- 底本
- Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 1. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1899.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0081.tlg010.humanitext-grc2:24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
哈利卡纳苏斯的狄奥尼修斯剖析了修昔底德如何通过选词、语序组合、修辞格式以及颠倒语法规则来确立其独特风格,并总结了其文辞的四种工具与风貌,同时指出了其因过度简练而导致的晦涩缺陷。
τούτῳ τε δὴ τῷ ἀνδρὶ Θουκυδίδης ἐπιβαλὼν καὶ τοῖς ἄλλοις, ὧν πρότερον ἐμνήσθην, καὶ συνιδὼν ἃς ἕκαστος αὐτῶν ἔσχεν ἀρετάς, ἴδιόν τινα χαρακτῆρα καὶ παρεωραμένον ἅπασι πρῶτος εἰς τὴν ἱστορικὴν πραγματείαν ἐσπούδασεν ἀγαγεῖν· ἐπὶ μὲν τῆς ἐκλογῆς τῶν ὀνομάτων τὴν τροπικὴν καὶ γλωττηματικὴν καὶ ἀπηρχαιωμένην καὶ ξένην λέξιν προελόμενος ἀντὶ τῆς κοινῆς καὶ συνήθους τοῖς κατʼ αὐτὸν ἀνθρώποις· ἐπὶ δὲ τῆς συνθέσεως τῶν τʼ ἐλαττόνων καὶ τῶν μειζόνων μορίων τὴν ἀξιωματικὴν καὶ αὐστηρὰν καὶ στιβαρὰν καὶ βεβηκυῖαν καὶ τραχύνουσαν ταῖς τῶν γραμμάτων ἀντιτυπίαις τὰς ἀκοὰς ἀντὶ τῆς λιγυρᾶς καὶ μαλακῆς καὶ συνεξεσμένης καὶ μηδὲν ἐχούσης ἀντίτυπον· ἐπὶ δὲ τῶν σχηματισμῶν, ἐν οἷς μάλιστα ἐβουλήθη διενέγκαι τῶν πρὸ αὐτοῦ, πλείστην εἰσενεγκάμενος σπουδήν. διετέλεσέ γέ τοι τὸν ἑπτακαιεικοσαετῆ χρόνον τοῦ πολέμου ἀπὸ τῆς ἀρχῆς ἕως τῆς τελευτῆς τὰς ὀκτὼ βύβλους, ἃς μόνας κατέλιπεν, στρέφων ἄνω καὶ κάτω καὶ καθʼ ἓν ἕκαστον τῶν τῆς φράσεως μορίων ῥινῶν καὶ τορεύων· καὶ τοτὲ μὲν λόγον ἐξ ὀνόματος ποιῶν, τοτὲ δʼ εἰς ὄνομα συνάγων τὸν λόγον· καὶ νῦν μὲν τὸ ῥηματικὸν ὀνοματικῶς ἐκφέρων, αὖθις δὲ τοὔνομα ῥῆμα ποιῶν, καὶ αὐτῶν γε τούτων ἀναστρέφων τὰς χρήσεις, ἵνα τὸ μὲν ὀνοματικὸν προσηγορικὸν γένηται, τὸ δὲ προσηγορικὸν ὀνοματικῶς λέγηται·1 καὶ τὰ μὲν παθητικὰ ῥήματα δραστήρια, τὰ δὲ δραστήρια παθητικά· πληθυντικῶν τε καὶ ἑνικῶν ἐναλλάττων τὰς φύσεις καὶ ἀντικατηγορῶν ταῦτα ἀλλήλων· θηλυκά τε ἀρρενικοῖς καὶ ἀρρενικὰ θηλυκοῖς καὶ οὐδέτερα τούτων τισὶ συνάπτων, ἐξ ὧν ἡ κατὰ φύσιν ἀκολουθία πλανᾶται· τὰς δὲ τῶν ὀνοματικῶν ἢ μετοχικῶν πτώσεις ποτὲ μὲν πρὸς τὸ σημαινόμενον ἀπὸ τοῦ σημαίνοντος ἀποστρέφων, ποτὲ δὲ πρὸς τὸ σημαῖνον ἀπὸ τοῦ σημαινομένου·2 ἐν δὲ τοῖς συνδετικοῖς καὶ τοῖς προθετικοῖς μορίοις καὶ ἔτι μᾶλλον ἐν τοῖς διαρθροῦσι τὰς τῶν ὀνομάτων δυνάμεις ποιητοῦ τρόπον ἐνεξουσιάζων. πλεῖστα δʼ ἄν τις εὕροι παρʼ αὐτῷ σχήματα προσώπων τε ἀποστροφαῖς καὶ χρόνων ἐναλλαγαῖς καὶ τροπικῶν σημειώσεων μεταφοραῖς ἐξηλλαγμένα τῶν συνήθων καὶ σολοικισμῶν λαμβάνοντα φαντασίας· ὁπόσα τε γίγνεται πράγματα ἀντὶ σωμάτων ἢ σώματα ἀντὶ πραγμάτων· καὶ ἐφʼ ὧν ἐνθυμημάτων τε καὶ νοημάτων αἱ μεταξὺ παρεμπτώσεις πολλαὶ γινόμεναι διὰ πολλοῦ τὴν ἀκολουθίαν κομίζονται·3 τά τε σκολιὰ καὶ πολύπλοκα καὶ δυσεξέλικτα καὶ τὰ ἄλλα τὰ συγγενῆ τούτοις. εὕροι δʼ ἄν τις οὐκ ὀλίγα καὶ τῶν θεατρικῶν σχημάτων κείμενα παρʼ αὐτῷ, τὰς παρισώσεις λέγω καὶ παρομοιώσεις καὶ παρονομασίας καὶ ἀντιθέσεις, ἐν αἷς ἐπλεόνασε Γοργίας ὁ Λεοντῖνος καὶ οἱ περὶ Πῶλον καὶ Λικύμνιον καὶ πολλοὶ ἄλλοι τῶν κατʼ αὐτὸν ἀκμασάντων. ἐκδηλότατα δὲ αὐτοῦ καὶ χαρακτηρικώτατά ἐστι τό τε πειρᾶσθαι διʼ ἐλαχίστων ὀνομάτων πλεῖστα σημαίνειν πράγματα καὶ πολλὰ συντιθέναι νοήματα εἰς ἕν, καὶ τὸ ἔτι προσδεχόμενόν τι τὸν ἀκροατὴν ἀκούσεσθαι καταλείπειν· ὑφʼ ὧν ἀσαφὲς γίνεται τὸ βραχύ. ἵνα δὲ συνελὼν εἴπω, τέτταρα μέν ἐστιν ὥσπερ ὄργανα τῆς Θουκυδίδου λέξεως· τὸ ποιητικὸν τῶν ὀνομάτων, τὸ πολυειδὲς τῶν σχημάτων, τὸ τραχὺ τῆς ἁρμονίας, τὸ τάχος τῶν σημασιῶν· χρώματα δὲ αὐτῆς τό τε στριφνὸν καὶ τὸ πυκνόν, καὶ τὸ πικρὸν καὶ τὸ αὐστηρόν, καὶ τὸ ἐμβριθὲς καὶ τὸ δεινὸν καὶ φοβερόν, ὑπὲρ ἅπαντα δὲ ταῦτα τὸ παθητικόν. τοιοῦτος μὲν δή τίς ἐστιν ὁ Θουκυδίδης κατὰ τὸν τῆς λέξεως χαρακτῆρα, ᾧ παρὰ τοὺς ἄλλους διήνεγκεν. ὅταν μὲν οὖν ἥ τε προαίρεσις αὐτοῦ καὶ ἡ δύναμις συνεκδράμῃ, τέλεια γίνεται κατορθώματα καὶ δαιμόνια· ὅταν δὲ ἐλλείπῃ τὸ τῆς δυνάμεως, οὐ παραμείναντος μέχρι πάντων τοῦ τόνου, διὰ τὸ τάχος τῆς ἀπαγγελίας ἀσαφής τε ἡ λέξις γίνεται καὶ ἄλλας τινὰς ἐπιφέρει κῆρας οὐκ εὐπρεπεῖς. τὸ γὰρ ἐν ᾧ δεῖ τρόπῳ τὰ ξένα καὶ πεποιημένα λέγεσθαι καὶ μέχρι πόσου προελθόντα πεπαῦσθαι, καλὰ καὶ ἀναγκαῖα θεωρήματα ἐν πᾶσιν ὄντα τοῖς ἔργοις, οὐ διὰ πάσης τῆς ἱστορίας φυλάττει.
修昔底德在关注了此人(希罗多德)以及我先前所提及的其他人,并察悉了他们各自拥有的优点之后,首度致力于将一种为所有人所忽视的独特风格引入历史著述之中。在词语的选拔上,他弃绝了同代人所通用且习惯的词汇,而选取了借喻的、陈旧的、过时的以及外来的文辞;在较小与较大成分的组合上,他弃绝了流畅、柔和、圆润且毫无阻滞的组合,而选取了威严、严峻、刚劲、稳固,并以字母的冲突撞击使听觉生涩的组合;而在修辞格式上——这正是他最渴望超越前人之处——他投入了极大的精力。 至少在长达二十七年的战争期间,从始至终,他一直将自己仅留下的这八卷著作反复翻检推敲,对表达中的每一个微小成分加以锉平与雕镂;有时将单字化为短语,有时又将短语浓缩为一个单字;此时将动词概念作名词性表达,彼时又将名词转化为动词,甚至倒转它们本身的用法,使专有名词变为通名,通名又作专名式表达;又将被动动词作主动使用,主动动词作被动使用;互换复数与单数的本性,使它们互为主谓述部;将阴性与阳性、阳性与阴性,以及中性与其中之一相连接,以致自然的语法一致性遭到破坏;名词或分词的格变,有时脱离能指而附会于所指,有时又脱离所指而附会于能指;而在连词、介词、尤其是区分词性价值的冠词方面,他更如诗人一般独断专擅。 人们在他那里亦会发现极多通过人称转换、时态交替以及隐喻转义而脱离习惯用法的修辞,甚至给人以语法不顺的错觉;诸如以抽象事物取代具象人身,或以人身取代抽象事物的诸多例证;而在那些论证与概念中,由于中间插入成分过多,语法上的顺承关系往往历经漫长的间隔才得以接续;此外还有蜿蜒曲折、错综复杂、难以索解的句子结构,以及其他与此相类似的特征。人们亦能在他那里发现不少剧场式的修辞格式——我指对偶句、类音句、同源词配语与对仗句,这些正是来自莱昂提尼的戈尔吉阿斯、波罗斯与李库姆尼奥斯一派,以及与他同时代盛行的其他许多人所滥用的伎俩。 而他最为显著且最具代表性的特征,乃是力求以最少的词语指示最多的事物,将诸多概念聚合为一体,并使听者始终处于期待听到更多内容的状态之中;由此,他的简练反而变成了晦涩。总而言之,修昔底德的文辞仿佛有四种工具:词语的诗意特质、修辞样式的多面性、组合的生硬峻涩,以及表意上的敏疾;而其文辞的色彩则是苦涩与致密、辛辣与严峻、沉重与骇人可畏,而在这一切之上则是激越的情感。 修昔底德在文辞风格上便是这样一个人,并以此卓绝于其他人。因此,当他的意图与才力并驾齐驱时,其成就便臻于完美而神妙;但当才力有所匮乏、其张力未能通贯始终时,文辞便因表述的急促而变得晦涩,并带来某些不雅的瑕疵。因为对于外来词与生造词应当以何种方式表述、行至何种程度应当止步——这些在一切作品中皆美好而必需的准则——他并未在整部历史中完全恪守。
- 24ἵνα τὸ μὲν ὀνοματικὸν προσηγορικὸν γένηται, τὸ δὲ προσηγορικὸν ὀνοματικῶς λέγηται
古代语法学与修辞学中的术语对立:在此 ὀνοματικόν 指代“专有名词”(ὄνομα κύριον),而 προσηγορικόν 指代“通名/普通名词”(προσηγορία)。此处阐述修昔底德倒转二者用法,将普通名词当作专名、或将专名泛化为普通概念的修辞手法。
- 24τὰς δὲ τῶν ὀνοματικῶν ἢ μετοχικῶν πτώσεις ποτὲ μὲν πρὸς τὸ σημαινόμενον ἀπὸ τοῦ σημαίνοντος ἀποστρέφων, ποτὲ δὲ πρὸς τὸ σημαῖνον ἀπὸ τοῦ σημαινομένου
指语法形式(能指,τὸ σημαῖνον)与语意逻辑(所指,τὸ σημαινόμενον)之间的一致性交替(即依义构文,constructio ad sensum)。修昔底德时而使名词或分词的格脱离形式结构而依从语意,时而又反过来脱离实际语意而强行依从语法形式。
- 24αἱ μεταξὺ παρεμπτώσεις πολλαὶ γινόμεναι διὰ πολλοῦ τὴν ἀκολουθίαν κομίζονται
指长距离倒装与母子句嵌套(hyperbaton),即在句法结构中间插入大量夹注成分(παρεμπτώσεις),使得原本的句法承接关系(ἀκολουθία)在经历了漫长的间隔(διὰ πολλοῦ)之后才得以恢复。
