← 哈利卡纳苏斯的狄奥尼修斯

论修昔底德

§45-46

对伯里克利自我吹捧与晦涩文风的批判

哈利卡尔那索斯的狄奥尼修斯严厉批评了伯里克利在申辩中不合时宜的过度自夸,并指责历史家赋予该演说的词藻过于幼稚浮夸且晦涩难懂。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§45

τούτοις ἐπιτίθησιν ἔτι φορτικωτέραν διάνοιαν καὶ ἥκιστα τῷ παρόντι καιρῷ πρέπουσαν· καίτοι ἐμοὶ τοιούτῳ ἀνδρὶ ὀργίζεσθε, ὃς οὐδενὸς οἴομαι ἥσσων εἶναι γνῶναί τε τὰ δέοντα καὶ ἑρμηνεῦσαι ταῦτα,1 φιλόπολίς τε καὶ χρημάτων κρείσσων. θαυμαστὸν γάρ, εἰ Περικλῆς ὁ μέγιστος τῶν τότε ῥητόρων ἠγνόει τοῦτο, ὃ μηδεὶς ἂν τῶν ἐχόντων μέτριον νοῦν ἠγνόησεν, ὅτι πανταχῇ μὲν οἱ μὴ τεταμιευμένως ἐπαινοῦντες τὰς ἑαυτῶν ἀρετὰς ἐπαχθεῖς τοῖς ἀκούουσι φαίνονται, μάλιστα δʼ ἐν τοῖς πρὸς τὰ δικαστήρια καὶ τὰς ἐκκλησίας ἀγῶσιν, ἐν οἷς γε δὴ μὴ περὶ τιμῶν αὐτοῖς ἐστιν ἀλλὰ περὶ τιμωριῶν ὁ κίνδυνος· τότε γὰρ οὐκ ἐπαχθεῖς μόνον εἰσὶν ἑτέροις, ἀλλὰ καὶ δυστυχεῖς ἑαυτοῖς ἐκκαλούμενοι τὸν παρὰ τῶν πολλῶν φθόνον· ὅταν δὲ τοὺς αὐτούς τις ἔχῃ δικαστάς τε καὶ κατηγόρους, μυρίων αὐτῷ δεῖ δακρύων τε καὶ οἴκτων εἰς αὐτὸ τοῦτο πρῶτον τὸ μετʼ εὐνοίας ἀκουσθῆναι. ὁ δὲ δημαγωγὸς οὐκ ἀρκεῖται τούτοις ἀλλʼ ἐπεξεργάζεταί τε τούτοις καὶ μεταφράζει τὰ ῥηθέντα· ὅ τε γὰρ γνούς φησί καὶ μὴ σαφῶς διδάξας ἐν ἴσῳ καὶ εἰ μὴ ἐνεθυμήθη, ὅ τʼ ἔχων ἀμφότερα, τῇ δὲ πόλει δύσνους οὐκ ἂν ὁμοίως τι οἰκείως φράζοι· προσόντος δὲ καὶ τοῦδε, χρήμασι δὲ νικωμένου, τὰ ξύμπαντα τούτου ἑνὸς ἂν πωλοῖτο. οὐκ οἶδʼ ὅς τις ἂν ὁμολογήσειεν, ὥσπερ ἀληθῆ ταῦτα ἦν, οὕτως καὶ προσήκοντα εἶναι ὑπὸ Περικλέους ἐν Ἀθηναίοις ἠρεθισμένοις πρὸς αὐτοὺς λέγεσθαι. ἦν δέ γε οὐχ ἡ τῶν κρατίστων ἐνθυμημάτων τε καὶ νοημάτων εὕρεσις αὐτὴ καθʼ ἑαυτὴν ἀξία σπουδῆς, εἰ μὴ καὶ τοῖς πράγμασιν εἴη προσήκοντα καὶ τοῖς προσώποις καὶ τοῖς καιροῖς καὶ τοῖς ἄλλοις ἅπασιν· ἀλλʼ ὥσπερ καὶ κατʼ ἀρχὰς ἔφην, τὴν ἑαυτοῦ γνώμην ἀποδεικνύμενος ὁ συγγραφεύς, ἣν εἶχε περὶ τῆς Περικλέους ἀρετῆς, παρὰ τόπον ἔοικεν εἰρηκέναι ταῦτα. ἐχρῆν δέ γε αὐτὸν μὲν ὅ τι βούλεται περὶ τοῦ ἀνδρὸς ἀποφαίνεσθαι, τῷ δὲ κινδυνεύοντι τοὺς ταπεινοὺς καὶ παραιτητικοὺς τῆς ὀργῆς ἀποδοῦναι λόγους· τοῦτο γὰρ ἦν πρέπον τῷ μιμεῖσθαι βουλομένῳ συγγραφεῖ τὴν ἀλήθειαν.

在这些话之后,他又补充了一种更为粗俗无礼、最不合眼前时宜的思想: “然而你们却对我这样一个人动怒,我认为自己在认清所当为之事并阐明这些事上不逊色于任何人,且是一个热爱城邦、不为金钱所动的人。” 因为令人惊异的是,倘若当时最伟大的演说家伯里克利竟不懂得连任何具备中等智力的人都不会不懂的道理:在任何场合,不加节制地赞美自己美德的人都会令听众厌烦,尤其是在法庭和公民大会的交锋中更是如此,在这些交锋中他们所面临的危险不是关乎荣誉,而是关乎惩罚。因为在那个时候,他们不仅令他人厌烦,而且通过招致大众的嫉恨而使自己陷入不幸;而当一个人面对的人既是审判官又是控告者时,他便需要成千上万的眼泪和哀戚,仅仅首先为了能够被带着善意倾听。然而这位民众领袖并不满足于此,反而进一步发挥并改换说法重述所说的话: “因为,”他说,“洞察事物却不能明晰阐教者,与根本不曾思及之人无异;两者兼备却对城邦怀有恶意者,便不会同样亲切关切地表述;即便此点亦具备,若为金钱所折服,一切都将为这一件事而被出卖。” 我不知道有谁会承认,正如这些话是真实的,它们也同样适合由伯里克利在激愤的雅典人面前向他们道出。然而,仅仅发现最优秀的构想与概念本身并不值得认真重视,除非它们也同样适合于事理、人物、时机以及所有其他情况。相反,正如我一开始所说的那样,历史家在表明自己对伯里克利美德所持的见解时,似乎在不恰当的地方说出了这些话。他本应就此人发表自己想发表的任何论断,而给处于险境中的人安排谦逊且能抚平怒火的言辞;因为这才是立意模仿真实的历史家所应当做的。

§46

ὀχληρὰ δὲ κἀκεῖνα τὰ μειρακιώδη καλλωπίσματα τῆς λέξεως καὶ τὰ πολύπλοκα τῶν ἐνθυμημάτων σχήματα· ἰέναι δὲ τοῖς ἐχθροῖς ὁμόσε καὶ ἀμύνεσθαι μὴ φρονήματι μόνον, ἀλλὰ καὶ καταφρονήματι. φρόνημα μὲν γὰρ καὶ ὑπὸ ἀμαθίας εὐτυχοῦς καὶ δειλῷ τινι ἐγγίγνεται· καταφρόνησις δέ, ὃς ἂν καὶ γνώμῃ πιστεύῃ τῶν ἐναντίων προέχειν·2 ὃ ἡμῖν ὑπάρχει. καὶ τὴν τόλμαν ἀπὸ τῆς ὁμοίας τύχης ἡ σύνεσις ἐκ τοῦ ὑπέρφρονος ὀχυρωτέραν παρέχεται·3 ἐλπίδι τε ἧσσον πιστεύει, ἧς ἐν τῷ ἀπόρῳ ἡ ἰσχύς· γνώμῃ δὲ ἀπὸ τῶν ὑπαρχόντων, ἧς βεβαιοτέρα ἡ πρόνοια. τά τε γὰρ φρονήματα ψυχρότερά ἐστι καὶ τῆς Γοργίου προαιρέσεως μᾶλλον οἰκειότερα, ἥ τε τῶν ὀνομάτων ἐξήγησις ἀμφότερον σοφιστικὴ καὶ ἀπειρόκαλος· ἥ τε τόλμα ἣν ἀπὸ τῆς ὁμοίας τύχης ἡ σύνεσις ἐκ τοῦ ὑπέρφρονος ὀχυρωτέραν παρέχεται τῶν Ἡρακλειτείων σκοτεινῶν ἀσαφεστέραν ἔχει τὴν δήλωσιν, ἥ τε τῆς ἐλπίδος ἐν τῷ ἀπόρῳ ἰσχύς καὶ ἡ τῆς γνώμης ἀπὸ τῶν ὑπαρχόντων βεβαιοτέρα πρόνοια ποιητικώτερον περιπέφρασται· βούλεται γὰρ λέγειν, ὅτι δεῖ τῇ γνώμῃ πιστεύειν μᾶλλον, ἣν ἐκ τῶν παρόντων λαμβάνομεν, ἢ ταῖς ἐλπίσιν, ὧν ἐν τῷ μέλλοντι ἐστὶν ἡ ἰσχύς.

同样令人厌烦的还有那些轻浮幼稚的辞藻修饰以及思想的盘错句式: “与敌人短兵相接,不仅要带着意气去抵御,更要带着蔑视去抵御。因为意气即使由于侥幸的无知,在懦夫身上也会产生;而蔑视则属于那些深信自己在判断力上也超越对手的人——这正是我们所拥有的。在命运均等之处,明智凭借优越感使勇气更加坚实;它较少依赖希望,希望的力量仅存在于绝境之中;它更多信赖基于现有条件的见识,其预见更加稳固。” 因为关于那些“意气”的说法相当生硬,更接近高尔吉亚的风格;对词义的辨析既具诡辩色彩又缺乏品味;至于那句“在命运均等之处,明智凭借优越感使勇气更加坚实”的勇气定义,其表述比赫拉克利特的晦涩之语还要不明晰;而所谓希望“在绝境中的力量”与见识“基于现有条件更加稳固的预见”,其迂回修辞也过于富有诗意了。因为他原本想说的无非是:比起力量寄托于未来的希望,我们更应当信赖从眼前现实中所汲取的见识。

语法注3 条
  1. 45ὃς οὐδενὸς οἴομαι ἥσσων εἶναι γνῶναί τε τὰ δέοντα καὶ ἑρμηνεῦσαι ταῦτα

    关系代词 ὅς 在 οἴομαι 支配的动词不定式 εἶναι 中作主语(因与主语一致而保留主格),ἥσσων 为主格表语。随后的不定式 γνῶναί 与 ἑρμηνεῦσαι 为说明性不定式(epexegetic infinitive),限定其在何种方面“不逊色于任何人”。

  2. 46καταφρόνησις δέ, ὃς ἂν καὶ γνώμῃ πιστεύῃ τῶν ἐναντίων προέχειν

    本句承接上文的 φρόνημα μὲν γὰρ... δειλῷ τινι ἐγγίγνεται 构成对比,但呈现出破格(anacoluthon)结构:主格主语 καταφρόνησις 缺乏明确的谓语动词,而直接与内含先行词(“属于/产生于……之人”)的关系从句 ὃς ἂν... 相连,理解时需补出类似 ἐγγίγνεται(产生于)或 ἐστίν(属于)的谓语及相应的与格/属格先行词。

  3. 46καὶ τὴν τόλμαν ἀπὸ τῆς ὁμοίας τύχης ἡ σύνεσις ἐκ τοῦ ὑπέρφρονος ὀχυρωτέραν παρέχεται

    此句包含倒装与交错语序(hyperbaton)。主语为 ἡ σύνεσις(明智),谓语动词为 παρέχεται(使……变得),直接宾语为 τὴν τόλμαν(勇气),形容词 ὀχυρωτέραν 作宾语补足语(“更加坚实”)。介词短语 ἀπὸ τῆς ὁμοίας τύχης 表示前提情境(“在命运均等的情况下”),而 ἐκ τοῦ ὑπέρφρονος 则表示来源与依据(“出于优越感”),修饰动词 παρέχεται 或形容词 ὀχυρωτέραν。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0081.tlg010.humanitext-grc2:45-46