- 底本
- Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 1. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1899.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0081.tlg010.humanitext-grc2:36#1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
狄奥尼修斯举出《伯罗奔尼撒战争史》第二卷作为修昔底德演说辞的杰出典范,引录了伯罗奔尼撒战争初期斯巴达国王阿基达马斯与普拉提亚使者之间的谈判辞令。
ἐν μὲν οὖν τῇ δευτέρᾳ βύβλῳ τὴν ἐπὶ Πλαταιὰς Λακεδαιμονίων τε καὶ τῶν συμμάχων ἔλασιν ἀρξάμενος γράφειν ὑποτίθεται, τοῦ βασιλέως τῶν Λακεδαιμονίων Ἀρχιδάμου μέλλοντος δῃώσειν τὴν γῆν, πρέσβεις παρὰ τῶν Πλαταιέων ἀφιγμένους πρὸς αὐτόν, καὶ λόγους ἀποδίδωσιν, οἵους εἰκὸς ἦν ὑπὸ ἀμφοτέρων εἰρῆσθαι, τοῖς τε προσώποις πρέποντας καὶ τοῖς πράγμασιν οἰκείους καὶ μήτʼ ἐλλείποντας τοῦ μετρίου μήτε ὑπεραίροντας, λέξει τε κεκόσμηκεν αὐτοὺς καθαρᾷ καὶ σαφεῖ καὶ συντόμῳ καὶ τὰς ἄλλας ἀρετὰς ἐχούσῃ· τήν τε ἁρμονίαν οὕτως ἔναυλον ἀποδέδωκεν ἅμα τοῖς ἡδίστοις παρεξετάζεσθαι· τοῦ δʼ ἐπιγιγνομένου θέρους οἱ Πελοποννήσιοι καὶ οἱ ξύμμαχοι ἐς μὲν τὴν Ἀττικὴν οὐκ ἐσέβαλον, ἐστράτευσαν δʼ ἐπὶ Πλάταιαν· ἡγεῖτο δʼ Ἀρχίδαμος ὁ Ζευξιδάμου Λακεδαιμονίων βασιλεύς· καὶ καθίσας τὸν στρατὸν ἔμελλε δῃώσειν τὴν γῆν. οἱ δὲ Πλαταιεῖς εὐθὺς πρέσβεις πέμψαντες πρὸς αὐτὸν ἔλεγον τοιάδε· Ἀρχίδαμε καὶ Λακεδαιμόνιοι, οὐ δίκαια ποιεῖτε οὐδὲ ἄξια οὔθʼ ὑμῶν οὔτε πατέρων ὧν ἐστε,1 ἐς γῆν τὴν Πλαταιέων στρατεύοντες. Παυσανίας γὰρ ὁ Κλεομβρότου Λακεδαιμόνιος ἐλευθερώσας τὴν Ἑλλάδα ἀπὸ τῶν Μήδων μετὰ Ἑλλήνων τῶν ἐθελησάντων συνάρασθαι τοῦ κινδύνου καὶ τῆς μάχης, ἣ παρʼ ἡμῖν ἐγένετο, θύσας ἐν τῇ Πλαταιέων ἀγορᾷ ἱερὰ Διὶ ἐλευθερίῳ καὶ ξυγκαλέσας πάντας τοὺς συμμάχους, ἀπεδίδου Πλαταιεῦσι γῆν καὶ πόλιν τὴν σφετέραν ἔχοντας αὐτονόμους οἰκεῖν,2 στρατεῦσαί τε μηδένα ποτὲ ἀδίκως ἐπʼ αὐτοὺς μηδʼ ἐπὶ δουλείᾳ· εἰ δὲ μή, ἀμύνειν τοὺς παρόντας ξυμμάχους κατὰ δύναμιν. τάδε μὲν ἡμῖν πατέρες οἱ ὑμέτεροι ἔδοσαν ἀρετῆς ἕνεκα καὶ προθυμίας τῆς ἐν ἐκείνοις τοῖς κινδύνοις γενομένης. ὑμεῖς δὲ τἀναντία ἐκείνοις δρᾶτε· μετὰ γὰρ Θηβαίων τῶν ἡμῖν ἐχθίστων ἐπὶ δουλείᾳ τῇ ἡμετέρᾳ ἥκετε. μάρτυρας δὲ θεοὺς τούς τε ὁρκίους τότε γενομένους ποιούμενοι καὶ τοὺς ὑμετέρους πατρῴους καὶ ἡμετέρους ἐγχωρίους λέγομεν ὑμῖν, γῆν τὴν Πλαταιίδα μὴ ἀδικεῖν μηδὲ παραβαίνειν τοὺς ὅρκους, ἐᾶν δὲ οἰκεῖν αὐτονόμους, ὥσπερ Παυσανίας ἐδικαίωσε. τοιαῦτα τῶν Πλαταιέων λεγόντων Ἀρχίδαμος ἀποκρίνεται τοιάδε· δίκαια λέγετε, ὦ ἄνδρες Πλαταιεῖς, ἢν ποιῆτε ὅμοια τοῖς λόγοις. καθάπερ γὰρ Παυσανίας ὑμῖν παρέδωκεν, αὐτοί τε αὐτονομεῖσθε καὶ τοὺς ἄλλους ξυνελευθεροῦτε, ὅσοι μετασχόντες τῶν τότε κινδύνων ὑμῖν τε ξυνώμοσαν καὶ εἰσὶ νῦν ὑπʼ Ἀθηναίοις· παρασκευή τε τοσήδε καὶ πόλεμος γεγένηται αὐτῶν ἕνεκα καὶ τῶν ἄλλων ἐλευθερώσεως. ἧς μάλιστα μὲν μετασχόντες3 καὶ αὐτοὶ ἐμμείνατε τοῖς ὅρκοις. εἰ δὲ μή, ἅπερ καὶ πρότερον ἤδη προὐκαλεσάμεθα, ἡσυχίαν ἄγετε νεμόμενοι τὰ ὑμέτερα αὐτῶν· καὶ ἔστε μηδὲ μεθʼ ἑτέρων, δέχεσθε δʼ ἀμφοτέρους φίλους, ἐπὶ πολέμῳ δὲ μηδετέρους. καὶ τάδε ἡμῖν ἀρκέσει. ὁ μὲν Ἀρχίδαμος τοσαῦτα εἶπεν.
于是在第二卷中,当他开始记述拉刻代蒙人及其同盟者向普拉提亚进发时,他假设在拉刻代蒙国王阿基达马斯即将蹂躏土地之际,普拉提亚人派遣使者来到了他的面前;他所赋予的言辞,恰是双方理应说出的,既合乎人物身份,又切中事态,既无欠缺亦不过度,并且以纯正、明晰、简练且兼具其他美德的措辞加以藻饰,将其节奏韵律表现得如此生动悦耳,足以与最优雅的作品并驾齐驱。 “次年夏季,伯罗奔尼撒人及其同盟者并未侵入阿提卡,而是出兵进攻普拉提亚;统帅是宙克西达莫斯之子、拉刻代蒙国王阿基达马斯。他在扎营整军之后,正准备蹂躏土地;普拉提亚人立即遣使前去见他,陈述如下: ‘阿基达马斯及拉刻代蒙人,你们出兵进犯普拉提亚人的土地,既非正义之举,亦有愧于你们自身以及繁衍你们的先辈。因为克勒翁布罗托斯之子、拉刻代蒙人鲍萨尼亚斯,在与甘愿共担在我们这里爆发的危险与战斗的希腊人一道将希腊从米底人手中解放出来之后,曾在普拉提亚人的广场上向解放神宙斯献祭,并召集了所有同盟者,准予普拉提亚人保有他们自身的土地和城邦独立自主地生活,任何人都不得以非正义的手段或以奴役为目的进攻他们;若非如此,在场的同盟者须尽力相助。这些是你们的父辈因我们在那些危险中所表现出的英勇与忠忱而赐予我们的;然而你们却做着与他们相反的事,因为你们竟然与我们最切齿的仇敌忒拜人一同前来奴役我们。我们如今以当年立誓所请的诸神,以及你们的祖先之神和我们本土的神明为证,正告你们:切勿侵犯普拉提亚的土地,亦不要背弃誓言,而当听凭我们独立自主地生活,正如鲍萨尼亚斯所裁定的那样。’ 在普拉提亚人陈述了这番话后,阿基达马斯作了如下答复: ‘普拉提亚人啊,你们若能言行一致,所言倒也合乎正义。正如鲍萨尼亚斯交托给你们的那样,你们自己既当保持自主,亦当共同去解放其他人——即那些分担了当年危险、与你们同立誓言、如今却受雅典人统治的人。正是为了他们并为了解放其余各邦,才作了如此规模的备战并发动了战争。你们自己首当其冲加入这桩解放大业,恪守誓言;若不愿如此,便依照我们此前已提出的呼吁,安享你们自身的土地并保持中立;切莫偏袒任何一方,将双方皆视同友人接纳,但绝不可为作战目的接纳任何一方。这于我们而言便足够了。’ 阿基达马斯的话大抵如此。”
- 36πατέρων ὧν ἐστε
关系代词 ὧν 受其先行词 πατέρων(属格)的同化吸引而变为属格。在句法上,它既可理解为省略介词的格吸引(原本应为 ἐξ ὧν ἐστε,“繁衍你们的先辈”),亦可理解为依附于 ἐστε 的表语性来源属格(“你们身为其后嗣的父辈”)。
- 36ἔχοντας αὐτονόμους οἰκεῖν
分词 ἔχοντας 及形容词 αὐτονόμους 采用宾格,并未与前面的与格间接宾语 Πλαταιεῦσι 保持性数格一致;这是古典希腊语中常见的格转换现象,将不定式 οἰκεῖν 的逻辑主语转为带不定式的宾格结构主语,而非顺承前面的与格。
- 36ἧς μάλιστα μὲν μετασχόντες
关系代词 ἧς 为阴性单数属格,指涉前文中的先行词 ἐλευθερώσεως(“解放”),并充当动词 μετέχω(分词 μετασχόντες)支配的属格分量宾语。该连接性关系代词引导分词短语,直接修饰主句的祈使语气动词 ἐμμείνατε。
