- 底本
- Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 1. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1899.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0081.tlg010.humanitext-grc2:27-28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者称赞前述修昔底德的文字同时契合了理性与感性的评判标准,堪称典范;随后指出其因过分修饰而陷入弊病,并引述了论及凯尔库拉内乱时最初那段清晰而有力的叙述。
ἐμοὶ μὲν δὴ ταῦτα καὶ τὰ παραπλήσια τούτοις ἄξια ζήλου τε καὶ μιμήσεως ἐφάνη, τήν τε μεγαληγορίαν τοῦ ἀνδρὸς καὶ τὴν καλλιλογίαν καὶ τὴν δεινότητα καὶ τὰς ἄλλας ἀρετὰς ἐν τούτοις τοῖς ἔργοις ἐπείσθην τελειοτάτας εἶναι, τεκμαιρόμενος, ὅτι πᾶσα ψυχὴ τούτῳ τῷ γένει τῆς λέξεως ἄγεται, καὶ οὔτε τὸ ἄλογον τῆς διανοίας κριτήριον, ᾧ πεφύκαμεν ἀντιλαμβάνεσθαι τῶν ἡδέων ἢ ἀνιαρῶν, ἀλλοτριοῦται πρὸς αὐτὸ οὔτε τὸ λογικόν, ἐφʼ οὗ διαγιγνώσκεται τὸ ἐν ἑκάστῃ τέχνῃ καλόν· οὐδʼ ἂν ἔχοιεν οὔθʼ οἱ μὴ πάνυ λόγων ἔμπειροι πολιτικῶν εἰπεῖν, ἐφʼ ὅτῳ δυσχεραίνουσιν ὀνόματι ἢ σχήματι, οὔθʼ οἱ πάνυ περιττοὶ καὶ τῆς τῶν πολλῶν ὑπερορῶντες ἀμαθίας μέμψασθαι τὴν κατασκευὴν ταύτης τῆς λέξεως, ἀλλὰ καὶ τὸ τῶν πολλῶν καὶ τὸ τῶν ὀλίγων τὴν αὐτὴν ὑπόληψιν ἕξει· ὁ μέν γε πολὺς ἐκεῖνος ἰδιώτης οὐ δυσχερανεῖ τὸ φορτικὸν τῆς λέξεως καὶ σκολιὸν καὶ δυσπαρακολούθητον· ὁ δὲ σπάνιος καὶ οὐδʼ ἐκ τῆς ἐπιτυχούσης ἀγωγῆς γιγνόμενος τεχνίτης οὐ μέμψεται τὸ ἀγεννὲς καὶ χαμαιτυπὲς καὶ ἀκατάσκευον. ἀλλὰ συνῳδὸν ἔσται τό τε λογικὸν καὶ τὸ ἄλογον κριτήριον, ὑφʼ ὧν ἀμφοτέρων ἀξιοῦμεν ἅπαντα κρίνεσθαι κατὰ τὰς τέχνας. ἐργάσηται θάτερον, οὐκέτι καλὸν οὐδὲ τέλειον ἀποδίδωσι τὸ ἕτερον.1
在我看来,这些以及与此相似的篇章确实值得赞赏与效仿,并且我确信,此人的雄浑气魄、辞藻之美、力量感以及其他诸般美德,在这些作品中已达到了至臻至善的境地。我做出这一推断,是因为任何人的心灵都会被这种风格的文辞所吸引,不仅我们天生用来感知愉悦或痛苦的心灵非理性评判标准不会对其产生排斥,而且那用以辨识各门技艺中至美之处的理性评判标准亦复如是。不甚通晓政论辞令之人既说不出他们究竟对哪一个词语或句式感到不快,极其精妙、睥睨凡夫愚昧之人,也无法指责这种文辞的结构排布;相反,大众与极少数精英皆会抱有相同的看法。那些广大的平民门外汉不会因文辞的繁重、迂回和难以理解而生厌;而那罕见的、绝非由寻常教育所造就的行家里手,亦不会批评其卑陋、下流与缺乏修饰。相反,我们据以要求评判技艺中一切事物的理性与非理性这两大标准,在此达成了协调一致。因为若仅有一方起作用,另一方就再也无法呈现出美好与完善。
ἐγὼ γοῦν οὐκ ἔχω, πῶς ἐκεῖνα ἐπαινέσω τὰ δοκοῦντα μεγάλα καὶ θαυμαστὰ εἶναί τισιν, ὅσα μηδὲ τὰς πρώτας ἀρετὰς ἔχει καὶ κοινοτάτας, ἀλλʼ ἐκνενίκηται τῷ περιέργῳ καὶ περιττῷ μήτε ἡδέα εἶναι μήτε ὠφέλιμα· ὧν ὀλίγα παρέξομαι δείγματα παρατιθεὶς εὐθὺς ἑκάστοις τὰς αἰτίας, διʼ ἃς περιέστηκεν εἰς τὰς ἐναντίας ταῖς ἀρεταῖς κακίας. ἐν μὲν οὖν τῇ τρίτῃ βύβλῳ τὰ περὶ Κέρκυραν ὠμὰ καὶ ἀνόσια ἔργα διὰ τὴν στάσιν εἰς τοὺς δυνατωτάτους ἐκ τοῦ δήμου γενόμενα διεξιών, ἕως μὲν ἐν τῷ κοινῷ καὶ συνήθει τῆς διαλέκτου τρόπῳ τὰ πραχθέντα δηλοῖ, σαφῶς τε καὶ συντόμως καὶ δυνατῶς ἅπαντα εἴρηκεν· ἀρξάμενος δὲ ἐπιτραγῳδεῖν τὰς κοινὰς τῶν Ἑλλήνων συμφορὰς καὶ τὴν διάνοιαν ἐξαλλάττειν ἐκ τῶν ἐν ἔθει μακρῷ τινι γίγνεται χείρων αὐτὸς ἑαυτοῦ. ἔστι δὲ τὰ μὲν πρῶτα, ὧν οὐδεὶς ἂν ὡς ἡμαρτημένων ἐπιλάβοιτο,2 ταῦτα· Κερκυραῖοι δὲ αἰσθόμενοι τάς τε Ἀττικὰς ναῦς προσπλεούσας τάς τε τῶν πολεμίων οἰχομένας, λαβόντες τοὺς Μεσσηνίους εἰς τὴν πόλιν ἤγαγον πρότερον ἔξω ὄντας, καὶ τὰς ναῦς περιπλεῦσαι κελεύσαντες, ἃς ἐπλήρωσαν, ἐς τὸν Ὑλαϊκὸν λιμένα, ἐν ὅσῳ περιεκομίζοντο, τῶν ἐχθρῶν εἴ τινα λάβοιεν ἀπέκτεινον, καὶ ἐκ τῶν νεῶν ὅσους ἔπεισαν εἰσβῆναι ἐκβιβάζοντες ἀνεχρῶντο· εἰς τὸ Ἥραιόν τε ἐλθόντες, τῶν ἱκετῶν ὡς πεντήκοντα ἄνδρας δίκην ὑποσχεῖν ἔπεισαν καὶ κατέγνωσαν ἁπάντων θάνατον· οἱ δὲ πολλοὶ τῶν ἱκετῶν, ὅσοι οὐκ ἐπείσθησαν, ὡς ἑώρων τὰ γιγνόμενα, διέφθειρον ἐν τῷ ἱερῷ ἀλλήλους, καὶ ἐκ τῶν δένδρων τινὲς ἀπήγχοντο, οἳ δʼ ὡς ἕκαστοι ἐδύναντο ἀνηλοῦντο. ἡμέρας τε ἑπτά, ἃς ἀφικόμενος ὁ Εὐρυμέδων ταῖς ἑξήκοντα ναυσὶ παρέμεινε, Κερκυραῖοι σφῶν αὐτῶν τοὺς ἐχθροὺς δοκοῦντας εἶναι ἐφόνευον, τὴν μὲν αἰτίαν ἐπιφέροντες τοῖς τὸν δῆμον καταλύουσιν· ἀπέθανον δέ τινες καὶ ἰδίας ἔχθρας ἕνεκα, καὶ ἄλλοι χρημάτων σφίσιν ὀφειλομένων ὑπὸ τῶν λαβόντων. πᾶσά τε ἰδέα κατέστη θανάτου, καὶ οἷον φιλεῖ ἐν τῷ τοιούτῳ γίγνεσθαι, οὐδὲν ὅ τι οὐ ξυνέβη,3 καὶ ἔτι περαιτέρω· καὶ γὰρ πατὴρ παῖδα ἀπέκτεινε, καὶ ἀπὸ τῶν ἱερῶν ἀπεσπῶντο καὶ πρὸς αὐτοῖς ἐκτείνοντο, οἳ δέ τινες καὶ περιοικοδομηθέντες ἐν τοῦ Διονύσου τῷ ἱερῷ ἀπέθανον οὕτως ὠμὴ στάσις προὐχώρησε, καὶ ἔδοξε μᾶλλον, διότι ἐν τοῖς πρώτη ἐγένετο· ἐπεὶ ὕστερόν γε καὶ πᾶν ὡς εἰπεῖν τὸ Ἑλληνικὸν ἐκινήθη, διαφορῶν οὐσῶν ἑκασταχοῦ τοῖς τε τῶν δήμων προστάταις τοὺς Ἀθηναίους ἐπάγεσθαι καὶ τοῖς ὀλίγοις τοὺς Λακεδαιμονίους.
无论如何,我实在不知道该如何称赞某些人眼中看似伟大而令人赞叹的那些篇章——它们甚至不具备最初始、最基本的优点,反倒被过度繁复与冗赘所压倒,变得既不悦耳亦无益处。我将从中选取少数例证,并立刻逐一附上导致它们沦为与诸般美德相对立之缺陷的原因。在第三卷中,当他叙述在凯尔库拉因党争由民众对极有权势之人所犯下的野蛮与大逆不道的暴行时,只要他是以普遍且习用的言语风格来阐明所发生的事态,便表达得既清晰、简明而又强劲;但当他开始极力渲染希腊人的共同浩劫、并使思想脱离习用常轨时,他便远远逊色于他平日的水准了。其中首要的部分,即无人能指责为失误的文字,乃是如下内容: “凯尔库拉人察觉到阿提卡舰队正在驶近,而敌人的舰队已经离去,便将先前留在城外的麦西尼亚人带入城内;他们命令配满船员的舰船绕航至许拉伊科斯港,在船只调动期间,凡是抓获的敌人,皆予以处死,并把那些被劝说登船的人赶下船加以诛杀。他们又前往赫拉神庙,劝说大约五十名庇护者接受审判,结果将所有人皆判处死刑。而大多数庇护者,即未被说服的那些人,眼见发生的惨状,便在圣所内自相残杀,有的在树上自缢,其余人亦各尽所能自行了断。欧律墨冬率领六十艘战船抵达并停留的七天里,凯尔库拉人持续屠杀那些被他们视为仇敌的同胞,借口是加罪于那些企图颠覆民主政体之人;但亦有人是因私怨而丧命,还有人则是被向其借钱的债务人所杀害。各种形式的死亡相继发生;凡是在此类局势下惯常出现的事,无一未曾发生,甚至更有甚之:父亲杀害亲子,有人被从圣所中强行拖出并戮于圣所之侧,甚至有人被砌死在狄奥尼索斯神庙之中。党争的发展竟残暴至此,且由于它是此类事件中的首开先例者,因而显得尤为触目惊心;因为在此之后,几乎整个希腊世界皆陷入动荡,各地皆因平民领袖欲引来雅典人、少数寡头派欲引来拉刻代蒙人而产生了内讧。”
- 27ἐργάσηται θάτερον, οὐκέτι καλὸν οὐδὲ τέλειον ἀποδίδωσι τὸ ἕτερον
底本在此前有脱文,但由虚拟式(ἐργάσηται)可补足为带 ἐάν 等词的条件从句,意为“(两项标准中)即使其中一方起作用”。这呼应了前文关于理性和感性标准必须协调一致的论述,表明若只有一方单独发挥作用,另一方就无法再呈现出美或至臻的境界。
- 28ὧν οὐδεὶς ἂν ὡς ἡμαρτημένων ἐπιλάβοιτο
关系代词 ὧν 作为动词 ἐπιλαμβάνομαι(指责、非难)的宾格性属格补足语。分词 ἡμαρτημένων 与之一致同为属格,并由 ὡς 引出,表示指责的缘由(“作为过失/被视为错误之处”)。
- 28οὐδὲν ὅ τι οὐ ξυνέβη
这是类似于 οὐδεὶς ὅστις οὐ(没有人不……)的关系代词融合句式,字面意思是“没有任何事不曾发生”,实际表达全称肯定,即“发生了一切能想到的惨事”。
