμπασαν ὀρθουμένην ὠφελεῖν τοὺς ἰδιώτας ἢ καθʼ ἕκαστον τῶν πολιτῶν εὐπραγοῦσαν, ἀθρόαν δὲ σφαλλομένην

    此句为动词 ἡγοῦμαι 支配的宾格加不定式结构。不定式主语为 πόλιν,分别由分词 ὀρθουμένην(立论主体)和 ἤ 所引出比较项中的 εὐπραγοῦσαν ... σφαλλομένην 所修饰。中性复数宾格 πλείω 作状语修饰不定式 ὠφελεῖν(“更多地使……受益”),介词短语 καθʼ ἕκαστον τῶν πολιτῶν 修饰 εὐπραγοῦσαν,意为“个别公民各自顺遂”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0081.tlg010.humanitext-grc2:42-44