← 哈利卡纳苏斯的狄奥尼修斯

论修昔底德

§26#2

雅典舰队的彻底溃败与全军的绝望

在两岸步兵焦灼的注视下,港内海战最终以雅典舰队的彻底溃败告终,陷雅典全军于仿若当年皮洛斯斯巴达人一般的绝望深渊。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§26#2

πολλὴ γὰρ ἑτέρα ἡ παρακέλευσις καὶ ἡ βοὴ ἀφʼ ἑκατέρων τοῖς κελευσταῖς κατά τε τὴν τέχνην καὶ πρὸς τὴν ναυτικὴν φιλονεικίαν ἐγίγνετο· τοῖς μὲν Ἀθηναίοις βιάζεσθαί τε τὸν ἔκπλουν ἐπιβοῶντες, καὶ περὶ τῆς ἐς τὴν πατρίδα σωτηρίας νῦν, εἴ ποτε, προθύμως ἀντιλαμβάνεσθαι· τοῖς δὲ Συρακοσίοις καὶ ξυμμάχοις καλὸν εἶναι κωλῦσαί τε αὐτοὺς διαφυγεῖν, καὶ τὴν οἰκείαν ἑκάστους πατρίδα νικήσαντας ἐπαυξῆσαι· καὶ οἱ στρατηγοὶ προσέτι ἑκατέρων, εἴ τινά που ὁρῷεν μὴ κατʼ ἀνάγκην πρύμναν κρουόμενον ἀνακαλοῦντες ὀνομαστὶ τὸν τριήραρχον ἠρώτων, οἱ μὲν Ἀθηναῖοι, εἰ τὴν πολεμιωτάτην γῆν οἰκειοτέραν ἤδη τῆς οὐ διʼ ὀλίγου πόνου ἐκτημένης θαλάσσης ἡγούμενοι ἀποχωροῦσιν· οἱ δὲ Συρακόσιοι, εἰ οὓς σαφῶς ἴσασι προθυμουμένους Ἀθηναίους παντὶ τρόπῳ διαφυγεῖν, τούτους αὐτοὶ φεύγοντας φεύγουσιν. ὅ τʼ ἐκ τῆς γῆς πεζὸς ἀμφοτέρων ἰσορρόπου τῆς ναυμαχίας καθεστηκυίας πολὺν τὸν ἀγῶνα καὶ ξύστασιν τῆς γνώμης εἶχε, φιλονεικῶν μὲν ὁ αὐτόθεν περὶ τοῦ πλείονος ἤδη καλοῦ, δεδιότες δὲ οἱ ἐπελθόντες, μὴ τῶν παρόντων ἔτι χείρω πράξωσι. πάντων γὰρ δὴ ἀνακειμένων τοῖς Ἀθηναίοις ἐς τὰς ναῦς ὅ τε φόβος ἦν ὑπὲρ τοῦ μέλλοντος οὐδενὶ ἐοικὼς καὶ διὰ τὸ ἀνώμαλον καὶ τὴν ἔποψιν τῆς ναυμαχίας ἐκ τῆς γῆς ἠναγκάζοντο ἔχειν· διʼ ὀλίγου γὰρ οὔσης τῆς θέας καὶ οὐ πάντων ἅμα ἐς τὸ αὐτὸ σκοπούντων, εἰ μέν τινες ἴδοιέν πῃ τοὺς σφετέρους ἐπικρατοῦντας, ἀνεθάρσησάν τε ἂν καὶ πρὸς ἀνάκλησιν θεῶν μὴ στερῆσαι σφᾶς τῆς σωτηρίας ἐτρέποντο· οἳ δὲ ἐπὶ τὸ ἡσσώμενον βλέψαντες ὀλοφυρμῷ τε ἅμα μετὰ βοῆς ἐχρῶντο καὶ ἀπὸ τῶν δρωμένων τῆς ὄψεως καὶ τὴν γνώμην μᾶλλον τῶν ἐν τῷ ἔργῳ ἐδουλοῦντο· ἄλλοι δὲ καὶ πρὸς ἀντίπαλόν τι τῆς ναυμαχίας ἀπιδόντες διὰ τὸ ἀκρίτως ξυνεχὲς τῆς ἁμίλλης καὶ τοῖς σώμασιν αὐτοῖς ἴσα τῇ δόξῃ περιδεῶς ξυναπονεύοντες1 ἐν τοῖς χαλεπώτατα διῆγον· ἀεὶ γὰρ παρʼ ὀλίγον ἢ διέφευγον ἢ ἀπώλλυντο. ἦν τε ἐν τῷ στρατεύματι τῶν Ἀθηναίων, ἕως ἀγχώμαλα ἐναυμάχουν, πάντα ὁμοῦ ἀκοῦσαι, ὀλοφυρμὸς βοή, νικῶντες κρατούμενοι,2 ἄλλα ὅσα ἐν μεγάλῳ κινδύνῳ μέγα στρατόπεδον πολυειδῆ ἀναγκάζοιτο φθέγγεσθαι. παραπλήσια δὲ καὶ οἱ ἐπὶ τῶν νεῶν αὐτοῖς ἔπασχον, πρίν γε δὴ οἱ Συρακόσιοι καὶ οἱ ξύμμαχοι, ἐπὶ πολὺ ἀντισχούσης τῆς ναυμαχίας, ἔτρεψάν τε τοὺς Ἀθηναίους καὶ ἐπικείμενοι λαμπρῶς, πολλῇ κραυγῇ καὶ διακελευσμῷ χρώμενοι, κατεδίωκον ἐς τὴν γῆν. τότε δὴ ὁ μὲν ναυτικὸς στρατὸς ἄλλος ἄλλῃ, ὅσοι μὴ μετέωροι ἑάλωσαν, κατενεχθέντες ἐξέπεσον ἐς τὸ στρατόπεδον. ὁ δὲ πεζὸς οὐκέτι διαφόρως, ἀλλʼ ἀπὸ μιᾶς ὁρμῆς οἰμωγῇ τε καὶ στόνῳ πάντες δυσανασχετοῦντες τὰ γιγνόμενα, οἳ μὲν ἐπὶ τὰς ναῦς παρεβοήθουν, οἳ δὲ πρὸς τὸ λοιπὸν τοῦ τείχους ἐς φυλακήν· ἄλλοι δὲ καὶ οἱ πλεῖστοι ἤδη περὶ σφᾶς αὐτοὺς καὶ ὅπῃ σωθήσονται διεσκόπουν. ἦν τε ἐν τῷ παραυτίκα οὐδεμιᾶς δὴ τῶν ξυμπασῶν ἐλάσσων ἔκπληξις. παραπλήσιά τε ἐπεπόνθεσαν καὶ ἔδρασαν αὐτοὶ ἐν Πύλῳ·3 διαφθαρεισῶν γὰρ τῶν νεῶν τοῖς Λακεδαιμονίοις προσαπώλλυντο αὐτοῖς καὶ οἱ ἐν τῇ νήσῳ ἄνδρες διαβεβηκότες. καὶ τότε τοῖς Ἀθηναίοις ἀνέλπιστον ἦν τὸ κατὰ γῆν σωθήσεσθαι, ἢν μή τι παρὰ λόγον γίγνηται. γενομένης δʼ ἰσχυρᾶς τῆς ναυμαχίας καὶ πολλῶν νεῶν ἀμφοτέροις καὶ ἀνδρῶν ἀπολομένων οἱ Συρακόσιοι καὶ οἱ ξύμμαχοι ἐπικρατήσαντες τά τε ναυάγια καὶ τοὺς νεκροὺς ἀνείλοντο καὶ ἀποπλεύσαντες πρὸς τὴν πόλιν τρόπαιον ἔστησαν.

事实上,双方的号令员在执行专业职务的同时,也顺应着水兵间的争胜之心,发出了大量其他的激励与呼喊:向雅典人高呼要强行突破出海口,为了返回祖国的生路,如今若不再竭力争取便更待何时;向叙拉古人及其盟友则呼喊,阻止敌军逃遁,并通过获胜使各自的祖国更加光荣强大,乃是无上荣耀。此外,双方将领若在何处看见有人非因迫不得已而倒桨后退,便点名呼唤三列桨座战船的舰长并厉声质问:雅典将领质问他们是否撤退是因为认为这片极其敌对的陆地比那历经千辛万苦方才获取的海洋如今反倒更加属于自己;叙拉古将领则质问他们,明明清楚知道雅典人正千方百计企图逃窜,他们自己反倒从逃跑者面前逃跑吗?在海战胜负未决之际,岸上的双方步兵在心灵上也承受着巨大的煎熬与紧绷:本地军队渴望获取已然更上一层楼的荣耀,而入侵者则唯恐遭遇比眼前更为悲惨的厄运。因为雅典人的一切都系于舰船之上,对未来的恐惧无与伦比,且由于战局起伏不平,他们从岸上观看海战的情景也必然呈现出各异的状态。由于战场近在眼前,大家并非同时注视同一地点,因此若有人看到自己的军队在某处占了上风,便精神振奋,转而祈求神明切莫剥夺他们的生路;而那些目光投向受挫之处的人,则伴随呼喊而放声痛哭,目睹眼前发生的情景,心神所受的摧残甚至甚于身临战阵之人。还有一些人望向海战中势均力敌之处,由于激战始终相持不下且悬而未决,他们因极度恐惧而使肉体也随着焦灼的心境一同战栗倾斜,度过了最为痛苦的时刻;因为每一次都仅差毫厘,或逃出生天,或全军覆灭。在雅典人的军营中,只要海战仍在势均力敌地进行,所有声音皆可同时听闻:痛哭、呐喊、胜者、败者,以及一支身处巨大险境的庞大军队被迫发出的所有各种声音。舰船上的人也承受着相似的情绪,直至海战僵持多时之后,叙拉古人及其盟友终于击溃了雅典人,并以雷霆之势紧逼而上,伴随着阵阵呼啸与欢呼,将他们驱赶到了岸边。此时此刻,海军部队中除了在开阔水面上被俘获者之外,其余皆纷乱地漂冲各处,溃退入军营之中。而步兵也不再心存各异,而是出于同一种冲动,全都带着哀嚎与叹息,对眼前的事态悲痛欲绝:一部分人赶去支援战船,另一部分人前往城墙剩余部分进行守卫;而其他人,也就是绝大多数人,此刻已在为自身谋划,寻思究竟如何方能逃得性命。当时的恐慌绝不亚于以往经历的任何一次。他们所遭受的境遇,恰似他们自己在皮洛斯所施加于人的:因为随着拉刻代蒙人的舰船被毁,渡到岛上的人员也随之一并覆灭。而此时对于雅典人而言,除非发生任何超乎常理的奇迹,否则在陆地上得救已全无希望。在这场激烈的海战发生、且双方皆损失了众多舰船与人员之后,获胜的叙拉古人及其盟友收敛了残骸与尸体,驶回城内,树立了胜利纪念碑。

语法注3 条
  1. 26τοῖς σώμασιν αὐτοῖς ἴσα τῇ δόξῃ περιδεῶς ξυναπονεύοντες

    短语 ἴσα τῇ δόξῃ(“与内心的预期/焦虑相应/同等地”)作状语修饰分词 ξυναπονεύοντες(“在恐惧中一同倾斜/扭动身体”)。它生动地描绘了岸上的旁观者因心理上的极度焦虑(δόξα)而在不知不觉中使身体也随之摆动、倾斜的情状。

  2. 26νικῶντες κρατούμενοι

    主格分词 νικῶντες(“胜利者”)与 κρατούμενοι(“受挫者/被压制者”)紧承 ὀλοφυρμός(哀嚎)和 βοή(呐喊),在 πάντα ὁμοῦ ἀκοῦσαι 之后以紧凑的并列同格形式作直观描述,代表并概括了“胜利者的呼喊与被压制者的悲鸣”。

  3. 26παραπλήσιά τε ἐπεπόνθεσαν καὶ ἔδρασαν αὐτοὶ ἐν Πύλῳ

    此处为比较句中的简略表达(brachylogy)。其结构相当于 παραπλήσια ἐπεπόνθεσαν [τούτοις ἃ] καὶ ἔδρασαν αὐτοὶ ἐν Πύλῳ(“他们所遭受的,与他们自己在皮洛斯对别人所做的事情极其相似”),凸显了雅典人命运与斯巴达人当年的惊人逆转与重演。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0081.tlg010.humanitext-grc2:26#2