← 哈利卡纳苏斯的狄奥尼修斯

论修昔底德

§21-23

文辞风格的要素与早期历史学家的文风

作者结束了对历史著作选材内容的讨论,转而考察文辞风格。在概述了文辞的基本组成部分与美德分类之后,他阐述了修昔底德之前历史学家所共有的平实文辞倾向,并指出希罗多德是其中唯一的杰出例外。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§21

τὰ μὲν δὴ περὶ τὸ πραγματικὸν μέρος ἁμαρτήματά τε καὶ κατορθώματα τοῦ συγγραφέως ταῦτά ἐστι. τὰ δὲ περὶ τὸ λεκτικόν, ἐν ᾧ μάλιστα ὁ χαρακτὴρ αὐτοῦ διάδηλός ἐστι, μέλλω νυνὶ λέγειν. ἀνάγκη δὲ ἴσως καὶ περὶ ταύτης τῆς ἰδέας προειπεῖν, εἰς πόσα τε μέρη διαιρεῖσθαι πέφυκεν ἡ λέξις καὶ τίνας περιείληφεν ἀρετάς· ἔπειτα δηλῶσαι, πῶς ἔχουσαν αὐτὴν ὁ Θουκυδίδης παρὰ τῶν πρὸ αὐτοῦ γενομένων συγγραφέων παρέλαβε, καὶ τίνα μέρη πρῶτος ἁπάντων ἐκαίνωσεν, εἴ τʼ ἐπὶ τὸ κρεῖττον εἴ τʼ ἐπὶ τὸ χεῖρον, μηδὲν ἀποκρυψάμενον.1

以上便是关于这位历史学家在内容选材部门中的失误与成就。 至于文辞风格部门——他在其中最显明地展现其独特个性——我现在正要论及。或许也有必要先就这一范畴预作说明:文辞依其本性划分为多少部分,又包涵哪些优点;随后绝无隐瞒地阐明修昔底德从先于他的历史学家那里承袭了何种状态的文辞,以及他在所有人当中首先对哪些部分进行了革新,无论这革新是趋向更好还是趋向更劣。

§22

ὅτι μὲν οὖν ἅπασα λέξις εἰς δύο μέρη διαιρεῖται τὰ πρῶτα,2 εἴς τε τὴν ἐκλογὴν τῶν ὀνομάτων, ὑφʼ ὧν δηλοῦται τὰ πράγματα, καὶ εἰς τὴν σύνθεσιν τῶν ἐλαττόνων τε καὶ μειζόνων μορίων, καὶ ὅτι τούτων αὖθις ἑκάτερον εἰς ἕτερα μόρια διαιρεῖται, ἡ μὲν ἐκλογὴ τῶν στοιχειωδῶν μορίων (ὀνοματικῶν λέγω καὶ ῥηματικῶν καὶ συνδετικῶν) εἴς τε τὴν κυρίαν φράσιν καὶ εἰς τὴν τροπικήν, ἡ δὲ σύνθεσις εἴς τε τὰ κόμματα καὶ τὰ κῶλα καὶ τὰς περιόδους, καὶ ὅτι τούτοις ἀμφοτέροις συμβέβηκε (λέγω δὴ τοῖς τε ἁπλοῖς καὶ ἀτόμοις ὀνόμασι καὶ τοῖς ἐκ τούτων συνθέτοις) τὰ καλούμενα σχήματα, καὶ ὅτι τῶν καλουμένων ἀρετῶν αἳ μέν εἰσιν ἀναγκαῖαι καὶ ἐν ἅπασιν ὀφείλουσι παρεῖναι τοῖς λόγοις, αἳ δʼ ἐπίθετοι καὶ ὅταν ὑποστῶσιν αἱ πρῶται, τότε τὴν ἑαυτῶν ἰσχὺν λαμβάνουσιν, εἴρηται πολλοῖς πρότερον. ὥστε οὐδὲν δεῖ περὶ αὐτῶν ἐμὲ νυνὶ λέγειν οὐδʼ ἐξ ὧν θεωρημάτων τε καὶ παραγγελμάτων τούτων τῶν ἀρετῶν ἑκάστη γίνεται, πολλῶν ὄντων· καὶ γὰρ ταῦτα τῆς ἀκριβεστάτης τέτευχεν ἐξεργασίας.

诚然,一切文辞首先划分为两个部分,即指明事物的词语之选拔,以及较小与较大单位的组合;而这两者各自又进一步划分为其他部分:基本成分(我指名词、动词与连词)的选拔划分为本义表达与借喻表达,而组合则划分为短句、分句与周期句;并且,所谓修辞格式附属于这两者(我指的是单纯不可分割的词语以及由此构成的复合结构);此外,在所谓的美德中,有些是不可或缺的且必须存在于所有言辞之中,而另一些则是附加的,只有当最初的那些美德奠定基础之后才显发自身的力量——关于这些,前人已有诸多论述。因此,我眼下完全无需论及它们,亦无需论及生成这些美德中每一项的大量理论与规则,因为这些早已获得了最详尽严密的阐述。

§23

τίσι δὲ αὐτῶν ἐχρήσαντο πάντες οἱ πρὸ Θουκυδίδου γενόμενοι συγγραφεῖς καὶ τίνων ἐπὶ μικρὸν ἥψαντο, ἐξ ἀρχῆς ἀναλαβών, ὥσπερ ὑπεσχόμην, κεφαλαιωδῶς διέξειμι· ἀκριβέστερον γὰρ οὕτως γνώσεταί τις τὸν ἴδιον τοῦ ἀνδρὸς χαρακτῆρα. οἱ μὲν οὖν ἀρχαῖοι πάνυ καὶ ἀπʼ αὐτῶν μόνον γινωσκόμενοι τῶν ὀνομάτων ποίαν τινὰ λέξιν ἐπετήδευσαν, οὐκ ἔχω συμβαλεῖν, πότερα τὴν λιτὴν καὶ ἀκόσμητον καὶ μηδὲν ἔχουσαν περιττόν, ἀλλʼ αὐτὰ τὰ χρήσιμα καὶ ἀναγκαῖα, ἢ τὴν πομπικὴν καὶ ἀξιωματικὴν καὶ ἐγκατάσκευον καὶ τοὺς ἐπιθέτους προσειληφυῖαν κόσμους. οὔτε γὰρ διασῴζονται τῶν πλειόνων αἱ γραφαὶ μέχρι τῶν καθʼ ἡμᾶς χρόνων, οὔθʼ αἱ διασῳζόμεναι παρὰ πᾶσιν ὡς ἐκείνων οὖσαι τῶν ἀνδρῶν πιστεύονται· ἐν αἷς εἰσιν αἵ τε Κάδμου τοῦ Μιλησίου καὶ Ἀρισταίου τοῦ Προκοννησίου καὶ τῶν παραπλησίων τούτοις. οἱ δὲ πρὸ τοῦ Πελοποννησιακοῦ γενόμενοι πολέμου καὶ μέχρι τῆς Θουκυδίδου παρεκτείναντες ἡλικίας ὁμοίας ἔσχον ἅπαντες ὡς ἐπὶ τὸ πολὺ προαιρέσεις, οἵ τε τὴν Ἰάδα προελόμενοι διάλεκτον τὴν ἐν τοῖς τότε χρόνοις μάλιστα ἀνθοῦσαν καὶ οἱ τὴν ἀρχαίαν Ἀτθίδα μικράς τινας ἔχουσαν διαφορὰς παρὰ τὴν Ἰάδα. πάντες γὰρ οὗτοι, καθάπερ ἔφην, περὶ τὴν κυρίαν λέξιν μᾶλλον ἐσπούδασαν ἢ περὶ τὴν τροπικήν, ταύτην δὲ ὥσπερ ἥδυσμα παρελάμβανον, σύνθεσίν τε ὀνομάτων ὁμοίαν ἅπαντες ἐπετήδευσαν τὴν ἀφελῆ καὶ ἀνεπιτήδευτον, καὶ οὐδʼ ἐν τῷ σχηματίζειν τὰς λέξεις καὶ τὰς νοήσεις ἐξέβησαν ἐπὶ πολὺ τῆς τετριμμένης καὶ κοινῆς καὶ συνήθους ἅπασι διαλέκτου. τὰς μὲν οὖν ἀναγκαίας ἀρετὰς ἡ λέξις αὐτῶν πάντων ἔχει (καὶ γὰρ καθαρὰ καὶ σαφὴς καὶ σύντομός ἐστιν ἀποχρώντως, σῴζουσα τὸν ἴδιον ἑκάστη τῆς διαλέκτου χαρακτῆρα)· τὰς δʼ ἐπιθέτους, ἐξ ὧν μάλιστα διάδηλος ἡ τοῦ ῥήτορος γίνεται δύναμις, οὔτε ἁπάσας οὔτε εἰς ἄκρον ἡκούσας, ἀλλʼ ὀλίγας καὶ ἐπὶ βραχύ, ὕψος λέγω καὶ καλλιρημοσύνην καὶ σεμνολογίαν καὶ μεγαλοπρέπειαν· οὐδὲ δὴ τόνον οὐδὲ βάρος οὐδὲ πάθος διεγεῖρον τὸν νοῦν οὐδὲ τὸ ἐρρωμένον καὶ ἐναγώνιον πνεῦμα, ἐξ ὧν ἡ καλουμένη γίνεται δεινότης· πλὴν ἑνὸς Ἡροδότου. οὗτος δὲ κατά τε τὴν ἐκλογὴν τῶν ὀνομάτων καὶ κατὰ τὴν σύνθεσιν καὶ κατὰ τὴν τῶν σχηματισμῶν ποικιλίαν μακρῷ δή τινι τοὺς ἄλλους ὑπερεβάλετο, καὶ παρεσκεύασε τῇ κρατίστῃ ποιήσει τὴν πεζὴν φράσιν ὁμοίαν γενέσθαι πειθοῦς τε καὶ χαρίτων καὶ τῆς εἰς ἄκρον ἡκούσης ἡδονῆς ἕνεκα· ἀρετάς τε τὰς μεγίστας καὶ λαμπροτάτας ἔξω τῶν ἐναγωνίων οὐδὲν ἐν ταύταις ἐνέλιπεν,3 εἴ τε οὐκ εὖ πεφυκὼς πρὸς αὐτὰς εἴ τε κατὰ λογισμόν τινα ἑκουσίως ὑπεριδὼν ὡς οὐχ ἁρμοττουσῶν ἱστορίαις. οὔτε γὰρ δημηγορίαις πολλαῖς ὁ ἀνὴρ οὐδʼ ἐναγωνίοις κέχρηται λόγοις, οὔτʼ ἐν τῷ παθαίνειν καὶ δεινοποιεῖν τὰ πράγματα τὴν ἀλκὴν ἔχει.

至于先于修昔底德出现的所有历史学家采用了其中的哪些美德,而对哪些美德仅略有涉猎,正如我所承诺的那样,我将从头梳理,扼要述之;因为唯有如此,人们才能更准确地认识该作者独有的个性。那些极其古老、仅凭其名字为人所知的历史学家,他们到底奉行了何种文辞风格,我实难以断定:究竟是简朴、素淡、毫无冗余而仅存实用与必需的风格,还是富于排场、崇高庄严、人工雕琢且采纳了附加修饰的风格。因为他们绝大多数人的著作既未流传至我们所处的时代,而流传至今的那些亦未被所有人公认为确出自那些人之手,其中就包括米利都的卡德摩斯、普罗孔奈索斯的阿里斯提亚斯以及与他们相类似者的著作。至于那些出生于伯罗奔尼撒战争之前且寿命延续至修昔底德时代的学者,大体上都持有相似的取向,无论是那些选取在当时最为盛行的伊奥尼亚方言的人,还是选取与伊奥尼亚方言仅有细微差异的古阿提卡方言的人。因为正如我所言,这些人全都更着力于本义文辞而非借喻文辞,仅将后者视为调味品来采用;在词语组合方面,他们所有人亦皆奉行相似的、质朴无华的风格;即使在修饰文辞与思想的形式上,他们也未曾过多脱离人人惯用、流通且熟悉的普通话语。因此,他们所有人的文辞都具备了不可或缺的优点(事实上充分纯正、明晰且简要,各自保持了其方言的独特品格);但对于那些最能彰显演说家威力的附加优点,他们既未全备亦未达致极致,而仅是寥寥无几且浅尝辄止——我所指的是崇高、丽藻、庄重与宏伟——他们确实亦无紧凑的张力、厚重感、振奋心灵的情感,亦无由此产生所谓“雄浑之力(deinotēs)”的刚劲与论辩气魄;唯独希罗多德一人除外。他在词语的选拔、组合以及修辞形式的多样性方面,皆远远凌驾于其他人之上,为了达致说服力、优美以及达到极致的愉悦感,他使得散文的言辞足以与最优秀的诗作相媲美;而在除了论战性品德之外的最伟大、最光辉的美德上,他在这些方面绝无任何欠缺——这或许是因为他生性不擅长此类论辩品德,抑或是出于某种深思熟虑、认为它们不适合历史写作而蓄意加以摒弃。因为此人既不频繁使用民众集会演说,亦不使用论战性言辞,亦未将自己的力量寄托于使事物充满激越情感或使其峻烈化的手法上。

语法注3 条
  1. 21μηδὲν ἀποκρυψάμενον

    该阳性单数宾格分词与非人称句 ἀνάγκη [ἐστίν] 所支配的不定词 δηλῶσαι 的隐含逻辑主语(作者自身 ἐμέ 或泛指主体)保持一致。

  2. 22ὅτι μὲν οὖν ἅπασα λέξις εἰς δύο μέρη διαιρεῖται τὰ πρῶτα

    自 ὅτι 起首的一系列名词性从句(ὅτι μὲν οὖν... καὶ ὅτι... καὶ ὅτι... καὶ ὅτι...)在句构上统属于后方较远处的主动词 εἴρηται πολλοῖς πρότερον,作其主语((b)类)。这一长句结构旨在罗列前人已确立的修辞学通识,从而说明作者无需在此赘述。

  3. 23ἀρετάς τε τὰς μεγίστας καὶ λαμπροτάτας ἔξω τῶν ἐναγωνίων οὐδὲν ἐν ταύταις ἐνέλιπεν

    该句采用了前置先行宾格随后通过介词短语复指的重叠结构(ἀρετάς... 在句首被后文的 ἐν ταύταις 所照应)。ἔξω τῶν ἐναγωνίων 限定 ἀρετάς,意为“除去论争性/辩战性的美德”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0081.tlg010.humanitext-grc2:21-23