- 底本
- Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 1. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1899.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0081.tlg010.humanitext-grc2:37-38
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
狄奥尼修斯考察了修昔底德推崇者盛赞的墨罗斯对话,指出其从叙事体向戏剧体的转变,批评了墨罗斯人答辞中出现的性、数、格不一致的语法错误,并抨击雅典人摒弃正义、赤裸裸推行强权逻辑的论调。
ἐξετάσωμεν δὴ παρὰ τοῦτον τὸν διάλογον τὸν οὕτω καλῶς καὶ περιττῶς ἔχοντα ἕτερον αὐτοῦ διάλογον, ὃν μάλιστα ἐπαινοῦσιν οἱ τοῦ χαρακτῆρος τούτου θαυμασταί. ὑποτίθεται δή, στρατιὰν ἀποστειλάντων Ἀθηναίων ἐπὶ Μηλίους Λακεδαιμονίων ἀποίκους, πρὶν ἄρξασθαι τοῦ πολέμου, τὸν στρατηγὸν τῶν Ἀθηναίων καὶ τοὺς προβούλους τῶν Μηλίων συνιόντας εἰς λόγους περὶ καταλύσεως τοῦ πολέμου· καὶ κατʼ ἀρχὰς μὲν ἐκ τοῦ ἰδίου προσώπου δηλοῖ τὰ λεχθέντα ὑφʼ ἑκατέρων, ἐπὶ μιᾶς δʼ ἀποκρίσεως τοῦτο τὸ σχῆμα διατηρήσας, τὸ διηγηματικόν, προσωποποιεῖ τὸν μετὰ ταῦτα διάλογον καὶ δραματίζει. ἄρχει δʼ ὁ Ἀθηναῖος τάδε λέγων· ἐπειδὴ οὐ πρὸς τὸ πλῆθος οἱ λόγοι γίγνονται, ὅπως δὴ μὴ συνεχεῖ ῥήσει οἱ λαοὶ ἐπαγωγὰ καὶ ἀνέλεγκτα ἐς ἅπαξ ἀκούσαντες ἡμῶν ἀπατηθῶσι (γινώσκομεν γὰρ ὅτι τοῦτο φρονεῖ ἡμῶν ἡ ἐς τοὺς ὀλίγους ἀγωγή,) ὑμεῖς οἱ προκαθήμενοι ἔτι ἀσφαλέστερον ποιήσετε. καὶ μηδʼ ὑμεῖς ἐν ὀλίγῳ ἀλλὰ πρὸς τὸ μὴ δοκοῦν ἐπιτηδείως λέγεσθαι εὐθὺς ὑπολαμβάνοντες κρίνετε· καὶ πρῶτον, εἰ ἀρέσκει ὡς λέγομεν, εἴπατε. οἱ δὲ τῶν Μηλίων σύνεδροι ἀπεκρίναντο· ἡ μὲν ἐπιείκεια τοῦ διδάσκειν καθʼ ἡσυχίαν ἀλλήλους οὐ ψέγεται· τὰ δὲ τοῦ πολέμου παρόντα ἤδη καὶ οὐ μέλλοντα διαφέροντα αὐτοῦ1 φαίνετε. τοῦτο τὸ τελευταῖον εἴ τις ἐν τοῖς σχήμασιν ἀξιώσει φέρειν, οὐκ ἂν φθάνοι πάντας τοὺς σολοικισμούς, ὅσοι γίγνονται παρὰ τοὺς ἀριθμοὺς καὶ παρὰ τὰς πτώσεις, σχήματα καλῶν;2 προθεὶς γὰρ ἡ μὲν ἐπιείκεια τοῦ διδάσκειν καθʼ ἡσυχίαν οὐ ψέγεται, ἔπειτα συνάψας τῷ ἑνικῷ καὶ κατὰ τὴν ὀρθὴν ἐξενηνεγμένῳ πτῶσιν τὰ δὲ τοῦ πολέμου παρόντα ἤδη καὶ οὐ μέλλοντα ἐπιζεύγνυσι τούτοις ἑνικὸν καὶ κατὰ τὴν γενικὴν ἐσχηματισμένον πτῶσιν, εἴ τε ἄρθρον δεικτικὸν βούλεταί τις αὐτὸ καλεῖν εἴ τε ἀντονομασίαν, τὸ αὐτοῦ· τοῦτο δὲ οὔτε τῷ θηλυκῷ καὶ ἑνικῷ καὶ ὀνοματικῷ προσαρμοττόμενον σῴζει τὴν ἀκολουθίαν οὔτε τῷ πληθυντικῷ καὶ οὐδετέρῳ καὶ κατὰ τὴν αἰτιατικὴν ἐσχηματισμένῳ πτῶσιν. ἦν δʼ ἂν ὁ λόγος κατάλληλος οὕτω σχηματισθείς· ἡ μὲν ἐπιείκεια τοῦ διδάσκειν καθʼ ἡσυχίαν ἀλλήλους οὐ ψέγεται, τὰ δὲ τοῦ πολέμου παρόντα ἤδη καὶ οὐ μέλλοντα διαφέροντα αὐτῆς φαίνεται. τούτοις ἐπιτίθησιν ἐνθύμημα νενοημένον μὲν οὐκ ἀτόπως, ἡρμηνευμένον δὲ οὐκ εὐπαρακολουθήτως· εἰ μὲν τοίνυν ὑπονοίας τῶν μελλόντων λογιούμενοι ἢ ἄλλο τι ξυνήκετε, ἢ ἐκ τῶν παρόντων καὶ ὧν ὁρᾶτε περὶ σωτηρίας βουλεύσαντες τῇ πόλει, παυόμεθα· εἰ δʼ ἐπὶ τοῦτο, λέγοιμεν ἄν.3
那么,让我们在这篇如此优美绝伦的对话之外,再来审视他的另一篇对话,这篇对话正是这种风格的崇拜者们最为赞赏的。他的设定是:当雅典人派出军队进攻拉刻代蒙人的殖民城邦墨罗斯人时,在开战之前,雅典将领与墨罗斯议事官员就平息战事举行会谈。起初,他以第三人称叙述者的身份交代双方所言,但在仅维持了一轮问答的叙事形式之后,便将随后的对话改换为代入角色的戏剧形式。雅典人首先发言道: “既然这些话并非对大众所说,其目的显然在于避免民众在连篇累牍的演讲中一次性听到我们具有诱惑力而未经反驳的论辞因而受骗(因为我们知晓,将我们引至少数人面前正是出于此种考虑),那么在座主持的诸位不妨采取更加稳妥的做法:甚至你们也不要一气呵成地下结论,而是凡遇到显得不妥之言,便立即打断并予以裁决;首先,请说明我们提议的发言方式是否令你们满意。” 墨罗斯的与会委员答复道: “在心平气和中相互晓谕的合情合理固然无可指责;但战争的现实已然降临而非尚属未来,你们却表明它与其大相径庭。” 如果有人主张将这最后一句归入修辞格式,那么他岂不是很快就会把所有违反数与格的语法错误都称作修辞手法了吗?因为他在先写下了“在心平气和中晓谕的合情合理固然无可指责”之后,又在这一单数且呈主格形式的词语后接上“但战争的现实已然降临而非尚属未来”随后竟在这两者之后附加上一个单数且呈属格形式的词——无论人们愿意称其为指示冠词还是代词——即“其”;然而这一代词无论配合阴性单数主格(‘合情合理’),还是配合中性复数宾格形式的成分(‘战争的现实’),都无法维持呼应的一致性。该句若作如下构造方才合理: “在心平气和中相互晓谕的合情合理固然无可指责,但战争的现实已然降临而非尚属未来,显得与这一合情合理大相径庭。” 在此之后,他又加上了一段构思虽不算荒谬、但表述起来极难理解的论辩: “因此,如果你们聚集于此是出于对未来事态的揣度推算,或是为了基于眼前的现实以及所见的情势为城邦的存亡深思熟虑以外的其他目的,我们便就此打住;若是为了此事,我们便继续陈述。”
καὶ μετὰ τοῦτο ἀποστρέψας τοῦ διηγήματος τὸν διάλογον ἐπὶ τὸ δραματικὸν ταῦτα τὸν Ἀθηναῖον ἀποκρινόμενον ποιεῖ· εἰκὸς μὲν καὶ ξυγγνώμη, ἐν τῷ τοιῷδε καθεστῶτας ἐπὶ πολλὰ καὶ λέγοντας καὶ δοκοῦντας τραπέσθαι. ἔπειτα εὐσχήμονα πρόθεσιν ὑποθέμενος ἡ μέντοι ξύνοδος καὶ περὶ σωτηρίας ἤδη πάρεστι, καὶ ὁ λόγος, ᾧ προκαλεῖσθε τρόπῳ, εἰ δοκεῖ, γιγνέσθω πρῶτον μὲν εἴρηκεν ἐνθύμημα οὔτε τῆς Ἀθηναίων πόλεως ἄξιον οὔτʼ ἐπὶ τοιούτοις πράγμασιν ἁρμόττον λέγεσθαι ἡμεῖς τοίνυν οὔτε αὐτοὶ μετʼ ὀνομάτων καλῶν, ὡς ἢ δικαίως τὸν Μῆδον καταλύσαντες ἄρχομεν, ἢ ἀδικούμενοι νῦν ἐπεξερχόμεθα, λόγων μῆκος ἄπιστον παρέξομεν· τοῦτο δέ ἐστιν ὁμολογοῦντος τὴν ἐπὶ τοὺς μηδὲν ἀδικοῦντας στράτευσιν,4 ἐπειδὴ περὶ μηδετέρου τούτων βούλεται τὸν λόγον ὑπέχειν· οἷς ἐπιτίθησιν οὔθʼ ὑμᾶς ἀξιοῦμεν ἢ ὅτι Λακεδαιμονίων ἄποικοι ὄντες οὐ ξυνεστρατεύσατε ἢ ὡς ἡμᾶς οὐδὲν ἠδικήκατε λέγοντας οἴεσθαι πείσειν, τὰ δυνατὰ δʼ ἐξ ὧν ἑκάτεροι ἀληθῶς φρονοῦμεν διαπράσσεσθαι. τοῦτο δέ ἐστιν· ὑμεῖς μὲν ἀληθῶς φρονοῦντες ὅτι ἀδικεῖσθε, τὴν ἀνάγκην φέρετε καὶ εἴκετε· ἡμεῖς δὲ οὐκ ἀγνοοῦντες, ὅτι ἀδικοῦμεν ὑμᾶς, τῆς ἀσθενείας ὑμῶν περιεσόμεθα τῇ βίᾳ· ταῦτα γὰρ ἑκατέροις δυνατά. ἔπειτα τὴν αἰτίαν ἀποδοῦναι τούτου βουληθεὶς ἐπιλέγει· ὅτι δίκαια μὲν ἐν τῷ ἀνθρωπείῳ λόγῳ ἀπὸ τῆς ἴσης ἀνάγκης κρίνεται, δυνατὰ δὲ οἱ προὔχοντες πράσσουσι καὶ οἱ ἀσθενεῖς ξυγχωροῦσι.
在此之后,他将对话由叙事形式转为戏剧形式,让雅典人如此作答: “处于如此境地之人,在言论与思绪上顾虑良多,实属情理之中并值得谅解。” 随后他又立下一个冠冕堂皇的前提: “不过,此次会谈确实关涉城邦的存亡,若合你们心意,便依你们提议的方式进行商谈吧。” 接着他首先道出了一段既不配出自雅典城邦之口、在如此局势下亦不宜宣之于口的论据: “因此,我们自己既不会罗列动听的说辞,声称是因为击败了米底人因而统治得合情合理,或是因为如今遭受了不公才前来讨伐,从而发表令人难以置信的长篇大论;”但这无异于公然承认是在征伐毫无过错之人,因为在这两点上他都不愿承担解释的责任;随后他又补充道: “我们亦不要求你们以为,声称自己虽为拉刻代蒙人的殖民者却未曾一同参战,或是辩称未曾对我们有何冒犯,便能够说服我们;反之,我们应当根据彼此心中真正的想法,去行切实可行之事。” 其意即是: “你们既然真切地认为自己蒙受了不公,便承受这必然性而屈服吧;我们虽然心知正在欺凌你们,却将以武力压服你们的虚弱;因为对双方而言,这些才是切实可行的。” 随后,由于意欲交代此事的因由,他又补充道: “因为在人事的法则中,正义是依据均等的强制力量来裁决的,强者行其所能为,弱者受其所必受。”
- 37διαφέροντα αὐτοῦ
狄奥尼修斯对修昔底德《历史》5.86文句的语法批评。前句的主语和潜在先行词是 ἡ ἐπιείκεια(阴性单数主格),但此处的代词 αὐτοῦ 却是阳性/中性单数属格,且与对比的分词主语 τὰ τοῦ πολέμου(中性复数)亦无法呼应。狄奥尼修斯指出,若按规范语法表达,此处应修正为阴性单数属格 αὐτῆς。
- 37οὐκ ἂν φθάνοι πάντας τοὺς σολοικισμούς, ὅσοι γίγνονται παρὰ τοὺς ἀριθμοὺς καὶ παρὰ τὰς πτώσεις, σχήματα καλῶν;
οὐκ ἂν φθάνοι 加分词(此处为 καλῶν)是希腊语的固定句式,意为“会立刻……”或“势必迅速……”。狄奥尼修斯在此作反问句,指出如果将修昔底德这种违背数与格的失误算作合法的“修辞格(σχῆμα)”,那么人们势必会把一切低级的语法病句(辨谬/solecism)通通都冠以修辞格的美名。
- 37εἰ μὲν τοίνυν ὑπονοίας τῶν μελλόντων λογιούμενοι ἢ ἄλλο τι ξυνήκετε, ἢ ἐκ τῶν παρόντων καὶ ὧν ὁρᾶτε περὶ σωτηρίας βουλεύσαντες τῇ πόλει, παυόμεθα· εἰ δʼ ἐπὶ τοῦτο, λέγοιμεν ἄν.
引自修昔底德《历史》5.87,属于破格句(anacoluthon)。条件从句由 εἰ μὲν... λογιούμενοι... ξυνήκετε(直陈式过去时加分词)开始,后半句由 ἢ ἐκ τῶν παρόντων... βουλεύσαντες 连接,但缺少与 ξυνήκετε 并列的限定动词。狄奥尼修斯称其“构思非不当,表述难索解”,正是针对其分词悬垂以及主从句语气(直陈式 παυόμεθα 与潜能祈愿语气 λέγοιμεν ἄν)的突兀交替。
- 38τοῦτο δέ ἐστιν ὁμολογοῦντος τὴν ἐπὶ τοὺς μηδὲν ἀδικοῦντας στράτευσιν
表特征或属性的谓语属格结构:τοῦτό ἐστιν 后接属格分词 ὁμολογοῦντος(“这是属于……之人的表现/这无异于……之人的承认”)。狄奥尼修斯以此指出,雅典人拒绝在会谈中诉诸道义辩解(波斯战争的功绩或对方的过失),恰恰等于公开承认自己是在无理侵略未曾加害于己的人。
