← 哈利卡纳苏斯的狄奥尼修斯

论修昔底德

§25

倒错句式的晦涩与序言及战役叙述改写

哈利卡纳苏斯的狄奥尼修斯阐述了论述修昔底德风格的具体方法,引证其史书序言与斯法克特里亚之役的文句,批评其倒错晦涩的句式并给出了更为明晰的改写方案。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§25

προειρημένων δὲ τούτων κεφαλαιωδῶς ἐπὶ τὰς ἀποδείξεις αὐτῶν ὥρα τρέπεσθαι. ποιήσομαι δὲ οὐ χωρὶς ὑπὲρ ἑκάστης ἰδέας τὸν λόγον, ὑποτάττων αὐταῖς τὴν Θουκυδίδου λέξιν, ἀλλὰ κατὰ περιοχάς τινας καὶ τόπους, μέρη λαμβάνων τῆς τε διηγήσεως καὶ τῶν ῥητορειῶν καὶ παρατιθεὶς τοῖς τε πραγματικοῖς καὶ τοῖς λεκτικοῖς κατορθώμασιν ἢ ἁμαρτήμασι τὰς αἰτίας, διʼ ἃς τοιαῦτά ἐστι· δεηθεὶς σοῦ πάλιν καὶ τῶν ἄλλων φιλολόγων τῶν ἐντευξομένων τῇ γραφῇ, τὸ βούλημά μου τῆς ὑποθέσεως ἧς προῄρημαι σκοπεῖν, ὅτι χαρακτῆρός ἐστι δήλωσις ἅπαντα περιειληφυῖα τὰ συμβεβηκότα αὐτῷ καὶ δεόμενα λόγου, σκοπὸν ἔχουσα τὴν ὠφέλειαν αὐτῶν τῶν βουλησομένων μιμεῖσθαι τὸν ἄνδρα. ἐν ἀρχῇ μὲν οὖν τοῦ προοιμίου προθέσει χρησάμενος, ὅτι μέγιστος ἐγένετο τῶν πρὸ αὐτοῦ πολέμων ὁ Πελοποννησιακός, κατὰ λέξιν οὕτω γράφει· τὰ γὰρ πρὸ αὐτῶν καὶ τὰ ἔτι παλαιότερα σαφῶς μὲν εὑρεῖν διὰ χρόνου πλῆθος ἀδύνατον ἦν· ἐκ δὲ τεκμηρίων, ὧν ἐπὶ μακρότατον σκοποῦντί μοι ξυνέβη πιστεῦσαι,1 οὐ μεγάλα νομίζω γενέσθαι οὔτε κατὰ τοὺς πολέμους οὔτε εἰς τὰ ἄλλα. φαίνεται γὰρ ἡ νῦν Ἑλλὰς καλουμένη οὐ πάλαι βεβαίως οἰκουμένη, ἀλλὰ μεταναστάσεις τε οὖσαι τὰ πρότερα καὶ ῥᾳδίως ἕκαστοι τὴν ἑαυτῶν ἀπολείποντες, βιαζόμενοι ὑπό τινων αἰεὶ πλειόνων. τῆς γὰρ ἐμπορίας οὐκ οὔσης, οὐδʼ ἐπιμιγνύντες ἀδεῶς ἀλλήλοις οὔτε κατὰ γῆν οὔτε διὰ θαλάσσης, νεμόμενοί τε τὰ αὑτῶν ἕκαστοι, ὅσον ἀποζῆν, καὶ περιουσίαν χρημάτων οὐκ ἔχοντες οὐδὲ γῆν φυτεύοντες γνώμῃ δεδουλωμένοι ὡς ἐπὶ Λακεδαιμονίους. καταφρονήσαντες οὖν αὐτῶν καὶ ἐμβοήσαντες ἀθρόοι ὥρμησαν ἐπʼ αὐτούς.2 ἥδʼ ἡ περιοχὴ ὤφελε μὲν κατεσκευάσθαι3 μὴ τοῦτον ὑπʼ αὐτοῦ τὸν τρόπον, ἀλλὰ κοινότερον μᾶλλον καὶ ὠφελιμώτερον, τοῦ τελευταίου μορίου τῷ πρώτῳ προστεθέντος, τῶν δὲ διὰ μέσου τὴν μετὰ ταῦτα χώραν λαβόντων. ἀγκυλωτέρα μὲν οὖν ἡ φράσις οὕτω σχηματισθεῖσα γέγονε καὶ δεινοτέρα, σαφεστέρα δὲ καὶ ἡδίων ἐκείνως ἂν κατασκευασθεῖσα·4 τῶν δὲ Λακεδαιμονίων οὐκέτι ἐπεκθεῖν, ᾗ προσπίπτοιεν, δυναμένων, γνόντες αὐτοὺς οἱ ψιλοὶ βραδυτέρους ἤδη, συστραφέντες καὶ ἐμβοήσαντες, ὥρμησαν ἐπʼ αὐτοὺς ἀθρόοι· ἔκ τε τῆς ὄψεως τὸ θαρρεῖν προσειληφότες, ὅτι πολλαπλάσιοι ἦσαν, καὶ ἐκ τοῦ μηκέτι δεινοὺς αὐτοὺς ὁμοίως σφίσι φαίνεσθαι καταφρονήσαντες, ἐπειδὴ οὐκ εὐθὺς ἄξια τῆς προσδοκίας ἐπεπόνθεσαν, ἣν ἔσχον ὑπόληψιν, ὅτε πρῶτον ἀπέβαινον τῇ γνώμῃ δεδουλωμένοι ὡς ἐπὶ Λακεδαιμονίους.

在对这些要点作了总括性的陈述之后,现在正是转向具体论证的时候。我不会孤立地就每一种文体风格分别立论并附缀修昔底德的原文,而是按特定的段落和章节立论,选取叙述与演说中的部分,在指出其在实事与文辞上的成功或瑕疵的同时,附加上造成这些状况的原因。我再次恳请你以及其他阅读本书的文学爱好者,体察我所确立的主题意图:这是对他风格特征的全面展示,囊括了其人一切切合且值得论述的特质,其目的在于使那些立志模仿此人的人获益。 他在序言之初提出了一个论题,即伯罗奔尼撒战争在先前的诸战役中规模最为宏大,其原文字句如下: “因为在这些战事之前乃至更为古老的史实,由于年代久远,已不可能确切查明;但根据那些在我穷极所能考察之后得以确信的证据来看,我认为无论在战争还是其他方面,它们规模都不大。因为显而易见,如今被称为希腊的土地古时并无稳固的定居,先前常有迁徙,各族群因不断受到更多人的强迫,轻易地放弃自己的土地。盖因当时贸易不通,人们无论在陆路还是海路都无法安心交往,各自仅耕种足以糊口的土地,既无多余资财,亦未植树拓殖,心志屈从,犹如面对拉刻代蒙人。于是他们蔑视对方,齐声呐喊,蜂拥而上向他们猛冲。” 这一段落本不该被他以这种方式建构,而应采用一种更为通常且更有助益的方式,即将最末的成分直接接续于开头,而将中间的成分置于其后。如此构织的语句固然变得更为曲折艰深、声势逼人,但若依彼种方式建构,本会更为明晰而令人愉悦: “当拉刻代蒙人再也无法对轻装部队冲击之处进行反击时,轻装兵见他们动作已显迟缓,遂聚拢一处,齐声呐喊,蜂拥向他们猛冲;他们不仅因目睹自身人数占据压倒优势而倍增勇气,更因拉刻代蒙人显得不再像过去那般可怕而心生蔑视,因为他们并未立刻遭受符合原本预期之苦痛——即最初登岸时心志屈从、犹如面对拉刻代蒙人时所抱有的顾忌。”

语法注4 条
  1. 25ὧν ἐπὶ μακρότατον σκοποῦντί μοι ξυνέβη πιστεῦσαι

    关系代词 ὧν 属于格的引申同化(attractio relativi),被先行词 ἐκ τεκμηρίων 的属格所同化。在正常的句法要求中,不定式 πιστεῦσαι 应支配与格代词(οἷς),但此处同化为先行词的属格。

  2. 25γνώμῃ δεδουλωμένοι ὡς ἐπὶ Λακεδαιμονίους. καταφρονήσαντες οὖν αὐτῶν καὶ ἐμβοήσαντες ἀθρόοι ὥρμησαν ἐπʼ αὐτούς.

    此处文本在传抄中出现突兀的脱文(lacuna)或错乱,直接从修昔底德第1卷第2章跳跃至第4卷第34章斯法克特里亚之役。在句法上,分词 δεδουλωμένοι 的主语(原本为第4卷的雅典轻装部队)与前句的主语(第1卷太古时代的希腊居民)发生冲突,但依照现存传抄文本只能顺承作为前句动词修饰语处理。

  3. 25ὤφελε μὲν κατεσκευάσθαι

    ὤφελε 接完成时不定式 κατεσκευάσθαι,构成表达过去未能实现的愿望的非真实语气句式(“本应当被这样建构[但实际上并未如此]”)。

  4. 25σαφεστέρα δὲ καὶ ἡδίων ἐκείνως ἂν κατασκευασθεῖσα

    分词 κατασκευασθεῖσα 与小品词 ἄν 连用,充当过去相反假设的结句(相当于 σαφεστέρα ἂν ἐγένετο, εἰ ἐκείνως κατεσκευάσθη),意为“若以彼种方式建构,原本会更加明晰”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0081.tlg010.humanitext-grc2:25