- 底本
- Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 1. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1899.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0081.tlg010.humanitext-grc2:29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
哈利卡尔那索斯的狄奥尼修斯剖析了修昔底德论述凯尔库拉党争的著名篇章,严厉批评其文体充斥着不必要的迂回表达、生硬的新词、刺耳的句式以及过度的戏剧化对仗修辞,并提出了更为朴素健全的替代方案。
ἃ δὲ τούτοις ἐπιφέρει, σκολιὰ καὶ δυσπαρακολούθητα1 καὶ τὰς τῶν σχηματισμῶν πλοκὰς σολοικοφανεῖς ἔχοντα καὶ οὔτε τοῖς κατʼ ἐκεῖνον τὸν βίον γενομένοις ἐπιτηδευθέντα οὔτε τοῖς ὕστερον, ὅτε μάλιστα ἤκμασεν ἡ πολιτικὴ δύναμις· ἃ μέλλω νυνὶ λέγειν· ἐστασίαζέν τε οὖν τὰ τῶν πόλεων, καὶ τὰ ἐφυστερίζοντά που ἐπιπύστει τῶν προγενομένων πολὺ ἐπέφερε τὴν ὑπερβολὴν τοῦ καινοῦσθαι τὰς διανοίας τῶν τʼ ἐπιχειρήσεων περιτεχνήσει καὶ τῶν τιμωριῶν ἀτοπίᾳ. ἐν τούτοις τὸ μὲν πρῶτον τῶν κώλων περιπέφρασται πρὸς οὐδὲν ἀναγκαῖον· ἐστασίαζέ τε οὖν τὰ τῶν πόλεων· ὑγιέστερον γὰρ ἦν εἰπεῖν ἐστασίαζον αἱ πόλεις. τὸ δʼ ἐπὶ τούτῳ λεγόμενον· καὶ τὰ ἐφυστερίζοντά που δυσείκαστόν ἐστι·2 σαφέστερον δʼ ἂν ἐγένετο ῥηθὲν οὕτως· αἱ δʼ ὑστεροῦσαι πόλεις. οἷς ἐπίκειται· ἐπιπύστει τῶν προγεγενημένων πολὺ ἐπέφερε τὴν ὑπερβολὴν ἐς τὸ καινοῦσθαι τὰς διανοίας· βούλεται μὲν γὰρ λέγειν· οἱ δὲ ὑστερίζοντες ἐπιπυνθανόμενοι τὰ γεγενημένα παρʼ ἑτέροις ἐλάμβανον ὑπερβολὴν ἐπὶ τὸ διανοεῖσθαί τι καινότερον· χωρὶς δὲ τῆς πλοκῆς οὐδὲ οἱ τῶν ὀνομάτων σχηματισμοὶ ταῖς ἀκοαῖς εἰσιν ἡδεῖς. τούτοις ἐπιφέρει κεφάλαιον ἄλλο ποιητικῆς, μᾶλλον δὲ διθυραμβικῆς σκευωρίας οἰκειότερον· τῶν τʼ ἐπιχειρήσεων ἐπιτεχνήσει καὶ τῶν τιμωριῶν ἀτοπίᾳ· καὶ τὴν εἰωθυῖαν τῶν ὀνομάτων ἀξίωσιν ἐς τὰ ἔργα ἀντήλλαξαν τῇ δικαιώσει.3 ὃ γὰρ βούλεται δηλοῦν ἐν τῇ δυσεξελίκτῳ πλοκῇ, τοιοῦτόν ἐστι· πολλὴν τὴν ἐπίδοσιν ἐλάμβανον εἰς τὸ διανοεῖσθαί τι καινότερον περὶ τὰς τέχνας τῶν ἐγχειρημάτων καὶ περὶ τὰς ὑπερβολὰς τῶν τιμωριῶν· τά τε εἰωθότα ὀνόματα ἐπὶ τοῖς πράγμασι λέγεσθαι μετατιθέντες ἄλλως ἠξίουν αὐτὰ καλεῖν. ἡ δʼ ἐπιτέχνησις καὶ ἡ τῶν τιμωριῶν ἀτοπία καὶ ἡ εἰωθυῖα τῶν ὀνομάτων ἀξίωσις καὶ ἡ εἰς τὰ ἔργα ἀντηλλαγμένη δικαίωσις περιφράσεως ποιητικῆς ἐστιν οἰκειοτέρα. οἷς ἐπιτίθησι τὰ θεατρικὰ σχήματα ταυτί· τόλμα μὲν γὰρ ἀλόγιστος ἀνδρία φιλέταιρος ἐνομίσθη, μέλλησις δὲ προμηθὴς δειλία εὐπρεπής· παρομοιώσεις γὰρ ἀμφότερα ταῦτα καὶ παρισώσεις περιέχει,4 καὶ τὰ ἐπίθετα καλλωπισμοῦ χάριν κεῖται· τὸ γὰρ οὔτε θεατρικὸν ἀλλʼ ἀναγκαῖον τῆς λέξεως σχῆμα τοιοῦτʼ ἂν ἦν· τὴν μὲν γὰρ τόλμαν ἀνδρίαν ἐκάλουν, τὴν δὲ μέλλησιν δειλίαν. ὅμοια δὲ τούτοις ἐστὶ καὶ τὰ συναπτόμενα· τὸ δὲ σῶφρον τοῦ ἀνάνδρου πρόσχημα, καὶ τὸ πρὸς ἅπαν συνετὸν ἐπὶ πᾶν ἀργόν· κυριώτερον δʼ ἂν οὕτως ἐλέχθη· οἱ δὲ σώφρονες ἄνανδροι, καὶ οἱ συνετοὶ πρὸς ἅπαντα ἐν ἅπασιν ἀργοί.
但他在此之后所接续的内容,却迂回曲折、难以索解,其修辞组合近似语法讹误,既未见于与他同时代之人的实践,亦未见于后来城邦雄辩力量最为鼎盛的时代。我现今所要提及的正是如下文字: “于是诸邦之事态皆陷入党争,凡某处后发者,因得悉先前已发生之事,便在谋略革新上变本加厉,企图之机巧与惩戒之怪谲皆达于极点。” 在这些语句中,第一个分句毫无必要地使用了迂回表达: “于是诸邦之事态皆陷入党争”;因为若说 “诸邦皆陷入党争”本更为健全。 而接在后面的这句: “凡某处后发者”含义晦涩;若这样表达本会更加明晰: “而那些后发之邦”;紧接着这些的则是: “因得悉先前已发生之事,便在谋略革新上变本加厉”;因为他所意欲表达的乃是: “而后起者探知了在别处发生之事,便在谋求更新之策上登峰造极”;且除构词纠缠之外,词语本身的形态在听觉上亦不悦耳。接着他又添加了另一要点,更为切合诗歌、甚至可以说酒神颂式的造作虚饰: “既在于企图之机巧,亦在于惩戒之怪谲;且依其所认定的正当性,改变了词语针对实事的惯用评定。” 因为他在这种难以化解的纠葛中所要表达的意思乃是如此: “他们在企图的伎俩与惩戒的酷烈上,极大推进了思索更新的手段;并替换了事态上惯用的称谓,认为应当作别样的呼称。” 而所谓 “机巧”以及 “惩戒之怪谲”以及 “词语的惯用评定”以及 “针对实事而改变的正当性”更切合于诗歌式的迂回措辞。在此之上,他又叠加上了这些充满戏剧腔调的句式: “盲目的蛮勇被视为效忠同党的英勇,审慎的迟疑被当作体面的懦怯”;因为这两句皆包含类音对仗与等量对句,且附加的修饰语纯系为了辞藻之华丽。那种既无戏剧腔调、又合乎言语必要的句式本应是这样的: “因为他们把蛮勇称为英勇,把迟疑称为懦怯。” 紧随其后的句子与此如出一辙: “通达节制成了掩饰懦弱的幌子,凡事聪颖成了百事怠惰”;而若更贴切地表达,本应如此: “节制者被称作懦夫,凡事聪颖者被视作百事怠惰之人。”
- 29ἃ δὲ τούτοις ἐπιφέρει, σκολιὰ καὶ δυσπαρακολούθητα
无先行词的关系从句 ἃ δὲ τούτοις ἐπιφέρει(ἃ 作 ἐπιφέρει 的宾格宾语)置于句首充当主语,后接谓语形容词 σκολιά, δυσπαρακολούθητα 等。句末通过 ἃ μέλλω νυνὶ λέγειν(“我现今将要陈述的这些内容”)对该关系从句进行了复指和重申,从而引出后文对修昔底德原文的直接引述。
- 29καὶ τὰ ἐφυστερίζοντά που δυσείκαστόν ἐστι
此处直接将修昔底德的原文引句 καὶ τὰ ἐφυστερίζοντά που(“凡后发者/后发之事态”)与狄奥尼修斯自己的评语 δυσείκαστόν ἐστι(“难以测度/晦涩”)相连。引文中作中性复数实词化的分词短语被视作一个引述单元,因而配合单数谓语动词与形容词。
- 29τὴν εἰωθυῖαν τῶν ὀνομάτων ἀξίωσιν ἐς τὰ ἔργα ἀντήλλαξαν τῇ δικαιώσει
修昔底德第三卷82节的名句。ἀξίωσιν 意为“既定价值/惯用含义”,ἐς τὰ ἔργα 修饰该词(“针对实事/行为”),τῇ δικαιώσει 为手段或方式与格,意为“依其自认的正当性/辩护”。狄奥尼修斯在紧接的文句中将其解释为:置换针对事态的惯用名称,并自认为有理由予以别样呼称。
- 29παρομοιώσεις γὰρ ἀμφότερα ταῦτα καὶ παρισώσεις περιέχει
此处使用了修辞学专业术语:παρομοίωσις(尾韵或同音对句)与 παρίσωσις(句长或音节对称的等量对句)。主语 ἀμφότερα ταῦτα 为中性复数,谓语动词 περιέχει 则遵循中性复数主语配单数动词的标准希腊语文法规则。
