- 底本
- Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 1. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1899.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0081.tlg010.humanitext-grc2:30-31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
评论者考查了修昔底德内乱评述中的后续文句,批评其主体与指涉的含混、诗意转喻、词序倒装与迂回措辞,并提出了更为明晰的替代改写。
εἰ μέχρι τούτων προελθὼν ἐπαύσατο τὰ μὲν καλλωπίζων, τὰ δὲ σκληραγωγῶν τὴν λέξιν, ἧττον ἂν ὀχληρὸς ἦν.1 νῦν δʼ ἐπιτίθησιν· ἀσφάλεια δὲ τὸ ἐπιβουλεύσασθαι, ἀποτροπῆς πρόφασις εὔλογος.2 καὶ ὁ μὲν χαλεπαίνων πιστὸς ἀεί, ὁ δʼ ἀντιλέγων αὐτῷ ὕποπτος. καὶ γὰρ ἐν τούτοις πάλιν ἄδηλον μέν ἐστι, τίνα βούλεται δηλοῦν τὸν χαλεπαίνοντα καὶ περὶ τίνος, τίνα δὲ τὸν ἀντιλέγοντα καὶ ἐφʼ ὅτῳ. ἐπιβουλεύσας δέ τις φησί τυχών τε ξυνετός, καὶ ὑπονοήσας ἔτι δεινότερος· προβουλεύσας δὲ ὅπως μηδὲν αὑτῷ δεήσει, τῆς ἑταιρίας διαλυτὴς καὶ τοὺς ἐναντίους ἐκπεπληγμένος. οὔτε γὰρ ὁ τυχών ἐμφαίνει μᾶλλον, ὃ βούλεται δηλοῦν, οὔτε ὁ αὐτὸς τυχών τε καὶ ὑπονοήσας ἅμα νοεῖσθαι δύναται, εἴ γε ὁ μὲν τυχὼν ἐπὶ τοῦ κατορθώσαντος καὶ ἐπιτυχόντος ὃ ἤλπισε λέγεται, ὁ δὲ ὑπονοήσας ἐπὶ τοῦ προαισθομένου τὸ μήπω πραχθὲν ἀλλʼ ἔτι μέλλον κακόν. καθαρὸς δὲ καὶ τηλαυγὴς ὁ νοῦς οὕτως ἂν ἦν· οἵ τʼ ἐπιβουλεύοντες ἑτέροις εἰ κατορθώσειαν, δεινοί· καὶ οἱ τὰς ἐπιβουλὰς προὑπονοοῦντες εἰ φυλάξαιντο, ἔτι δεινότεροι· ὁ δὲ προἰδόμενος, ὅπως μηδὲν αὑτῷ δεήσει μήτʼ ἐπιβουλῆς μήτε φυλακῆς, τάς τε ἑταιρίας διαλύειν ἐδόκει καὶ τοὺς ἐναντίους ἐκπεπλῆχθαι.
如果他在推进至此之后便不再时而雕琢辞藻,时而使文句生硬晦涩,那么他引起的困扰本会少得多。然而现在他又添上如下文字: “策划图谋的稳妥,成了退避阻拦的合理借口;暴烈发难者恒得信任,与之唱反调者常受怀疑。” 因为在这些话中,他究竟想指明谁是暴烈发难者、因何事而发难,谁是与之唱反调者、因何故而反对,同样是不清楚的。 “设下图谋者,”他说,“若得手便被视为聪颖,若预先察觉则更显厉害;而预作安排以求自身毫无所求于此的人,则被视作同党的拆散者与敌手面前的胆怯之徒。” 因为“得手者”既未能清楚表明他意欲传达的内容,同一个人亦不可能被同时理解为既是得手者又是预先察觉者——如果说“得手者”是指成就企图并如愿以偿的人,而“预先察觉者”是指预先感知到尚未发生却将至的祸患之人。若这样表述,其意义本会纯正而明朗: “图谋他人者若能成功,便被视为厉害;预先察知图谋者若能防范,便被视为更厉害;而预见在先以求自身既不需谋害亦不需防范的人,则被视作拆散同党且在敌手面前吓破了胆。”
μίαν δὲ τούτοις ἐπιθεὶς περίοδον ἀγκύλως εἰρημένην καὶ δυνατῶς μετὰ τοῦ σαφῶς· ἁπλῶς δὲ ὁ φθάσας τὸν μέλλοντα κακόν τι δρᾶν ἐπῃνεῖτο καὶ ὁ ἐπικελεύσας τὸν μὴ διανοούμενον ποιητικῇ πάλιν χρήσεται μεταλήψει· καὶ μὴν καὶ τὸ συγγενὲς τοῦ ἑταιρικοῦ ἀλλοτριώτερον ἐγένετο διὰ τὸ ἑτοιμότερον εἶναι ἀπροφασίστως τολμᾶν. τὸ γὰρ συγγενές καὶ τὸ ἑταιρικόν ἀντὶ τῆς συγγενείας καὶ τῆς ἑταιρίας κείμενον μετείληπται· τό τε ἀπροφασίστως τολμᾶν ἄδηλον, εἴ τε ἐπὶ τῶν φίλων κεῖται νῦν εἴ τε ἐπὶ τῶν συγγενῶν. αἰτίαν γὰρ ἀποδούς, διʼ ἣν τοὺς συγγενεῖς ἀλλοτριωτέρους ἔκρινον τῶν φίλων, ἐπιτίθησιν, ὅτι τόλμαν ἀπροφάσιστον παρείχοντο. σαφὴς δʼ ἂν ἦν ὁ λόγος, εἰ τοῦτον ἐξήνεγκε τὸν τρόπον κατὰ τὴν ἑαυτοῦ βούλησιν σχηματίζων· καὶ μὴν καὶ τὸ ἑταιρικὸν οἰκειότερον ἐγένετο τοῦ συγγενοῦς διὰ τὸ ἑτοιμότερον εἶναι ἀπροφασίστως τολμᾶν. περιπέφρασται δὲ καὶ τὰ ἐπὶ τούτοις, καὶ οὔτε ἰσχυρῶς οὔτε σαφῶς ἀπήγγελται· οὐ γὰρ μετὰ τῶν κειμένων νόμων ὠφελείας αἱ τοιαῦται σύνοδοι, ἀλλὰ παρὰ τοὺς καθεστῶτας πλεονεξίᾳ. ὁ μὲν νοῦς ἐστὶ τοιόσδε· οὐ γὰρ ἐπὶ ταῖς κατὰ νόμον ὠφελείαις αἱ τῶν ἑταιριῶν ἐγίνοντο σύνοδοι, ἀλλʼ ἐπὶ τῷ παρὰ τοὺς νόμους τι πλεονεκτεῖν. καὶ ὅρκοι φησίν εἴ που ἄρα ἐγίγνοντο συναλλαγῆς, ἐν τῷ αὐτίκα πρὸς τὸ ἄπορον ἑκατέρῳ διδόμενοι ἴσχυον, οὐκ ἐχόντων ἄλλοθεν δύναμιν·3 ἐν τούτοις ὑπερβατόν τε καὶ περίφρασις· οἱ μὲν γὰρ ὅρκοι τῆς συναλλαγῆς τὸ σημαινόμενον ἔχουσι τοιοῦτον· οἱ δὲ περὶ τῆς φιλίας ὅρκοι εἴ που ἄρα γένοιντο. τὸ δὲ ἴσχυον διʼ ὑπερβατοῦ κείμενον τῷ αὐτίκα ἕπεται, βούλεται γὰρ δηλοῦν ἐν τῷ παραυτίκα ἴσχυον· τὸ δὲ πρὸς τὸ ἄπορον ἑκατέρῳ διδόμενοι, οὐκ ἐχόντων ἄλλοθεν δύναμιν σαφέστερον ἂν ἦν οὕτως ἐξενεχθέν· διὰ τὸ μηδεμίαν ἄλλην ἔχειν δύναμιν κατὰ τὸ ἄπορον ἑκατέρῳ διδόμενοι. τὸ δὲ κατάλληλον τῆς διανοίας ἦν ἂν τοιοῦτο· οἱ δὲ περὶ τῆς φιλίας ὅρκοι εἴ που ἄρα γένοιντο, ἀπορίᾳ πίστεως ἄλλης ἑκατέρῳ διδόμενοι ἐν τῷ παραχρῆμα ἴσχυον.
在为这些语句添上一句构架盘曲却兼具力度与明晰的周期句—— “概而言之,抢先制伏将作恶者受人称赞,怂恿未怀此念者作恶者亦受称赞”——之后,他又再次使用了诗意的转喻: “更有甚者,血亲之情反较同党之谊更为疏远,因其毫无借口便挺身弄险之准备更为充分。” 因为“血亲性”与“同党性”是被用来替代“血亲”与“同党”的转喻;而“毫无借口便挺身弄险”在此究竟是指朋友还是指血亲,亦含混不清。因为他在给出将血亲判定为比朋友更为疏远的原因时,却附加说他们表现出了毫无借口的冒险。若他按照自己的意图构形,以此种方式表述,文意本会更加清晰: “更有甚者,同党之谊反较血亲之情更为亲近,因其毫无借口便挺身弄险之准备更为充分。” 接在这些之后的语句同样是迂回的,表达得既无力度亦不明晰: “因这类结社并非依循现行法律的益处,而是悖于既定法规以谋私利。” 其意旨乃是如此: “因各同党的集会并非为了合乎法律的利益,而是为了违背法律谋取私利。” 他又说: “即令何处曾立有和解之誓,亦不过是在窘迫之际互相给予而于当下有效,盖因其并无来自他处的效力。” 在这些文字中既有倒装亦有迂回。所谓“和解之誓”其含义乃是: “若在何处立有结好之誓”;而依倒装放置的“有效”,实则紧承“当下”,因其所指乃是“在当下即刻有效”;至若“在窘迫之际互相给予而并无来自他处的效力”,若如此表述本会更清楚: “因别无其他效力而在窘迫中互相立誓”。 而符合其思想的妥帖表达本应如此: “若在何处立有结好之誓,在因匮乏其他信约而在窘境中互相立誓时,亦仅在当下即刻有效。”
- 30εἰ μέχρι τούτων προελθὼν ἐπαύσατο τὰ μὲν καλλωπίζων, τὰ δὲ σκληραγωγῶν τὴν λέξιν, ἧττον ἂν ὀχληρὸς ἦν
非真实条件句(违实条件句),条件从句使用不定过去时直陈式(ἐπαύσατο),主句使用未完成过去时直陈式搭配ἄν(ἧττον ἂν ὀχληρὸς ἦν)。此构型表达由过去的未发生动作引出当下状态的混合违实假设:“倘若他当时停步,如今引起的困扰便会较少”。
- 30ἀσφάλεια δὲ τὸ ἐπιβουλεύσασθαι, ἀποτροπῆς πρόφασις εὔλογος
带冠词不定式 τὸ ἐπιβουλεύσασθαι 充当全句主语,ἀσφάλεια 作表语名词,其后逗号引出的 ἀποτροπῆς πρόφασις εὔλογος 作为同位性表语并列。系动词或评价性谓语动词(如前文的 ἐνομίσθη)承前省略。
- 31οὐκ ἐχόντων ἄλλοθεν δύναμιν
属格分词短语,在语法格上既未与前面的主语 ὅρκοι(主格)一致,亦未与 ἑκατέρῳ(与格)一致,呈现为独立属格或指代暗含的立誓双方的松散属格(破格/松散构文)。评论者哈利卡纳苏斯的狄奥尼修斯正是指出了此种分词搭配的不明晰性,并在其修改案中将其化解为表原因的介词短语(διὰ τὸ ... ἔχειν)或与格(ἀπορίᾳ)。
