← 哈利卡纳苏斯的狄奥尼修斯

论修昔底德

§32-33

党争论述的文句批判与文风总评

哈利卡纳苏斯的狄奥尼修斯指责修昔底德关于党争的论述(第3卷82–83节)中用词晦涩、成分残缺与指代不明,随后不加评注地引录了剩余的长篇文字,并对其文风的得失作出了总结。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§32

σκολιώτερα δὲ τούτων ἐστὶ καὶ ἃ μετὰ ταῦτα τίθησιν· ἐν δὲ τῷ παρατυχόντι ὁ φθάσας θαρρῆσαι εἰ ἴδοι ἄφρακτον,1 ἥδιον διὰ τὴν πίστιν ἐτιμωρεῖτο ἢ ἀπὸ τοῦ προφανοῦς· καὶ τό τε ἀσφαλὲς ἐλογίζετο, καὶ ὅτι ἀπάτῃ περιγενόμενος συνέσεως ἀγώνισμα προσελάμβανε· τὸ δὴ παρατυχόν ἀντὶ τοῦ παραχρῆμα κεῖται, τό τε ἄφρακτον ἀντὶ τοῦ ἀφυλάκτου καὶ τὸ ἥδιον τιμωρεῖσθαι διὰ τὴν πίστιν μᾶλλον ἢ ἀπὸ τοῦ προφανοῦς σκοτεινῶς περιπέφρασται, καὶ ἐλλείπει τι μόριον εἰς τὸ συμπληρωθῆναι τὴν νόησιν. εἰκάζειν δὲ ἔστιν, ὅτι τοῦτο βούλεται λέγειν· εἰ δέ που παρατύχοι τινὶ καιρὸς καὶ μάθοι τὸν ἐχθρὸν ἀφύλακτον, ἥδιον ἐτιμωρεῖτο, ὅτι πιστεύσαντι ἐπέθετο μᾶλλον ἢ φυλαττομένῳ· καὶ συνέσεως δόξαν προσελάμβανε, τό τε ἀσφαλὲς λογιζόμενος καὶ ὅτι διὰ τὴν ἀπάτην αὐτοῦ περιεγένετο. ῥᾷον δʼ οἱ πολλοὶ κακοῦργοι φησίν ὄντες δεξιοὶ κέκληνται ἢ ἀμαθεῖς ἀγαθοί, καὶ τῷ μὲν αἰσχύνονται, ἐπὶ δὲ τῷ ἀγάλλονται·2 ταῦτα γὰρ ἀγκύλως μὲν εἴρηται καὶ βραχέως, ἐν ἀφανεῖ δὲ κείμενον ἔχει τὸ σημαινόμενον. χαλεπὸν γὰρ μαθεῖν, τίνας δή ποτε νοεῖ τοὺς ἀμαθεῖς τε καὶ ἀγαθούς· εἴ τε γὰρ ἀντιδιαστέλλεται πρὸς τοὺς κακούργους, οὐκ ἂν εἴησαν ἀμαθεῖς οἱ μὴ κακοί· εἴ τʼ ἐπὶ τῶν ἀνοήτων καὶ ἀφρόνων τίθησι τοὺς ἀμαθεῖς, κατὰ τί δή ποτε τούτους ἀγαθοὺς καλεῖ; καὶ τῷ μὲν αἰσχύνονται τίνες; ἄδηλον γὰρ πότερον ἀμφότεροι ἢ οἱ ἀμαθεῖς. ἐπὶ δὲ τῷ ἀγάλλονται κἀνταῦθα ἄδηλον, τίνες· εἰ μὲν γὰρ ἐπʼ ἀμφοτέρων τίθησιν, οὐκ ἔχει νοῦν· οὔτε γὰρ ἐπὶ τοῖς κακούργοις οἱ ἀγαθοὶ ἀγάλλονται οὔτʼ ἐπὶ τοῖς ἀμαθέσιν οἱ κακοῦργοι αἰσχύνονται.

而在这些之后他所写下的文句,甚至比上述的更为迂曲: “在任何偶遇之际,凡先发制人展现魄力者,若见对方疏于防备,借信任实施报复,较之公然为之更觉心满意足;他既虑及安全,又虑及凭欺诈取胜从而额外斩获了机敏的殊荣。” 诚然,“偶遇之事”被置于“当场”的位置,“无防备之事”被置于“未加防备之人”的位置,而“借信任实施报复较之公然为之更觉心满意足”这一表述迂回晦涩,且缺少了某种成分以使文意完整。然而我们可以推测,他意欲表达的是: “若机缘凑巧降临于某人,且得知仇敌未加防范,他实施报复便更为快意,因他袭击的是信赖自己者而非防范自己者;他既虑及安全,又因凭欺诈制胜而获得了明智的名声。” 他又说:“多数人作恶而被称为机敏,较之愚直而被称为善人,更为容易;他们为一方感到羞耻,却以另一方为荣。” 这些话构架曲折且文辞短促,但其含义却沉溺于晦暗之中。因为很难弄清他所谓的“愚直而善者”究竟是指谁;若将他们与恶徒相对照,不恶者便不可能愚昧;而若他将“愚直”用于愚蠢糊涂之辈,究竟依凭何因称他们为善? “他们为一方感到羞耻”——究竟是谁?因并不清楚是指双方还是指愚直之人。 “却以另一方为荣”——此处亦不清楚是指谁;若他将其用于双方,便讲不通;因为善人既不以作恶为荣,恶徒亦不以愚直为耻。

§33

οὗτος ὁ χαρακτὴρ τῆς ἀσαφοῦς καὶ πεπλεγμένης λέξεως, ἐν ᾗ πλείων ἔνεστι τῆς θέλξεως ἡ σκοτίζουσα τὴν διάνοιαν ὄχλησις, ἕως ἑκατὸν ἐκμηκύνεται στίχων. θήσω δὲ καὶ τὰ ἑξῆς οὐδεμίαν ἔτι λέξιν ἐμαυτοῦ προστιθείς· πάντων δʼ αὐτῶν αἴτιον ἀρχὴ ἡ διὰ πλεονεξίαν καὶ φιλοτιμίαν, ἐκ δʼ αὐτῶν καὶ ἐς τὸ φιλονεικεῖν καθισταμένων τὸ πρόθυμον. οἱ γὰρ ἐν ταῖς πόλεσι προστάντες, μετὰ ὀνόματος ἑκάτεροι εὐπρεποῦς, πλήθους τε ἰσονομίας πολιτικῆς καὶ ἀριστοκρατίας σώφρονος προτιμήσει, τὰ μὲν κοινὰ λόγῳ θεραπεύοντες ἆθλα ἐποιοῦντο· παντὶ δὲ τρόπῳ ἀγωνιζόμενοι ἀλλήλων περιγενέσθαι ἐτόλμησάν τε τὰ δεινότατα, ἐπεξῄεσάν τε τὰς τιμωρίας ἔτι μείζους, οὐ μέχρι τοῦ δικαίου καὶ τῇ πόλει ξυμφόρου προστιθέντες, ἐς δὲ τὸ ἑκατέροις που αἰεὶ ἡδονὴν ἔχον ὁρίζοντες· καὶ ἢ μετὰ ψήφου ἀδίκου καταγνώσεως ἢ χειρὶ κτώμενοι τὸ κρατεῖν ἕτοιμοι ἦσαν τὴν αὐτίκα φιλονεικίαν ἐκπιμπλάναι. ὥστʼ εὐσεβείᾳ μὲν οὐδέτεροι ἐνόμιζον, εὐπρεπείᾳ δὲ λόγου, οἷς ξυμβαίη ἐπιφθόνως τι διαπράξασθαι, ἄμεινον ἤκουον· τὰ δὲ μέσα τῶν πολιτῶν ὑπʼ ἀμφοτέρων, ἢ ὅτι οὐκ ἐξηγωνίζοντο ἢ ὅτι φθόνῳ τοῦ περιεῖναι, διεφθείροντο. οὕτω πᾶσα ἰδέα κατέστη κακοτροπίας διὰ τὰς στάσεις τῷ Ἑλληνικῷ· καὶ τὸ εὔηθες, οὗ τὸ γενναῖον πλεῖστον μετέχει, καταγελασθὲν ἠφανίσθη· τὸ δὲ ἀντιτετάχθαι ἀλλήλοις τῇ γνώμῃ ἀπίστως ἐπὶ πολὺ διήνεγκεν. οὐ γὰρ ἦν ὁ διαλύσων οὔτε λόγος ἐχυρὸς οὔτε ὅρκος φοβερός. κρείττους δὲ ὄντες πάντες λογισμῷ ἐς τὸ ἀνέλπιστον τοῦ βεβαίου μὴ παθεῖν μᾶλλον προεσκόπουν ἢ πιστεῦσαι ἐδύναντο.3 καὶ οἱ φαυλότεροι γνώμην ὡς τὰ πλείω περιεγίγνοντο. τῷ γὰρ δεδιέναι τό τε αὑτῶν ἐνδεὲς καὶ τὸ τῶν ἐναντίων ξυνετόν, μὴ λόγοις τε ἥττους ὦσι καὶ ἐκ τοῦ πολυτρόπου αὐτῶν τῆς γνώμης φθάσωσι προεπιβουλευόμενοι, τολμηρῶς πρὸς τὰ ἔργα ἐχώρουν· οἱ δὲ καταφρονοῦντες κἂν προαισθέσθαι, καὶ ἔργῳ οὐδὲν σφᾶς δεῖν λαμβάνειν, ἃ γνώμῃ ἔξεστιν, ἄφρακτοι μᾶλλον διεφθείροντο. ἐκ πολλῶν ἔτι δυνάμενος παραδειγμάτων ποιῆσαι φανερόν, ὅτι κρείττων ἐστὶν ἐν τοῖς διηγήμασιν, ὅταν ἐν τῷ συνήθει καὶ κοινῷ τῆς διαλέκτου χαρακτῆρι μένῃ, χείρων δέ, ὅταν ἐκτρέψῃ τὴν διάλεκτον ἐκ τῆς συνήθους ἐπὶ τὰ ξένα ὀνόματα καὶ βεβιασμένα σχήματα, ὧν ἔνια σολοικισμῶν παρέχεται δόξαν, ἀρκεσθήσομαι τούτοις, ἵνα μὴ περαιτέρω τοῦ δέοντος ἡ γραφή μοι προβῇ.

这种晦涩错综的措辞风格,其中遮蔽理解的烦难远多于其魅力,延绵了长达近百行之多。然而我将引录接下来的内容,不再增添一句自己的话: “这一切的根源,乃是出于贪婪与野心的统治,以及由此而生、投身于党争之人的狂热。因城邦中的当政者,各自顶着体面的名号——或是推崇大众在政治上的平等,或是推崇审慎的贵族政治——口头上奉承公共利益,实则将其当作争夺的战利品;他们竭尽一切手段争求压倒对方,不仅胆敢犯下最可怖的暴行,更施加了变本加厉的报复,其裁定既不以正义与城邦的利益为限,而仅以双方在任何时刻各自所享之快感为准;他们或通过不公正的投票定罪,或以武力夺取支配,随时准备满足当下的争胜之欲。以致双方皆不顾及虔敬,反而是那些凭借体面的言辞做成招怨之事的人享有更佳的声誉;而公民中的中立者,或因未曾参与拼斗,或因存活受嫉,悉遭双方毁灭。这样,一切形式的邪恶便因党争而在希腊世界确立起来;作为高尚品质之首要成分的单纯厚道,遭人嘲弄而归于湮灭;彼此心怀猜忌、对立结阵的态势广泛蔓延。因为既无不可动摇的话语,亦无令人畏惧的誓言可以予以化解。众人在理智上皆善于算计到一切稳定之事的不可期冀,因而更着眼于防患未然,而非能够抱持信任。而在才智上较逊色者往往在多半情况下占据上风;因他们惧怕自身的不足与对手的聪颖,生怕在言辞上落于下风,且被对方心思的多端所抢先暗算,便悍然付诸行动;而后者因轻视对方,自以为能够预先察觉,且认为以智谋即可办到之事无需诉诸行动,遂在疏于防备中遭到了更多毁灭。” 尽管我还能从许多其他例证中表明,当他保留在方言的习惯与通俗特征中时,其叙事是更为卓越的;而当他将文风从习惯中转开,趋向奇僻词汇与强作解人的句式——其中某些甚至给人以文法错乱的印象——时,其表现是更为低劣的;但我仍适可而止于这些,以免我的著作超出应有的篇幅。

语法注3 条
  1. 32ἐν δὲ τῷ παρατυχόντι ὁ φθάσας θαρρῆσαι εἰ ἴδοι ἄφρακτον

    由中性现在分词名词化短语 ἐν τῷ παρατυχόντι(“在偶逢的机会中”)引出,主语分词短语 ὁ φθάσας 罕见地支配不定词 θαρρῆσαι(“在敢作敢为上抢先者”,φθάνω 通常接补充性分词),其间嵌入了表反复或假设的希求语气从句 εἰ ἴδοι(“若是见到”)。正如狄奥尼修斯所评,此处将中性分词用作副词性表达,并将中性单数形容词 ἄφρακτον 替代指代人的阳性格(ἀφύλακτον),浓缩与转喻并见。

  2. 32καὶ τῷ μὲν αἰσχύνονται, ἐπὶ δὲ τῷ ἀγάλλονται

    由中性(或阳性)与格代词 τῷ μέν 与介词短语 ἐπὶ δὲ τῷ 构成对照。若将其理解为指代前文提到的两类称呼(“作恶而被称为机敏”与“愚直而被称为善人”),则意为“为一方(被称为善人)感到羞耻,以另一方(被称为机敏)为荣”;然而由于其语法主语(是 οἱ πολλοί 还是两者中的某一类人)及代词所指代的对象存在多种可能,狄奥尼修斯将其作为句法含混的典型进行了剖析。

  3. 33κρείττους δὲ ὄντες πάντες λογισμῷ ἐς τὸ ἀνέλπιστον τοῦ βεβαίου μὴ παθεῖν μᾶλλον προεσκόπουν ἢ πιστεῦσαι ἐδύναντο

    修昔底德著名的难读句之一。伴随主语 πάντες 的分词短语 κρείττους ὄντες λογισμῷ(“众人在理性算计上皆占优势”)由介词短语 ἐς τὸ ἀνέλπιστον τοῦ βεβαίου(“着眼于确定之事的不可能性”)来修饰 λογισμῷ 或 κρείττους。主句的比较结构 μᾶλλον προεσκόπουν μὴ παθεῖν ἢ πιστεῦσαι ἐδύναντο 协调了两个比较项:“更致力于预先防范免受其害,而非能够给予信任”;其中的否定词 μή 与表防备的动词(προεσκόπουν)呼应,起“以免受害”的补足作用。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0081.tlg010.humanitext-grc2:32-33