- 底本
- Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 1. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1899.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0081.tlg010.humanitext-grc2:36#2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
普拉提亚人因顾虑雅典而迟疑于接受中立提议,阿基达马斯遂提出战时托管其城邦与田产的方案;但在与雅典商定坚守盟约后普拉提亚予以拒绝,阿基达马斯遂向本土神祇祈告并正式开战。
οἱ δὲ Πλαταιῶν πρέσβεις ἀκούσαντες ταῦτα εἰσῆλθον εἰς τὴν πόλιν· καὶ τῷ πλήθει τὰ ῥηθέντα κοινώσαντες ἀπεκρίναντο αὐτῷ, ὅτι ἀδύνατα εἴη σφίσι ποιεῖν, ἃ προκαλεῖται, ἄνευ Ἀθηναίων· παῖδες γὰρ σφῶν καὶ γυναῖκες παρʼ ἐκείνοις εἴησαν. δεδιέναι δὲ καὶ περὶ πάσῃ τῇ πόλει,1 μὴ ʼκείνων ἀποχωρησάντων Ἀθηναῖοι ἐλθόντες σφίσιν οὐκ ἐπιτρέπωσιν ἢ Θηβαῖοι ὡς ἔνορκοι ὄντες κατὰ τὸ ἀμφοτέρους δέχεσθαι αὖθις σφῶν τὴν πόλιν πειράσωσι καταλαβεῖν. ὃ δὲ θαρσύνων αὐτοὺς πρὸς ταῦτα ἔφη· ὑμεῖς δὲ πόλιν μὲν καὶ οἰκίας ἡμῖν παράδοτε τοῖς Λακεδαιμονίοις, καὶ γῆς ὅρους ἀποδείξατε, καὶ δένδρα τὰ ὑμέτερα καὶ εἴ τι ἄλλο δυνατὸν εἰς ἀριθμὸν ἐλθεῖν· αὐτοὶ δὲ μεταχωρήσατε ὅποι βούλεσθε, ἕως ἂν ὁ πόλεμος ᾖ· ἐπειδὰν δὲ παρέλθῃ, ἀποδώσομεν ὑμῖν, ἃ ἂν παραλάβωμεν· μέχρι δὲ τοῦδε ἕξομεν ὑμῖν παρακαταθήκην ἐργαζόμενοι2 καὶ ἀποφορὰν φέροντες, ἣ ἂν ὑμῖν ἱκανὴ μέλλῃ ἔσεσθαι. οἳ δὲ ἀκούσαντες αὖθις εἰσῆλθον εἰς τὴν πόλιν, καὶ βουλευσάμενοι μετὰ τοῦ πλήθους ἔλεξαν, ὅτι βούλονται Ἀθηναίοις κοινῶσαι πρῶτον ἃ προκαλεῖται, καὶ ἢν πείθωσιν αὐτούς, ποιεῖν ταῦτα. μέχρι δὲ τούτου σπείσασθαι σφίσιν ἐκέλευον καὶ τὴν γῆν μὴ δῃοῦν. ὃ δʼ ἡμέρας τε ἐσπείσατο, ἐν αἷς εἰκὸς ἦν κομισθῆναι, καὶ τὴν γῆν οὐκ ἔτεμνεν. ἐλθόντες δὲ οἱ Πλαταιεῖς πρέσβεις ὡς τοὺς Ἀθηναίους καὶ βουλευσάμενοι μετʼ αὐτῶν πάλιν ἦλθον ἀγγέλλοντες τοῖς ἐν τῇ πόλει τοιάδε· οὔτʼ ἐν τῷ πρὸ τοῦ χρόνῳ, ἄνδρες Πλαταιεῖς, ἀφʼ οὗ ξύμμαχοι ἐγενόμεθα, Ἀθηναῖοι φασὶν ἐν οὐδενὶ ὑμᾶς προέσθαι ἀδικουμένους οὔτε νῦν περιόψεσθαι, βοηθήσειν δὲ κατὰ δύναμιν· ἐπισκήπτουσίν τε ὑμῖν πρὸς τῶν ὅρκων, οὓς οἱ πατέρες ὤμοσαν, μηδὲν νεωτερίζειν περὶ τὴν συμμαχίαν. τοιαῦτα τῶν πρέσβεων ἀπαγγειλάντων οἱ Πλαταιεῖς ἐβουλεύσαντο Ἀθηναίους μὴ προδιδόναι, ἀλλʼ ἀνασχέσθαι καὶ γῆν τεμνομένην, εἰ δέοι, ὁρῶντας καὶ ἄλλο πάσχοντας, ὅ τι ἂν ξυμβαίνῃ· ἐξελθεῖν τε μηδένα ἔτι, ἀλλʼ ἀπὸ τοῦ τείχους ἀποκρίνασθαι, ὅτι ἀδύνατά ἐστι σφίσι ποιεῖν ἃ Λακεδαιμόνιοι προκαλοῦνται. ὡς δʼ ἀπεκρίναντο, ἐντεῦθεν δὴ πρῶτον μὲν ἐς ἐπιμαρτυρίαν καὶ θεῶν καὶ ἡρώων τῶν ἐγχωρίων Ἀρχίδαμος ὁ βασιλεὺς κατέστη λέγων ὧδε· θεοὶ ὅσοι γῆν τὴν Πλαταιίδα ἔχετε, καὶ ἥρωες, ξυνίστορες ἔστε, ὅτι οὔτε τὴν ἀρχὴν ἀδίκως, ἐκλιπόντων δὲ τῶνδε προτέρων τὸ ξυνώμοτον ἐπὶ γῆν τήνδε ἤλθομεν, ἐν ᾗ οἱ πατέρες ἡμῶν εὐξάμενοι ὑμῖν Μήδων ἐκράτησαν καὶ παρέσχετε αὐτὴν εὐμενῆ ἐναγωνίσασθαι τοῖς Ἕλλησιν, οὔτε νῦν ἤν τι ποιῶμεν, ἀδικήσομεν· προκαλεσάμενοι γὰρ πολλὰ καὶ εἰκότα οὐ τυγχάνομεν. ξυγγνώμονες δὲ ἔστε τῆς μὲν ἀδικίας κολάζεσθαι τοῖς ὑπάρχουσι προτέροις, τῆς δὲ τιμωρίας τυγχάνειν τοῖς ἐπιφέρουσι νομίμως.3 τοσαῦτα ἐπιθειάσας καθίστη εἰς πόλεμον τὸν στρατόν.
普拉提亚的使节们听闻此言后进入城内;在将所言之事告知民众之后,他们向他答复道:若无雅典人参与,他们便不可能遵照他的要求去做,因为他们的妇孺都在雅典人手中。他们还表示为整个城邦的安全担忧,唯恐在那些人撤退之后,雅典人前来进行阻挠,或者忒拜人以双方皆予接纳的条款为凭,自称亦在盟誓之内,借机再度企图夺取他们的城邦。然而〔阿基达马斯〕就此安抚他们道: “你们只需将城邦与房屋移交给身为拉刻代蒙人的我们,指明你们土地的界限、树木以及其他凡能清点计数之物;你们自己则在战事持续期间迁往你们愿意去的任何地方。及至战争结束,我们将把所接管的一切如数奉还你们;而在此之前,我们将把它们作为信托物为你们保留,一边代为耕作,一边向你们交纳足以维持你们生活的地租。” 他们听闻此话后再次入城,与民众商议之后回复说,他们希望先将他的提议告知雅典人,若能说服雅典人,便照此执行。在此期间,他们请求他与他们缔结休战协定且不要蹂躏土地。〔阿基达马斯〕遂依往返所需的大致日数缔结了休战协定,未曾践踏其田土。普拉提亚使节前往雅典人那里,与他们商议之后返回,向城内的人们通报如下: “普拉提亚人啊,雅典人声明,自我们结盟以来的以往岁月中,他们从未在你们遭受不公时遗弃过你们,如今亦绝不会坐视不理,而必尽力驰援;他们凭你们父辈所立的誓言严令你们,切勿就同盟关系作出任何背信变更。” 在使节通报了这些情况后,普拉提亚人决议绝不背叛雅典人,哪怕势所难免,宁愿亲眼看着土地遭到破坏并忍受任何降临的灾厄;同时决议任何人不得再出城,而只在城墙上答复道:他们不可能履行拉刻代蒙人的提议。当他们作出这一答复后,国王阿基达马斯随即首先向当地的神明与英雄呼告作证,言道: “凡掌管普拉提亚土地的诸神与诸位英雄,请作见证:我们当初出兵来到这片土地绝非出于非正义——正是在这片土地上,我们的父辈向你们祈祷后战胜了米底人,且承蒙你们使它有利于希腊人在此作战——而是因为眼前这些人先背弃了盟誓;如今即便我们采取任何行动,亦非非正义之举,因为我们提出了许多合情合理的提议,却未得允准。请你们允准:让率先挑起不义者因其不义受惩,让依法惩戒者得遂其报复。” 在如此向神明祈祷之后,他便令军队进入交战状态。
- 36δεδιέναι δὲ καὶ περὶ πάσῃ τῇ πόλει
不定式 δεδιέναι 承接前文间接引语(ἀπεκρίναντο ὅτι...),继续充当间接陈述中的主要动词。介词 περί 与与格(πάσῃ τῇ πόλει)结合,表示担忧与关切的对象(“为整个城邦担忧”),并统领随后由 μή 引导的惧怕从句(μὴ ... οὐκ ἐπιτρέπωσιν ἢ ... πειράσωσι)。
- 36ἕξομεν ὑμῖν παρακαταθήκην ἐργαζόμενοι
παρακαταθήκην 作语境中承前省略之宾语(城邦、房屋及土地等)的谓语宾格(宾语补足语),意为“作为受托物/信托为你们保留”。现在分词 ἐργαζόμενοι(耕作)与 φέροντες(缴纳)修饰其代管的方式与条件。
- 36ξυγγνώμονες δὲ ἔστε τῆς μὲν ἀδικίας κολάζεσθαι τοῖς ὑπάρχουσι προτέροις, τῆς δὲ τιμωρίας τυγχάνειν τοῖς ἐπιφέρουσι νομίμως
形容词 ξυγγνώμονες(允准、宽宥)与祈使语气动词 ἔστε 结合,统领两个并列对举的不定式短语 κολάζεσθαι 与 τυγχάνειν,构成请求神明准许与见证的祷告句式。属格 τῆς ἀδικίας 为惩罚事由的原因属格,τοῖς ὑπάρχουσι προτέροις 指“率先挑起事端/不义之人”。前半句无论理解为被动语态(使率先挑起者因不义受罚,与格表示惩罚对象)还是中动,皆与后半句 τῆς δὲ τιμωρίας τυγχάνειν τοῖς ἐπιφέρουσι νομίμως(“使依法施加报复者得遂惩戒”)构成严密的修辞对仗。
