- 底本
- Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 1. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1899.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0081.tlg010.humanitext-grc2:41
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
狄奥尼修斯引用了雅典人在墨罗斯对话结尾处的发言,指出修昔底德因流放而不可能亲历该会谈,并批评他让雅典人发表傲慢邪恶的言论,通过与普拉提亚对话的鲜明对比,结束了对史书中对话体段落的讨论。
πολλὰς δυνάμενος ἔτι διανοίας παρασχέσθαι τὸ συνετὸν ἐχούσας πονηρόν, ἵνα μὴ πλείων ὁ λόγος γένοιτό μοι τοῦ μετρίου, τὴν τελευταίαν ἔτι προσθήκην παραλήψομαι μόνην, ἣν ἀπαλλαττόμενος ἐκ τοῦ συλλόγου ὁ Ἀθηναῖος εἴρηκεν· ἀλλʼ ὑμῶν τὰ μὲν ἰσχυρὰ ὄντα ἐλπιζόμενα μέλλεται, τὰ δὲ παρόντα βραχέα πρὸς τὰ ἤδη ἀντιτεταγμένα περιγενέσθαι.1 πολλήν γε ἀλογίαν φησί τῆς διανοίας παρέχετε, εἰ μὴ μεταστησάμενοι ἡμᾶς ἄλλό τι τῶνδε σωφρονέστερον γνώσεσθε. οἷς ἐπιτίθησιν οὐ γὰρ δὴ ἐπί γε τὴν ἐν τοῖς αἰσχροῖς καὶ προὔπτοις κινδύνοις πλεῖστα διαφθείρουσαν ἀνθρώπους αἰσχύνην τρέψεσθε. πολλοῖς γὰρ προορωμένοις ἔτι ἐς οἷα φέρονται τὸ αἰσχρὸν καλούμενον ὀνόματος ἐπαγωγοῦ δυνάμεις ἐπεσπάσατο ἡσσηθεῖσι τοῦ ῥήματος ἔργῳ συμφοραῖς ἀνηκέστοις ὁρῶντας περιπεσεῖν. τούτων τῶν λόγων ὅτι μὲν οὔτε αὐτὸς μετέσχεν ὁ συγγραφεὺς τῷ συλλόγῳ τότε παρατυχὼν οὔτε τῶν διαθεμένων αὐτοὺς Ἀθηναίων ἢ Μηλίων ἤκουσεν, ἐξ ὧν αὐτὸς ἐν τῇ πρὸ ταύτης βύβλῳ περὶ αὑτοῦ γράφει, μαθεῖν ῥᾴδιον, ὅτι μετὰ τὴν ἐν Ἀμφιπόλει στρατηγίαν ἐξελαθεὶς τῆς πατρίδος πάντα τὸν λοιπὸν τοῦ πολέμου χρόνον ἐν Θρᾴκῃ διέτριψε. λείπεται δὴ σκοπεῖν, εἰ τοῖς τε πράγμασι προσήκοντα καὶ τοῖς συνεληλυθόσιν εἰς τὸν σύλλογον προσώποις ἁρμόττοντα πέπλακε τὸν διάλογον ἐχόμενος ὡς ἔγγιστα τῆς συμπάσης γνώμης τῶν ἀληθῶς λεχθέντων, ὡς αὐτὸς ἐν τῷ προοιμίῳ τῆς ἱστορίας προείρηκεν. ἆρʼ οὖν ὥσπερ τοῖς Μηλίοις οἰκεῖοι καὶ προσήκοντες ἦσαν οἱ περὶ τῆς ἐλευθερίας λόγοι παρακαλοῦντες τοὺς Ἀθηναίους μὴ καταδουλοῦσθαι πόλιν Ἑλληνίδα μηδὲν ἁμαρτάνουσαν εἰς αὐτούς, οὕτως καὶ τοῖς Ἀθηναίων στρατηγοῖς πρέποντες ἦσαν οἱ περὶ τῶν δικαίων μήτʼ ἐξετάζειν ἐῶντες μήτε λέγειν, ἀλλὰ τὸν τῆς βίας καὶ πλεονεξίας νόμον εἰσάγοντες καὶ ταῦτʼ εἶναι δίκαια τοῖς ἀσθενέσιν ἀποφαίνοντες, ὅσα τοῖς ἰσχυροτέροις δοκεῖ; ἐγὼ μὲν γὰρ οὐκ οἴομαι τοῖς ἐκ τῆς εὐνομωτάτης πόλεως ἐπὶ τὰς ἔξω πόλεις ἀποστελλομένοις ἡγεμόσι ταῦτα προσήκειν λέγεσθαι, οὐδʼ ἂν ἀξιώσαιμι τοὺς μὲν μικροπολίτας καὶ μηδὲν ἔργον ἐπιφανὲς ἀποδειξαμένους Μηλίους πλέονα τοῦ καλοῦ ποιεῖσθαι πρόνοιαν ἢ τοῦ ἀσφαλοῦς καὶ πάντα ἑτοίμους εἶναι τὰ δεινὰ ὑποφέρειν, ἵνα μηδὲν ἄσχημον ἀναγκασθῶσι πράττειν, τοὺς δὲ προελομένους τήν τε χώραν καὶ τὴν πόλιν ἐκλιπεῖν κατὰ τὸν Περσικὸν πόλεμον Ἀθηναίους, ἵνα μηδὲν αἰσχρὸν ὑπομείνωσιν ἐπίταγμα, τῶν ταὐτὰ προαιρουμένων ὡς ἀνοήτων κατηγορεῖν.2 οἴομαι δʼ, ὅτι κἂν εἴ τινες ἄλλοι παρόντων Ἀθηναίων ταῦτα ἐπεχείρουν λέγειν, ἐπαχθῶς ἤνεγκαν ἂν3 οἱ τὸν κοινὸν βίον ἐξημερώσαντες. ἐγὼ μὲν δὴ διὰ ταύτας τὰς αἰτίας οὐκ ἐπαινῶ τὸν διάλογον τοῦτον ἀντιπαρεξετάζων τὸν ἕτερον. ἐν ἐκείνῳ μὲν γὰρ Ἀρχίδαμος ὁ Λακεδαιμόνιος δίκαιά τε προκαλεῖται τοὺς Πλαταιεῖς καὶ λέξει κέχρηται καθαρᾷ καὶ σαφεῖ καὶ οὐδὲν ἐχούσῃ σχῆμα βεβασανισμένον οὐδὲ ἀνακόλουθον· ἐν τούτῳ δὲ οἱ φρονιμώτατοι τῶν Ἑλλήνων αἴσχιστα μὲν ἐνθυμήματα φέρουσιν, ἀηδεστάτῃ δʼ αὐτὰ περιλαμβάνουσι λέξει· εἰ μὴ ἄρα μνησικακῶν ὁ συγγραφεὺς τῇ πόλει διὰ τὴν καταδίκην ταῦτα τὰ ὀνείδη κατεσκέδασεν αὐτῆς, ἐξ ὧν ἅπαντες μισήσειν αὐτὴν ἔμελλον. ἃ γὰρ οἱ προεστηκότες τῶν πόλεων καὶ τηλικαύτας ἐξουσίας πιστευόμενοι φρονεῖν τε καὶ λέγειν ἐοίκασιν πρὸς τὰς πόλεις ὑπὲρ τῆς αὑτῶν πατρίδος, ταῦτα κοινὰ ὑπολαμβάνουσιν ἅπαντες εἶναι τῆς ἀποστελλούσης πόλεως αὐτούς. καὶ περὶ μὲν τῶν διαλόγων ἅλις.
尽管我还能列举出许多具有邪恶精明意味的思想,但为了使我的论述不致超出适当的篇幅,我只引述雅典人在离开会议时所说的最后一段补充: “然而你们那些强大的依凭不过是寄托在希望中且被延宕之事,而你们现有的力量若要战胜已经严阵以待的敌军,实属微不足道。你们若不在打发我们离开后,”他说,“作出比这些更为审慎的决定,便是暴露出极其愚蠢的心智。” 紧接着他又补充道: “因为你们绝不至于诉诸那在可耻而昭然若揭的危险中极易令人覆灭的羞耻心吧。因为许多人尽管仍能预见到自己正滑向何等境地,却为所谓‘耻辱’这一诱惑性词句的力量所驱使,受制于这一字眼,以致在实际行动中眼睁睁坠入不可挽回的灾难之中。” 关于这些言辞,历史家本人既未亲临当时的会议,亦未曾听闻主持谈判的雅典人或墨罗斯人亲口讲述,这一点从他自己在前一卷中记述自身经历之处便极易获知:他在安菲波利斯担任将领之后被逐出祖国,战争余下的全部岁月皆在色雷斯度过。因此,剩下的问题便是考察他是否按照自己在史书序言中所预先声明的那样,“尽可能紧扣真实所言的全部主旨”,从而合乎时势且适合聚集于会场的人物的身份来编撰了这篇对话。难道正如关于自由的言论适合且切合于墨罗斯人——他们恳求雅典人不要奴役一座未曾对他们有过任何冒犯的希腊城邦——那般,那些不容审查和谈论正义、反而引入强权与贪暴的法则、声称凡强者认为合适者即为弱者之正义的言论,对于雅典将领而言也同样是恰当的吗?依我之见,来自治理最为完善的城邦、被派遣至异邦各城的领袖们断不该说出这番话;我也绝不能认可:身为微小城邦的公民且未曾立下显赫功绩的墨罗斯人,对高尚品格的顾虑胜过对安全的考量,准备承受一切可怖之事以免被迫做出任何不体面的行径,而曾在波斯战争期间为了不屈从于任何可耻命令而毅然抛弃土地与城邦的雅典人,却反过来指责做出相同选择的人愚昧无知。我认为,即使有其他人在雅典人面前企图说出这番言论,那些开化了人类共同生活的人也必定会感到难以容忍。正因这些缘故,当我将这一对话与另一对话进行对照考察时,绝不赞赏此篇。因为在那一篇中,拉刻代蒙人阿基达马斯向普拉提亚人提出了正当的要求,使用的语言纯净、明晰,没有任何生硬刻意的修辞或破格语法;然而在这一篇中,希腊人中最聪慧之辈却表达了最为可耻的思想,并以最令人厌恶的文风将其包裹——除非是历史家因遭受判决而对城邦心怀怨恨,刻意将这些必定招致所有人痛恨的污点泼洒在城邦身上。因为凡城邦的领导者、被赋予如此巨大权力的人,代表自己的祖国向其他城邦所表现出的所思所言,所有人都必定会认为这是派遣他们的城邦所共有的立场。关于这些对话,谈到此处已然足够。
- 41βραχέα πρὸς τὰ ἤδη ἀντιτεταγμένα περιγενέσθαι
不定式 περιγενέσθαι 作形容词 βραχέα 的限定(或结果)补足语,意为“微小得以致不足以战胜……”。介词 πρός 表示对比或对抗的基准(“相较于/对抗已列阵以待者”)。
- 41οὐδʼ ἂν ἀξιώσαιμι τοὺς μὲν μικροπολίτας ... τοὺς δὲ ... Ἀθηναίους ... τῶν ταὐτὰ προαιρουμένων ὡς ἀνοήτων κατηγορεῖν
由主动词 οὐδʼ ἂν ἀξιώσαιμι(带 ἄν 的希求语气,表示委婉主张:“我绝不能认可……”)所统辖的长大宾格加不定式结构。两个对比分句构成复杂的超步法(hyperbaton):前半句的宾格主语为 τοὺς μὲν ... Μηλίους 连同不定式 ποιεῖσθαι 和 εἶναι;后半句为 τοὺς δὲ ... Ἀθηναίους 连同不定式 κατηγορεῖν。动词 κατηγορέω 统领被指控者的属格(τῶν ταὐτὰ προαιρουμένων)以及 ὡς 引导的述语形容词(ἀνοήτων)。
- 41κἂν εἴ τινες ἄλλοι παρόντων Ἀθηναίων ταῦτα ἐπεχείρουν λέγειν, ἐπαχθῶς ἤνεγκαν ἄν
非真实条件句(与过去事实相反的虚拟语气)。条件从句由 κἂν εἰ(由 καὶ ἄν 与 εἰ 结合演变而来的固定短语,意为“即便/假若……”)引出未完成过去时 ἐπεχείρουν,主句由不定过去时 ἤνεγκαν 搭配 ἄν 构成。条件从句中嵌入了属格独立结构 παρόντων Ἀθηναίων。
