- 底本
- Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 1. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1899.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0081.tlg010.humanitext-grc2:1-2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
哈利卡纳苏斯的狄奥尼修斯向图贝罗说明了撰写关于修昔底德之专门论著的缘起,以弥补此前论集中的简短评述,并针对因批评这位伟大历史学家而可能招致的攻讦,申明了自身的学术诚实与非好辩动机。
ἐν τοῖς προεκδοθεῖσι περὶ τῆς μιμήσεως ὑπομνηματισμοῖς ἐπεληλυθὼς οὓς ὑπελάμβανον ἐπιφανεστάτους εἶναι ποιητάς τε καὶ συγγραφεῖς, ὦ Κόιντε Αἴλιε Τουβέρων, καὶ δεδηλωκὼς ἐν ὀλίγοις, τίνας ἕκαστος αὐτῶν εἰσφέρεται πραγματικάς τε καὶ λεκτικὰς ἀρετάς, καὶ πῇ μάλιστα χείρων ἑαυτοῦ γίνεται κατὰ τὰς ἀποτυχίας, εἴ τε τῆς προαιρέσεως οὐχ ἅπαντα κατὰ τὸν ἀκριβέστατον λογισμὸν θηρώσης εἴ τε τῆς δυνάμεως οὐκ ἐν ἅπασι τοῖς ἔργοις κατορθούσης,1 ἵνα τοῖς προαιρουμένοις γράφειν τε καὶ λέγειν εὖ καλοὶ καὶ δεδοκιμασμένοι κανόνες ὦσιν, ἐφʼ ὧν ποιήσονται τὰς κατὰ μέρος γυμνασίας μὴ πάντα μιμούμενοι τὰ παρʼ ἐκείνοις κείμενα τοῖς ἀνδράσιν, ἀλλὰ τὰς μὲν ἀρετὰς αὐτῶν λαμβάνοντες, τὰς δʼ ἀποτυχίας φυλαττόμενοι· ἁψάμενός τε τῶν συγγραφέων ἐδήλωσα2 καὶ περὶ Θουκυδίδου τὰ δοκοῦντά μοι, συντόμῳ τε καὶ κεφαλαιώδει γραφῇ περιλαβών, οὐ διʼ ὀλιγωρίαν καὶ ῥᾳστώνην οὐδὲ διὰ σπάνιν τῶν δυνησομένων βεβαιῶσαι τὰς προθέσεις, ἀλλὰ τῆς εὐκαιρίας τῶν γραφομένων στοχαζόμενος, ὡς καὶ περὶ τῶν ἄλλων ἐποίησα. οὐ γὰρ ἦν ἀκριβῆ καὶ διεξοδικὴν δήλωσιν ὑπὲρ ἑκάστου τῶν ἀνδρῶν ποιεῖσθαι, προελόμενον εἰς ἐλάχιστον ὄγκον συναγαγεῖν τὴν πραγματείαν.3 σοῦ δὲ βουληθέντος ἰδίαν συντάξασθαί με περὶ Θουκυδίδου γραφὴν ἅπαντα περιειληφυῖαν τὰ δεόμενα λόγων, ἀναβαλόμενος τὴν περὶ Δημοσθένους πραγματείαν, ἣν εἶχον ἐν χερσίν, ὑπεσχόμην τε ποιήσειν, ὡς προῃροῦ, καὶ τελέσας τὴν ὑπόσχεσιν ἀποδίδωμι.
昆图斯·埃利乌斯·图贝罗啊,在我此前出版的关于模仿的笔记中,我考察了我认为最杰出的诗人和散文家,并简短地指出了他们各自所贡献的事理与文辞之美德,以及在哪些方面尤因失误而落于自身水准之下——不论是因其意图未能按照最精确的审度网罗一切,还是因其才力未能在他所有的作品中悉数功成——以便让那些立志擅于写作与演说的人拥有崇高而经得起考验的法则,依此进行具体分项的训练,而不去盲目模仿那些名家作品中出现的一切,而是采纳其长处,防范其失误;在我论及散文家时,我也以简短而提纲挈领的文字,表明了我对修昔底德的看法,这并非出于疏忽与怠惰,亦非因缺乏能够证实我之主张的论据,而是顾及著作应有的节制与适宜,正如我对其他人所做的一样。因为对于立意将全篇论述压缩至极小篇幅的人而言,不可能对他们之中的每一位都作出详尽而彻底的说明。然而,由于你希望我专门就修昔底德撰写一部囊括所有需要探讨之议题的独立著作,我便暂缓了手头正在撰写的关于德摩斯梯尼的论述,答应按照你的愿望行事,如今我践行了这一诺言,将其奉上。
μέλλων δὲ τῶν κατὰ μέρος ἅπτεσθαι λόγων, ὀλίγα περὶ ἐμαυτοῦ τε καὶ τοῦ γένους τῆς πραγματείας βούλομαι προειπεῖν· οὐ σοῦ μὰ Δία καὶ τῶν σοὶ παραπλησίων ἕνεκα, τῶν ἀπὸ παντὸς τοῦ βελτίστου κρινόντων τὰ πράγματα καὶ μηδὲν ἡγουμένων χρῆμα τιμιώτερον τῆς ἀληθείας· ἀλλὰ τῶν ἄλλων, ὅσοις πολὺ τὸ φιλαίτιον ἔνεστιν εἴ τε κατὰ τὸν ζῆλον τῶν ἀρχαίων γινόμενον εἴτε κατὰ τὴν ὑπεροψίαν τῶν ἐπὶ τῆς αὐτῆς ἡλικίας εἴ τε κατʼ ἀμφότερα ταῦτα τὰ πάθη κοινὰ τῆς ἀνθρωπίνης ὄντα φύσεως. ὑποπτεύω γὰρ ἔσεσθαί τινας τῶν ἀναγνωσομένων τὴν γραφὴν τοὺς ἐπιτιμήσοντας ἡμῖν, ὅτι τολμῶμεν ἀποφαίνειν Θουκυδίδην τὸν ἁπάντων κράτιστον τῶν ἱστοριογράφων καὶ κατὰ τὴν προαίρεσίν ποτε τῶν λόγων ἁμαρτάνοντα καὶ κατὰ τὴν δύναμιν ἐξασθενοῦντα, καὶ διὰ τοῦθʼ οὗτος ἡμᾶς ὁ λογισμὸς εἰσῆλθεν, ὅτι παράδοξα καινοτομεῖν πράγματα πρῶτοι καὶ μόνοι δόξομεν, εἴ τι τῶν ὑπὸ Θουκυδίδου γραφέντων συκοφαντεῖν ἐπιβαλοίμεθα, οὐ ταῖς κοιναῖς μόνον ἐναντιούμενοι δόξαις, ἃς ἅπαντες ἐκ τοῦ μακροῦ χρόνου παραλαβόντες ἀναφαιρέτους ἔχουσιν, ἀλλὰ καὶ ταῖς ἰδίαις τῶν ἐπιφανεστάτων φιλοσόφων τε καὶ ῥητόρων μαρτυρίαις ἀπιστοῦντες, οἳ κανόνα τῆς ἱστορικῆς πραγματείας ἐκεῖνον ὑποτίθενται τὸν ἄνδρα καὶ τῆς περὶ τοὺς πολιτικοὺς λόγους δεινότητος ὅρον· ὧν οὔτε προαιρέσεις ἰσχυρὰς.4 ταύτας δὴ τὰς ἐπιτιμήσεις ἀπολύσασθαι βουλόμενος ἐχούσας τι θεατρικὸν καὶ τῶν πολλῶν ἀγωγόν, περὶ μὲν ἐμαυτοῦ τοσοῦτον ἀρκεσθήσομαι μόνον εἰπών, ὅτι τὸ φιλόνεικον τοῦτο καὶ δύσερι καὶ προσυλακτοῦν εἰκῇ πᾶσιν ἐν παντὶ πεφυλαγμένος τῷ βίῳ μέχρι τοῦ παρόντος καὶ οὐδεμίαν ἐκδεδωκὼς γραφήν, ἐν ᾗ κατηγορῶ τινος, ἔξω μιᾶς πραγματείας, ἣν συνεταξάμην ὑπὲρ τῆς πολιτικῆς φιλοσοφίας πρὸς τοὺς κατατρέχοντας αὐτῆς ἀδίκως, οὐκ ἂν ἐπεχείρησα νῦν πρῶτον εἰς τὸν ἐπιφανέστατον τῶν συγγραφέων τὴν οὔτʼ ἐλευθέροις ἤθεσι πρέπουσαν οὔτʼ ἐμαυτῷ συνήθη κακοήθειαν ἐναποδείκνυσθαι.5 περὶ δὲ τοῦ γένους τῆς γραφῆς πλείονα μὲν εἶχον λέγειν, ἀρκεσθήσομαι δὲ ὀλίγοις. εἰ δὲ ἀληθεῖς καὶ προσήκοντας ἐμαυτῷ προῄρημαι λόγους, σύ τε κρινεῖς καὶ τῶν ἄλλων φιλολόγων ἕκαστος.
在我准备进入具体各项论述之际,我想先就我自己以及本部著作的性质作几句前言。誓指宙斯,这绝非为了你和与你相近之人,你们从至善的角度评判万事,且认为没有任何事物比真理更为尊贵;而是为了其余之人,他们在极大程度上怀有吹毛求疵的心态,不论这种心态是出于对古人的推崇,还是出于对同代人的轻视,抑或出于这两种人类本性共有的情感。因为我推测,在读到这篇文字的人中,会有一些人谴责我们,竟敢宣称所有历史学家中最卓越的修昔底德在言论的立意上有时出现偏差,在才力上有时显得软弱;而且我们心中产生这样的思虑,乃是因为倘若我们试图对修昔底德笔下的任何内容进行吹求,我们将被视为最初且唯一引入悖谬新说之人,我们不仅违背了众人历经漫长岁月所接受并不容剥夺的共同见解,而且对最著名的哲学家和修辞学家各自的见证表示不信,他们视此人为历史写作的准则和政治演说才能的极则;他们的坚定意向既不……。因此,我既希望摆脱这些具有某种戏剧性并能煽动大众的指责,那么关于我自己,我只满足于说明这一点:直至目前,我在一生中始终审慎避开这种好胜、好辩以及漫无节制地向一切狂吠的态度,并且除了为政治哲学辩护而反击对其横加非难者所撰写的一部论著之外,我从未发表过任何指责他人的文字;因此,我决不可能在此时第一次尝试针对最著名的散文家展现出既不合乎自由民品格、也不符合我自己习惯的刻薄恶意。至于本部著作的体裁性质,我本有更多的话要说,但姑且满足于寥寥数语。至于我是否选取了真实且契合我自身立场的论调,你以及其他各位学者自会作出评判。
- 1εἴ τε τῆς προαιρέσεως οὐχ ἅπαντα κατὰ τὸν ἀκριβέστατον λογισμὸν θηρώσης εἴ τε τῆς δυνάμεως οὐκ ἐν ἅπασι τοῖς ἔργοις κατορθούσης
由 εἴτε... εἴτε 连接的两个属格绝对结构并列出现,用来作为条件或原因解释前文的“因失误而在何处落于自身水准之下”(πῇ μάλιστα χείρων ἑαυτοῦ γίνεται κατὰ τὰς ἀποτυχίας),形成了立意构想(προαίρεσις)与才力表现(δύναμις)的二元对比。
- 1ἐπεληλυθὼς... καὶ δεδηλωκὼς... ἁψάμενός τε τῶν συγγραφέων ἐδήλωσα
句首的完成时分词 ἐπεληλυθώς 与 δεδηλωκώς 为伴随情况分词,用以交代主动词 ἐδήλωσα 的背景条件。在经历了冗长的宾语从句和插入成分之后,带有连接词 τε 的不定过去时分词 ἁψάμενος 标志着转向论述散文家,并最终引出主句动词 ἐδήλωσα,构成了长句的核心骨架。
- 1οὐ γὰρ ἦν ἀκριβῆ καὶ διεξοδικὴν δήλωσιν ὑπὲρ ἑκάστου τῶν ἀνδρῶν ποιεῖσθαι, προελόμενον εἰς ἐλάχιστον ὄγκον συναγαγεῖν τὴν πραγματείαν
非人称动词 ἦν 搭配不定式 ποιεῖσθαι 表示“(做某事)是不可能的”。阳性宾格分词 προελόμενον 与不定式 ποιεῖσθαι 在语法上隐含的宾格逻辑主语(泛指的动作执行者或作者自身)保持一致,属于不定式主语用宾格补足的常见语法现象。
- 2ὧν οὔτε προαιρέσεις ἰσχυρὰς
此处手稿存在文意脱落(lacuna)。关系代名词 ὧν 指向前文提及的哲学家与修辞学家们;在 οὔτε 及其宾语之后缺失了谓语动词及对应的第二个 οὔτε 分句,文字随即转入下文的 ταύτας δὴ τὰς ἐπιτιμήσεις...
- 2οὐκ ἂν ἐπεχείρησα νῦν πρῶτον εἰς τὸν ἐπιφανέστατον τῶν συγγραφέων τὴν οὔτʼ ἐλευθέροις ἤθεσι πρέπουσαν οὔτʼ ἐμαυτῷ συνήθη κακοήθειαν ἐναποδείκνυσθαι
ἄν 结合直陈式不定过去时 ἐπεχείρησα 构成了与过去事实相反的虚拟语气主句(归结分句)。前面的一系列完成时分词短语(πεφυλαγμένος... καὶ οὐδεμίαν ἐκδεδωκὼς γραφήν...)陈述了作者平生的实际操守,起到了替代条件从句的作用,表达“(鉴于平素之为人)我决不至于在如今破天荒地针对这位最杰出的作家宣泄恶意”。
