← 哈利卡纳苏斯的狄奥尼修斯

论修昔底德

§34-35

演说辞批评的展开与思想结构评判标准

哈利卡尔那索斯的狄奥尼修斯展开对修昔底德演说辞的评析,指出修昔底德在思想发现(天资)上极为卓越,但在谋篇布局(技艺)及文辞上却多有欠缺,并提出依据客观准则进行对比审视的批评方法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§34

ἐπεὶ δὲ καὶ περὶ τῶν δημηγοριῶν αὐτοῦ τὰ δοκοῦντά μοι φανερὰ ποιήσειν ὑπεσχόμην, ἐν αἷς οἴονταί τινες τὴν ἄκραν τοῦ συγγραφέως εἶναι δύναμιν, διελόμενος καὶ ταύτην διχῇ τὴν θεωρίαν εἴς τε τὸ πραγματικὸν μέρος καὶ εἰς τὸ λεκτικὸν χωρὶς ὑπὲρ ἑκατέρου ποιήσομαι τὸν λόγον, ἀρξάμενος ἀπὸ τοῦ πραγματικοῦ. ἐν ᾧ πρώτην μὲν ἔχει μοῖραν ἡ τῶν ἐνθυμημάτων τε καὶ νοημάτων εὕρεσις, δευτέραν δὲ ἡ τῶν εὑρεθέντων χρῆσις· ἐκείνη μὲν ἐν τῇ φύσει μᾶλλον ἔχουσα τὴν ἰσχύν, αὕτη δὲ ἐν τῇ τέχνῃ. τούτων ἣ μὲν πλέον ἔχουσα τοῦ τεχνικοῦ τὸ φυσικὸν καὶ διδαχῆς ἐλάττονος δεομένη θαυμαστή τίς ἐστι παρὰ τῷ συγγραφεῖ· φέρει γὰρ ὥσπερ ἐκ πηγῆς πλουσίας ἄπειρόν τι χρῆμα νοημάτων τε καὶ ἐνθυμημάτων περιττῶν καὶ ξένων καὶ παραδόξων. ἣ δὲ1 πλεῖον ἔχουσα τὸ τεχνικὸν καὶ λαμπροτέραν ποιοῦσα φαίνεσθαι τὴν ἑτέραν ἐνδεεστέρα τοῦ δέοντος ἐπὶ πολλῶν. ὅσοι μὲν οὖν ἐκτεθαυμάκασιν αὐτὸν ὑπὲρ τὸ μέτριον, ὡς μηδὲν τῶν θεοφορήτων διαφέρειν, διὰ τὸ πλῆθος ἐοίκασι τῶν ἐνθυμημάτων τοῦτʼ ἐσχηκέναι τὸ πάθος. οὓς ἐὰν διδάσκῃ τις ἐφʼ ἑκάστῳ πράγματι παρατιθεὶς τὸν λόγον, ὅτι ταυτὶ μὲν οὐκ ἦν ἐπιτήδεια ἐν τούτῳ τῷ καιρῷ καὶ ὑπὸ τούτων τῶν προσώπων λέγεσθαι, ταυτὶ δʼ οὐκ ἐπὶ τούτοις τοῖς πράγμασιν οὐδὲ μέχρι τούτου, δυσχεραίνουσιν, ὅμοιόν τι πάσχοντες τοῖς κεκρατημένοις ὑφʼ οἵας δή τινος ὄψεως ἔρωτι μὴ πολὺ ἀπέχοντι μανίας. ἐκεῖνοί τε γὰρ πάσας τὰς ἀρετάς, ὁπόσαι γίνονται περὶ μορφὰς εὐπρεπεῖς, ταῖς καταδεδουλωμέναις αὑτοὺς2 προσεῖναι νομίζουσι, καὶ τοὺς ἐξονειδίζειν ἐπιχειροῦντας, εἴ τι περὶ αὐτὰς ὑπάρχει σίνος, ὡς βασκάνους καὶ συκοφάντας προβέβληνται· οὗτοί τε ὑπὸ τῆς μιᾶς ταύτης ἀρετῆς κεκαρωμένοι τὴν διάνοιαν ἅπαντα καὶ τὰ μὴ προσόντα τῷ συγγραφεῖ μαρτυροῦσίν· ἃ γὰρ ἕκαστος εἶναι βούλεται περὶ τὸ φιλούμενόν τε καὶ θαυμαζόμενον ὑφʼ ἑαυτοῦ, ταῦτα οἴεται. ὅσοι δʼ ἀδέκαστον τὴν διάνοιαν φυλάσσουσι καὶ τὴν ἐξέτασιν τῶν λόγων ἐπὶ τοὺς ὀρθοὺς κανόνας ἀναφέρουσιν, εἴ τε φυσικῆς τινος κρίσεως μετειληφότες εἴ τε καὶ διὰ διδαχῆς ἰσχυρὰ τὰ κριτήρια κατασκευάσαντες, οὔτε ἅπαντα ἐπαινοῦσιν ἐπʼ ἴσης οὔτε πρὸς ἅπαντα δυσχεραίνουσιν, ἀλλὰ τοῖς μὲν κατορθώμασι τὴν προσήκουσαν μαρτυρίαν ἀπονέμουσιν, εἰ δέ τι διημάρτηται μέρος ἐν αὐτοῖς, οὐκ ἐπαινοῦσιν.

既然我曾许诺,也要就他的演说辞表明我的看法——有些人认为这位历史学家的最高才能正在于演说辞——我也将这一考察同样一分为二,分为实质部分与文辞部分,先从实质部分开始,分别就每一部分展开论述。在实质部分中,占据首位的是论证与思想的发现,占据次位的则是对所发现之物的运用;前者更多地在自然天资中拥有力量,而后者则在技艺中拥有力量。在二者之中,那更多具有自然属性而非技艺属性、且较少需要教导的前者,在这位历史学家身上实属令人叹服;因为他仿佛从一处丰沛的泉源中,源源不断地引出无穷无尽非同寻常、新奇而又出人意料的思想与论证。然而那更多具有技艺属性、并使前者显得更为光彩耀眼的后者,在许多地方却比所要求的更为欠缺。因此,那些对他过度惊叹赞赏、以致认为他与受神启者毫无二致的人,似乎正是由于论证的繁多才产生了这种狂热的情感。如果有人结合具体的事件对照文辞来教导他们,指出这些话语不适宜在这个时机以及由这些人物来说出,而那些话语既不适用于这些事件也不应当说到这种程度,他们便会心生反感,其遭遇恰如那些被某种姿色所俘获、陷入离疯狂不远的狂恋之中的人。因为那些情人认为,一切存在于姣美形态之上的美德,都为那些奴役了他们自身的女子所拥有;若有人试图就这些女子身上的某种瑕疵加以指责,他们便将其作为心怀嫉妒与诽谤之人加以排斥。而这些人因这唯一的长处而心智昏聩,将一切乃至并不属于这位历史学家的品质都归之于他;因为每个人对自己所爱恋与赞赏的对象希望具有何种品质,他便认为确实具有这些品质。但那些保持心智公正不阿、并将言辞的审视依据正确准则来进行的人——无论是由于分享了某种自然判断力,还是通过教导确立了牢固的标准——既不会同等程度地赞赏一切,亦不会对一切都心生反感,而是对成功之处给予恰当的肯定,若其中有某一部分失误偏差,则不予赞许。

§35

ὁ γοῦν ἐπὶ πάντων ἐγὼ τῶν ἐμαυτοῦ θεωρημάτων κανόνας ὑποτιθέμενος οὔτε πρότερον ὤκνησα τὰ δοκοῦντά μοι φέρειν ἐς μέσον οὔτε νῦν ἀποτρέψομαι. διδοὺς δὴ τὸ πρῶτον, ὥσπερ καὶ κατʼ ἀρχὰς ἔφην, τὸ περὶ τὴν εὕρεσιν τοῦ συγγραφέως εὔστοχον, καὶ εἴ τις ἄλλως προὑπείληφεν εἴ τε διὰ φιλονεικίαν εἴ τε διʼ ἀναισθησίαν, ἁμαρτάνειν αὐτὸν οἰόμενος, θάτερον οὐκέτι δίδωμι,3 τὸ περὶ τὰς οἰκονομίας αὐτοῦ τεχνικόν, πλὴν ἐπʼ ὀλίγων πάνυ δημηγοριῶν. ὁρῶ δὲ καὶ τὰ περὶ τὴν λέξιν ἐλαττώματα, περὶ ὧν ἤδη προείρηκα, πλεῖστα καὶ μέγιστα ταύταις συμβεβηκότα ταῖς ἰδέαις· καὶ γὰρ αἱ γλωττηματικαὶ καὶ ξέναι καὶ πεποιημέναι λέξεις ἐν ταύταις μάλιστα ἐπιπολάζουσι, καὶ τὰ πολύπλοκα καὶ ἀγκύλα καὶ βεβιασμένα σχήματα πλεῖστα περὶ ταύτας ἐστίν. εἰ δὲ τὰ εἰκότα ἔγνωκα, σύ τε κρινεῖς καὶ τῶν ἄλλων ἕκαστος ἐπὶ τὴν ἐξέτασιν ἀγόμενος τῶν ἔργων. ἔσται δὲ κατὰ ταὐτὰ ἡ παράθεσις αὐτῶν, ἀντιπαρεξεταζομένων τοῖς ἄριστά μοι δοκοῦσιν ἔχειν τῶν οὔτε κατὰ τὰς οἰκονομίας κατορθουμένων οὔτε κατὰ τὴν φράσιν ἀνεγκλήτων.4

无论如何,为我自身的一切考察设定准则的我,此前既未曾犹豫将自己的看法公之于众,如今亦不会退缩。正如我在开头所言,我首先承认这位历史学家在思想发现上的敏锐得当,并且认为如果有人出于好胜心或麻木不仁而持有不同的先入之见,其人便有所失误,但我绝不再承认另一项,即他在布局谋篇上的技艺性,除极少数演说辞之外。我也看到有关文辞的缺陷——对此我此前已有论述——在这些体裁中发生得最多且最为严重;因为古僻、生疏与造作的词语在这些演说中尤为泛滥,错综、曲折与强作解人的句式在其中亦最为多见。然而我的判断是否合乎情理,你以及其他每一位被引导去审视这些作品的人自会作出决断。而对它们的并置展示也将依照同样的方法进行,将那些在篇章布局上未获成功且在措辞上亦非无可指摘的演说,与那些在我看来表现最佳者进行对比审视。

语法注4 条
  1. 34ἣ μὲν ... ἣ δὲ

    冠词的代词用法,承接前文提到的两个要素,即 ἡ εὕρεσις(思想的发现)与 ἡ χρῆσις(对发现之物的运用)。ἣ μὲν 指代 ἐκείνη(发现),ἣ δὲ 指代 αὕτη(运用/谋篇),延续了前者依赖自然天资与后者依赖技术二者之间的对比。

  2. 34ταῖς καταδεδουλωμέναις αὑτοὺς

    完成体中动态分词 καταδεδουλωμέναις(阴性与格复数)具有及物含义(“对那些奴役了他们自身的女子/形貌”),直接支配反身代词宾格 αὑτούς 作为宾语。在由 νομίζουσι 所引出的宾格加不定式结构(πάσας τὰς ἀρετὰς ... προσεῖναι)中,它作为复合动词 προσεῖναι 的与格补足语。

  3. 35διδοὺς δὴ τὸ πρῶτον ... θάτερον οὐκέτι δίδωμι

    现在分词 διδοὺς 与主要动词 δίδωμι 形成对举,带有让步语气(“在承认第一点的同时,另一项我却不再承认”)。τὸ πρῶτον 与后文的 τὸ ... εὔστοχον(在思想发现上的敏锐)同格,而 θάτερον 则与 τὸ ... τεχνικόν(在谋篇布局上的技艺性)同格。

  4. 35ἀντιπαρεξεταζομένων τοῖς ἄριστά μοι δοκοῦσιν ἔχειν τῶν οὔτε κατὰ τὰς οἰκονομίας κατορθουμένων οὔτε κατὰ τὴν φράσιν ἀνεγκλήτων

    句末的句法结构:分词 ἀντιπαρεξεταζομένων 是属格,与前文的 αὐτῶν(演说辞)一致或构成独立属格。该分词的与格补足语为 τοῖς ἄριστά μοι δοκοῦσιν ἔχειν(在我看来表现最佳者)。随后的属格短语 τῶν οὔτε κατὰ τὰς οἰκονομίας κατορθουμένων... 则是部分属格或同格属格,限定被比较的对象,即“那些在布局谋篇上未获成功且在措辞上亦非无可指摘的演说”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0081.tlg010.humanitext-grc2:34-35