- 底本
- Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 1. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1899.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0081.tlg010.humanitext-grc2:39-40
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
哈利卡纳苏斯的狄奥尼修斯继续批判修昔底德笔下的《墨罗斯对话》,指责雅典人张扬霸权、拒绝中立,并在希望与神意上发表晦涩不敬的狂妄言论,认为这全然不合雅典人与希腊人的体统。
βασιλεῦσι γὰρ βαρβάροις ταῦτα πρὸς Ἕλληνας ἥρμοττε λέγειν· Ἀθηναίοις δὲ πρὸς τοὺς Ἕλληνας, οὓς ἠλευθέρωσαν ἀπὸ τῶν Μήδων, οὐκ ἦν προσήκοντα εἰρῆσθαι, ὅτι τὰ δίκαια τοῖς ἴσοις ἐστὶ πρὸς ἀλλήλους, τὰ δὲ βίαια τοῖς ἰσχυροῖς πρὸς τοὺς ἀσθενεῖς. ὀλίγα δὲ πρὸς ταῦτα τῶν Μηλίων ἀποκριναμένων, ὅτι καλῶς ἂν ἔχοι τοῖς Ἀθηναίοις προνοεῖν τοῦ δικαίου, μὴ καὶ αὐτοί ποτε σφαλέντες ὑπʼ ἄλλων ἐξουσίᾳ γένωνται καὶ τὰ αὐτὰ πάσχωσιν ὑπὸ τῶν ἰσχυροτέρων, ἀποκρινόμενον ποιεῖ τὸν Ἀθηναῖον ἡμεῖς δὲ τῆς ἡμετέρας ἀρχῆς, ἢν καὶ παυθῇ, οὐκ ἀθυμοῦμεν τὴν τελευτήν,1 τούτου δʼ αἰτίαν ἀποδιδόντα, ὅτι κἂν καταλύσωσιν αὐτῶν Λακεδαιμόνιοι τὴν ἀρχήν, συγγνώμην ἕξουσι, καὶ αὐτοὶ πολλὰ τοιαῦτα πράσσοντες. θήσω δὲ καὶ τὴν λέξιν αὐτοῦ· οὐ γὰρ οἱ ἄρχοντες ἄλλων, ὥσπερ καὶ Λακεδαιμόνιοι, οὗτοι δεινοὶ τοῖς νικηθεῖσι. τοῦτο δὲ ὅμοιόν ἐστι τῷ λέγειν, ὅτι παρὰ τοῖς τυράννοις οὐ μισοῦνται τύραννοι. οἷς ἐπιτίθησιν καὶ περὶ μὲν τούτου ἡμῖν ἀφείσθω κινδυνεύεσθαι, ὃ μόγις ἂν εἶπεν τῶν καταποντιστῶν τις ἢ λῃστῶν οὐδὲν ἐπιστρέφομαι τῆς μετὰ ταῦτα τιμωρίας χαρισάμενος ἐπιθυμίαις ἐν τῷ παρόντι.2 ἔπειτʼ ὀλίγων τῶν μεταξὺ γενομένων ἀμοιβαίων καὶ τῶν Μηλίων εἰς ἐπιεικῆ συγκαταβαινόντων αἵρεσιν ὥστε δὲ ἡσυχίαν ἄγοντας ἡμᾶς φίλους μὲν εἶναι ἀντὶ πολεμίων, ξυμμάχους δὲ μηδετέρων οὐκ ἂν δέξαισθε; ἀποκρινόμενον ποιεῖ τὸν Ἀθηναῖον οὐ γὰρ τοσοῦτον ἡμᾶς βλάπτει ἡ ἔχθρα ὑμῶν, ὅσον ἡ φιλία μὲν ἀσθενείας, τὸ δὲ μῖσος δυνάμεως παράδειγμα τοῖς ἀρχομένοις δηλούμενον, ἐνθύμημα πονηρὸν καὶ σκολιῶς ἀπηγγελμένον· εἰ δὲ τὸ νόημα βούλεταί τις αὐτοῦ σκοπεῖν, τοιόνδε ἐστίν, ὅτι φιλοῦντες μὲν ἡμᾶς ἀσθενεῖς φαίνεσθαι πρὸς τοὺς ἄλλους ποιήσετε, μισοῦντες δὲ ἰσχυρούς· οὐ γὰρ ζητοῦμεν εὐνοίᾳ τῶν ὑπηκόων ἄρχειν, ἀλλὰ φόβῳ.
因为这类话蛮族君主对希腊人说固属恰切;但雅典人对他们曾从米底人手中解放出来的希腊人声称平等者之间才讲正义、强对弱则施暴行,却绝非得体之辞。墨罗斯人对此简短作答,认为雅典人顾全正义是有益的,以免他们自己有朝一日失足落入他人之手、同样遭受更强者的处置;对此,他却让雅典人如此作答: “然而我们对于自身帝国的终结,即使它真会终结,也并不气馁,”他给出的理由是:即使拉刻代蒙人摧毁了他们的统治,也会予以宽容,因为他们自己同样行许多此类之事。我姑且录下他的原话: “因为统治他人者,正如拉刻代蒙人那样,对于战败者而言并非可怕之辈。” 这无异于说,在僭主之间,僭主并不彼此仇视。紧接着他又加上: “关于这一点,且让我们自行承担风险,”这番话甚至连海盗或强盗都难得说出口: “只要在当下满足了欲望,我毫不理会日后的惩罚。” 随后,双方经过了几句简短的交涉,墨罗斯人退让到一个公道的方案: “那么,让我们保持中立,做你们的朋友而非敌人,但也不做任何一方的盟友,你们难道不接受吗?” 他让雅典人作答道: “因为你们的敌意对我们的损害,远不及你们的友好所带来的害处;后者向受我们统治的人显明我们虚弱的凭证,而你们的仇恨则是我们力量的昭示,”这是一条邪恶且表达得晦涩曲折的论辩;若有人想探究其含义,实则如下: “你们若对我们友好,便会使我们在他人眼中显得软弱;但若仇恨我们,则使我们显得强大;因为我们并不寻求依靠属民的爱戴来统治,而是靠恐惧。”
τούτοις ἕτερα προσθεὶς πάλιν ἀμοιβαῖα περίεργα καὶ πικρά, τοὺς Μηλίους ὑποτίθεται λέγοντας, ὅτι κοινὰς τὰς τύχας φέρουσιν οἱ πολέμιοι καὶ τὸ μὲν εἶξαι εὐθὺς ἀνέλπιστον, μετὰ δὲ τοῦ δρωμένου ἔτι καὶ στῆναι ἐλπὶς ὀρθῶς. πρὸς ταῦτα ποιεῖ τὸν Ἀθηναῖον ἀποκρινόμενον λαβυρίνθων σκολιώτερα περὶ τῆς ἐλπίδος ἐπὶ κακῷ τοῖς ἀνθρώποις γινομένης, κατὰ λέξιν οὕτως γράφων· ἐλπὶς δὲ κινδύνου παραμύθιον οὖσα τοὺς μὲν ἀπὸ περιουσίας χρωμένους αὐτῇ κἂν βλάψῃ, οὐ καθεῖλεν· τοῖς δὲ ἐς πᾶν τὸ ὑπάρχον ἀναρριπτοῦσι (δάπανος γὰρ φύσει) ἅμα τε γιγνώσκεται σφαλέντων, καὶ ἐν ὅτῳ φυλάξεταί τις αὐτὴν γνωρισθεῖσαν, οὐκ ἐλλείπει.3 ὅ ὑμεῖς ἀσθενεῖς τε καὶ ἐπὶ σκοπῆς μιᾶς ὄντες μὴ βούλεσθε παθεῖν μηδʼ ὁμοιωθῆναι τοῖς πολλοῖς, οἷς παρὸν ἀνθρωπείως ἔτι σῴζεσθαι, ἐπειδὰν πιεζομένους αὐτοὺς ἐπιλείπωσιν αἱ φανεραὶ ἐλπίδες, ἐπὶ τὰς ἀφανεῖς καθίστανται, μαντικήν τε καὶ χρησμοὺς καὶ ὅσα τοιαῦτα μετʼ ἐλπίδων λυμαίνεται. ταῦτʼ οὐκ οἶδα πῶς ἄν τις ἐπαινέσειεν ὡς προσήκοντα εἰρῆσθαι στρατηγοῖς Ἀθηναίων, ὅτι λυμαίνεται τοὺς ἀνθρώπους ἡ παρὰ τῶν θεῶν ἐλπὶς καὶ οὔτε χρησμῶν ὄφελος οὔτε μαντικῆς τοῖς εὐσεβῆ καὶ δίκαιον προῃρημένοις τὸν βίον. εἰ γάρ τι καὶ ἄλλο, τῆς Ἀθηναίων πόλεως καὶ τοῦτʼ ἐν τοῖς πρώτοις ἐστὶν ἐγκώμιον, τὸ περὶ παντὸς πράγματος καὶ ἐν παντὶ καιρῷ τοῖς θεοῖς ἕπεσθαι καὶ μηδὲν ἄνευ μαντικῆς καὶ χρησμῶν ἐπιτελεῖν. λεγόντων τε τῶν Μηλίων, ὅτι σὺν τῇ παρὰ τῶν θεῶν βοηθείᾳ καὶ Λακεδαιμονίοις πεποίθασιν, οὓς εἰ καὶ διὰ μηδὲν ἄλλο, διὰ γοῦν τὴν αἰσχύνην αὐτοῖς βοηθήσειν καὶ οὐ περιόψεσθαι συγγενεῖς ἀπολλυμένους, αὐθαδέστερον ἔτι τὸν Ἀθηναῖον ἀποκρινόμενον εἰσάγει· τῆς μὲν τοίνυν πρὸς τὸ θεῖον εὐμενείας οὐδʼ ἡμεῖς οἰόμεθα λελείψεσθαι· οὐδὲν γὰρ ἔξω τῆς μὲν ἀνθρωπείας, τῆς δʼ εἰς τὸ θεῖον νεμέσεως τῶν τʼ εἰς σφᾶς αὐτοὺς βουλήσεων δικαιοῦμεν ἢ πράσσομεν.4 ἡγούμεθα γὰρ τό τε θεῖον δόξῃ τἀνθρώπειόν τε σαφῶς διὰ παντὸς ἀπὸ φύσεως ἀναγκαίως, οὗ ἂν κρατῇ, ἄρχειν· τούτων ὁ νοῦς ἔστι μὲν δυσείκαστος καὶ τοῖς πάνυ δοκοῦσιν ἐμπείρως τοῦ ἀνδρὸς ἔχειν, κατακλείεται δʼ εἰς τοιοῦτόν τι πέρας, ὅτι τὸ μὲν θεῖον δόξῃ γινώσκουσιν ἅπαντες, τὰ δὲ πρὸς ἀλλήλους δίκαια τῷ κοινῷ τῆς φύσεως κρίνουσι νόμῳ· οὗτος δʼ ἔστιν ἄρχειν ὧν ἂν δύνηταί τις κρατεῖν. ἀκόλουθα καὶ ταῦτα τοῖς πρώτοις καὶ οὔτε Ἀθηναίοις οὔτε Ἕλλησι πρέποντα εἰρῆσθαι.
在此之上他又增添了其他怪诞刻薄的应答,设定墨罗斯人说道:战争的命运对于交战双方是均等的,并且“立即屈服固然绝无希望,但若付诸行动,仍有挺立不倒的希望。” 对此,他让雅典人以比迷宫还要曲折的言辞作答,谈论希望如何给人类带来灾祸,逐字写道: “希望作为危险的慰藉,对于那些资本充裕而利用希望的人而言,即便造成损害,也不致令人倾覆;但对于孤注一掷的人来说(因为希望在本质上是挥霍无度的),往往在他们覆灭之际才被认清,且一旦被看清,便不再给人留下任何防备它的余地。你们这些弱小且命悬一线的人,切不可自甘落到这步田地,亦不可效尤凡庸大众:他们本还可以凭借人力求生,却在困迫之中当显见的希望离弃之时,转而求助于渺茫的希望,即占卜、神谕以及所有此类伴随着希望而毁灭人的东西。” 我不知道何人竟能赞美这些话适合出自雅典将领之口,即声称来自诸神的希望毁灭人类,而对于选择过虔敬与正义生活的人而言,神谕与占卜皆无裨益。因为雅典城邦最首要的赞颂之一——如果有任何值得赞颂之处的话——正是凡事在任何关头都遵循神意,无占卜与神谕则一事不办。当墨罗斯人说,除了来自诸神的庇佑之外他们还信赖拉刻代蒙人,后者即便不为其他缘由,至少也会出于羞耻心施以援手,绝不坐视同族走向覆灭时,他却让雅典人以更加傲慢的态度出场作答: “至于神明的眷顾,我们亦不认为自己会落在人后;因为我们的要求或作为,绝未逾越人道之理、神之惩戒以及彼此相互的意图。盖我们认为,对于神明出于揣度,对于人类则昭然历来出于天然的必然:凡有能力克制之处,便施加统治。” 这些话的意思即便对于自视极为了解该作家的人而言也难以捉摸,但最终归结为如此结论:即众人对神明仅凭臆测而知,但裁决彼此间的正义则是依据自然的共同法则;而该法则便是统治自己所能压制之人。这些话同样与先前之言一脉相承,既不配出自雅典人之口,亦不配出自希腊人之口。
- 39ἡμεῖς δὲ τῆς ἡμετέρας ἀρχῆς, ἢν καὶ παυθῇ, οὐκ ἀθυμοῦμεν τὴν τελευτήν
动词 ἀθυμοῦμεν 支配 τὴν τελευτήν 作为其直接宾语(表情感对象的宾格),而修饰 τὴν τελευτήν 的属格 τῆς ἡμετέρας ἀρχῆς 通过超置提前置于句首以兼作 ἢν καὶ παυθῇ 的主语,意为“关于我们的帝国,我们并不对其终结感到气馁”。
- 39οὐδὲν ἐπιστρέφομαι τῆς μετὰ ταῦτα τιμωρίας χαρισάμενος ἐπιθυμίαις ἐν τῷ παρόντι
οὐδὲν ἐπιστρέφομαι 中 οὐδέν 作副词性宾格(“毫无/一点也不”),动词支配表示关注对象的属格 τῆς μετὰ ταῦτα τιμωρίας(“随后的惩罚”)。分词 χαρισάμενος 为与主语一致的修饰性分词,表伴随或条件(“在当下满足了欲望之后”)。
- 40ἅμα τε γιγνώσκεται σφαλέντων, καὶ ἐν ὅτῳ φυλάξεταί τις αὐτὴν γνωρισθεῖσαν, οὐκ ἐλλείπει
高度凝练复杂的句法。σφαλέντων 是独立属格结构,其逻辑主语承接前文的 τοῖς ... ἀναρριπτοῦσι(“当他们败亡覆灭时”)。后半句 οὐκ ἐλλείπει(“不留下[时间/余地]”)支配由 ἐν ὅτῳ 引导的无先行词关系从句(“在此期间人可以在认清希望后对它加以戒备”)。
- 40οὐδὲν γὰρ ἔξω τῆς μὲν ἀνθρωπείας, τῆς δʼ εἰς τὸ θεῖον νεμέσεως τῶν τʼ εἰς σφᾶς αὐτοὺς βουλήσεων δικαιοῦμεν ἢ πράσσομεν
介词 ἔξω 统领一系列属格成分(人类的情理、对神明的敬畏/惩戒、彼此的意愿)。狄奥尼修斯此处引述的文本与通常的修昔底德手抄本异读(如以 νεμέσεως 代替 νομίσεως,以复数 βουλήσεων 代替单数),使得全句结构极为奇特,狄奥尼修斯随即也指出其文意极难参透。
