← 哈利卡纳苏斯的狄奥尼修斯

论修昔底德

§26#1

用词的精妙与叙拉古海战描写

作者继上一节的文体批判之后,指出若撇开句式框架,修昔底德的用词皆极为精妙,并引录《伯罗奔尼撒战争史》第七卷叙拉古港内决战海战的描写作为实证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§26#1

ὑπεξαιρουμένης δὲ τῆς περιγραφῆς πάσης, τἆλλα πάντα ὠνόμασταί τε τοῖς προσφυεστάτοις ὀνόμασι καὶ περιείληπται τοῖς ἐπιτηδειοτάτοις σχηματισμοῖς, ἀρετῆς τε οὐδεμιᾶς ὡς εἰπεῖν οὔτε λεκτικῆς οὔτε πραγματικῆς ἐνδεῶς ἔσχηκεν· ἃς οὐδὲν δέομαι πάλιν ἐξαριθμεῖσθαι. ἐν δὲ τῇ ἑβδόμῃ βύβλῳ τὴν ἐσχάτην ναυμαχίαν Ἀθηναίων καὶ Συρακοσίων ἀφηγούμενος οὕτως ὠνόμακέ τε καὶ ἐσχημάτικε τὰ πραχθέντα· ὁ δὲ Δημοσθένης καὶ Μένανδρος καὶ Εὐθύδημος (οὗτοι γὰρ ἐπὶ τὰς ναῦς τῶν Ἀθηναίων στρατηγοὶ ἐπέβησαν) ἄραντες ἀπὸ τοῦ ἑαυτῶν στρατοπέδου εὐθὺς ἔπλεον πρὸς τὸ ζεῦγμα τοῦ λιμένος καὶ τὸν παραλειφθέντα διέκπλουν, βουλόμενοι βιάσασθαι ἐς τὸ ἔξω. προεξαναγόμενοι δὲ οἱ Συρακόσιοι καὶ οἱ ξύμμαχοι ναυσὶ παραπλησίαις τὸν ἀριθμὸν καὶ πρότερον κατά τε τὸν ἔκπλουν μέρει αὐτῶν ἐφύλασσον καὶ κατὰ τὸν ἄλλον κύκλῳ λιμένα, ὅπως πανταχόθεν ἅμα προσπίπτοιεν τοῖς Ἀθηναίοις· καὶ ὁ πεζὸς αὐτοῖς ἅμα παρεβοήθει, ᾗπερ καὶ αἱ νῆες κατίσχυον. ἦρχον δὲ τοῦ ναυτικοῦ τοῖς Συρακοσίοις Σικανὸς μὲν καὶ Ἀγάθαρχος, κέρας ἑκάτερος τοῦ παντὸς ἔχων, Πυθὴν δὲ καὶ οἱ Κορίνθιοι τὸ μέσον. ἐπειδὴ δὲ καὶ οἱ ἄλλοι Ἀθηναῖοι προσέμισγον τῷ ζεύγματι, τῇ μὲν πρώτῃ ῥύμῃ ἐπιπλέοντες ἐκράτουν τῶν τεταγμένων νεῶν πρὸς αὐτῷ καὶ ἐπειρῶντο λύειν τὰς κλείσεις· μετὰ δὲ τοῦτο πανταχόθεν σφίσι τῶν Συρακοσίων καὶ τῶν συμμάχων ἐπιφερομένων οὐ μόνον πρὸς τῷ ζεύγματι ἡ ναυμαχία, ἀλλὰ καὶ κατὰ τὸν λιμένα ἐγίγνετο· καὶ ἦν καρτερὰ καὶ οἵα οὐχ ἑτέρα τῶν πρότερον. πολλὴ μὲν γὰρ ἑκατέροις προθυμία ἀπὸ τῶν ναυτῶν ἐς τὸ ἐπιπλεῖν, ὁπότε κελευσθείη, ἐγίγνετο, πολλὴ δʼ ἡ ἀντιτέχνησις τῶν κυβερνητῶν καὶ ἀγωνισμὸς πρὸς ἀλλήλους, οἵ τε ἐπιβάται ἐθεράπευον, ὅτε προσπέσοι ναῦς νηί, μὴ λείπεσθαι τὰ ἀπὸ τοῦ καταστρώματος τῆς ἄλλης τέχνης,1 πᾶς τέ τις ἐν ᾧ προσετέτακτο αὐτὸς ἕκαστος ἠπείγετο πρῶτος φαίνεσθαι. ξυμπεσουσῶν δʼ ἐν ὀλίγῳ πολλῶν νεῶν (πλεῖσται γὰρ δὴ αὗται ἐν ὀλίγῳ ἐναυμάχησαν· βραχὺ γὰρ ἀπέλιπον ξυναμφότεραι διακόσιαι γενέσθαι) αἱ μὲν ἐκβολαὶ διὰ τὸ μὴ εἶναι τὰς ἀνακρούσεις καὶ διέκπλους ὀλίγαι ἐγίγνοντο· αἱ δὲ προσβολαί, ὡς τύχοι ναῦς νηὶ προσπεσοῦσα ἢ διὰ τὸ φυγεῖν ἢ ἄλλῃ ἐπιπλέουσα, πυκνότεραι ἦσαν. καὶ ὅσον μὲν χρόνον προσφέροιτο ναῦς, οἱ ἀπὸ τῶν καταστρωμάτων τοῖς ἀκοντίοις καὶ τοξεύμασι καὶ λίθοις ἀφθόνοις ἐπʼ αὐτὴν ἐχρῶντο· ἐπειδὴ δὲ προσμίξειαν, οἱ ἐπιβάται εἰς χεῖρας ἰόντες ἐπειρῶντο ταῖς ἀλλήλων ναυσὶν ἐπιβαίνειν. συνετύγχανέ τε πολλαχοῦ διὰ τὴν στενοχωρίαν τὰ μὲν ἄλλοις ἐμβεβληκέναι, τὰ δὲ αὐτοὺς ἐμβεβλῆσθαι,2 δύο τε περὶ μίαν καὶ ἔστιν ᾗ καὶ πλείους ναῦς κατʼ ἀνάγκην ξυνηρτῆσθαι· καὶ τοῖς κυβερνήταις τῶν μὲν φυλακήν, τῶν δʼ ἐπιβουλὴν μὴ καθʼ ἓν ἕκαστον, κατὰ πολλὰ δὲ πανταχόθεν περιεστάναι,3 καὶ τὸν κτύπον μέγαν ἀπὸ πολλῶν νεῶν συμπιπτουσῶν, ἔκπληξίν τε ἅμα καὶ ἀποστέρησιν τῆς ἀκοῆς ὧν οἱ κελευσταὶ ἐφθέγγοντο παρέχειν.

然而,若将整个句式结构置之度外,其余一切皆是以最恰当的言辞表达,并以最适宜的修辞构型加以包容的,可以说在文辞或内容上毫无任何长处的匮乏——这些长处我无须再度一一列举。 在第七卷中,他在叙述雅典人与叙拉古人最后的海战时,是这样措辞并塑造那些事件的: “德摩斯梯尼、墨南得洛斯和欧梯得摩斯(因为这些将军登上了雅典人的舰船)从自己的阵营起航,径直驶向港口的栅栏及留出的通行口,企图强行突围到外海。但叙拉古人及其盟友已预先出海,舰船数量与先前相仿,他们以一部分防守港口出海口,以其余部分环卫港内其余各处,以便从四面八方同时袭击雅典人;他们的步兵也同时在战舰亦占优势之处予以支援。指挥叙拉古舰队的是西卡努斯和阿伽塔尔库斯,各自掌管全军的一翼,皮腾与科林斯人则掌管中路。当其他雅典人也逼近栅栏时,他们在初次冲击下乘势航行,压倒了部署在那里的战船,并试图解开锁链;但在此之后,随着叙拉古人及其盟友从四面八方压来,海战不仅在栅栏处发生,而且遍及整个港湾;战斗极其激烈,是以往任何海战所未有的。因为双方水手在接到命令时冲撞敌船的热忱极其高昂,舵手之间相互展现的技艺与争胜也极其激烈,而在船只相撞时,甲板上的陆战士兵亦竭力确保甲板上的战斗不输于其他操船技能,每个人都在自己受命负责的岗位上争先恐后。由于多艘战舰在狭小的空间内挤成一团(因为这确实是在狭隘空间内作战的最多舰船,两者合共仅差少许便达两百艘),由于无法退橹倒车与穿透敌阵,冲撞攻击极少发生;而船只或因逃避或因攻击他船而偶然相撞的情况则更为频繁。当船只相互逼近时,甲板上的人向敌船密集倾泻标枪、箭矢与石块;一旦接舷,陆战士兵便短兵相接,试图登上对方的战船。由于空间狭窄,多处发生了一面冲撞他船、一面自身亦遭冲撞的情形,而且两艘、有些地方甚至更多船只不可避免地缠绕纠结在一艘船周围;对于舵手而言,防备这一方与图谋袭击另一方并非孤立出现,而是从四面八方重重压来,众多船只相撞发出的巨大轰鸣,既带来了恐慌,又使人无法听清号令员的呼喊。”

语法注3 条
  1. 26μὴ λείπεσθαι τὰ ἀπὸ τοῦ καταστρώματος τῆς ἄλλης τέχνης

    由动词 ἐθεράπευον 统辖的 μή + 不定词从句,意为“留心/确保……不……”。不定词 λείπεσθαι 的主语是中性复数短语 τὰ ἀπὸ τοῦ καταστρώματος(“甲板上的战斗行动/陆战队员的表现”)。τῆς ἄλλης τέχνης 为比较属格,指前文提到的舵手之技(ἡ ἀντιτέχνησις τῶν κυβερνητῶν),整句意为“确保甲板上的战斗不逊色于另一种技能(操船之术)”。

  2. 26τὰ μὲν ἄλλοις ἐμβεβληκέναι, τὰ δὲ αὐτοὺς ἐμβεβλῆσθαι

    由非人称动词 συνετύγχανε(“发生……情况”)所统辖的带不定词的宾格结构。相关语 τὰ μὲν ... τὰ δέ 既可作副词性宾格(“一方面……另一方面……”),亦可视为指代舰船的中性复数主语;鉴于后半句出现了与被动不定词 ἐμβεβλῆσθαι 搭配的阳性复数宾格主语 αὐτούς(指代船员/士兵),此处 τὰ μὲν ... τὰ δέ 主要是副词性对举,生动刻画了“一方面他们冲撞他船,另一方面自身亦遭冲撞”的混战局面。

  3. 26καὶ τοῖς κυβερνήταις τῶν μὲν φυλακήν, τῶν δʼ ἐπιβουλὴν μὴ καθʼ ἓν ἕκαστον, κατὰ πολλὰ δὲ πανταχόθεν περιεστάναι

    完成体主动不定词 περιεστάναι(作不及物用,“围绕、降临、纠缠”)继续构成由 συνετύγχανε 统辖的带不定词宾格结构。其不定词的主语为宾格名词 φυλακήν 与 ἐπιβουλήν(“防备……与谋划攻击……”),其中的属格 τῶν μέν 与 τῶν δέ 起宾格性属格作用(客体属格)。与格 τοῖς κυβερνήταις 是关系与格(“对舵手而言”)。整句表明“对舵手而言,防备这一方与谋划攻击另一方并非逐一孤立出现,而是从四面八方重重压来”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0081.tlg010.humanitext-grc2:26#1