← 哈利卡纳苏斯的狄奥尼修斯

论修昔底德

§20

序言的修改方案与古史考证的删省

作者提出了他所构想的修昔底德序言的理想结构,即略去中间的古史考证部分,直接将开篇的主旨与结语相连。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§20

δοκεῖ μοι κράτιστον ἂν γενέσθαι τὸ προοίμιον, εἰ τὸ τελευταῖον αὐτοῦ μέρος τῇ προθέσει προσήρμοσε1 πάντα τὰ ἐν μέσῳ παραλιπὼν καὶ τοῦτον τὸν τρόπον αὐτὸ κατεσκεύασε· Θουκυδίδης Ἀθηναῖος συνέγραψε τὸν πόλεμον τῶν Πελοποννησίων καὶ Ἀθηναίων, ὡς ἐπολέμησαν πρὸς ἀλλήλους, ἀρξάμενος εὐθὺς καθισταμένου καὶ ἐλπίσας μέγαν τε ἔσεσθαι καὶ ἀξιολογώτατον τῶν προγεγενημένων· τεκμαιρόμενος, ὅτι ἀκμάζοντές τε ἦσαν ἐς αὐτὸν ἀμφότεροι παρασκευῇ τῇ πάσῃ, καὶ τὸ ἄλλο Ἑλληνικὸν ὁρῶν ξυνιστάμενον πρὸς ἑκατέρους, τὸ μὲν εὐθύς, τὸ δὲ καὶ διανοούμενον. κίνησις γὰρ αὕτη δὴ μεγίστη τοῖς Ἕλλησιν ἐγένετο καὶ μέρει τινὶ τῶν βαρβάρων, ὡς δʼ εἰπεῖν καὶ ἐπὶ πλεῖστον ἀνθρώπων. τὰ γὰρ πρὸ αὐτῶν καὶ ἔτι παλαιότερα σαφῶς μὲν εὑρεῖν διὰ χρόνου πλῆθος ἀδύνατον ἦν· ἐκ δὲ τεκμηρίων, ὧν ἐπὶ μακρότατον σκοποῦντι πιστεύειν ξυμβαίνει, οὐ μεγάλα νομίζω γενέσθαι οὔτε κατὰ τοὺς πολέμους οὔτε ἐς τὰ ἄλλα· οὔτε ὡς ποιηταὶ ὑμνήκασι περὶ αὐτῶν ἐπὶ τὸ μεῖζον κοσμοῦντες, μᾶλλον πιστεύων, οὔτε ὡς λογογράφοι συνέθεσαν ἐπὶ τὸ προσαγωγότερον τῇ ἀκροάσει ἢ ἀληθέστερον, ὄντα ἀνεξέλεγκτα καὶ τὰ πολλὰ ὑπὸ χρόνου αὐτῶν ἀπίστως ἐπὶ τὸ μυθῶδες ἐκνενικηκότα· εὑρῆσθαι δὲ ἡγησάμενος ἐκ τῶν ἐπιφανεστάτων ὡς παλαιὰ εἶναι ἀποχρώντως. καὶ ὁ πόλεμος οὗτος, καίπερ τῶν ἀνθρώπων, ἐν ᾧ μὲν ἂν πολεμῶσι, τὸν παρόντα ἀεὶ μέγιστον κρινόντων, παυσαμένων δὲ τἀρχαῖα μᾶλλον θαυμαζόντων, ἀπʼ αὐτῶν τῶν ἔργων σκοποῦσι δηλώσει ὅμως μείζων γεγενημένος αὐτῶν. καὶ ὅσα μὲν λόγῳ εἶπον ἕκαστοι ἢ μέλλοντες πολεμήσειν ἤ ἐν αὐτῷ ἤδη ὄντες, χαλεπὸν τὴν ἀκρίβειαν αὐτὴν τῶν λεχθέντων διαμνημονεῦσαι ἦν ἐμοί τε ὧν αὐτὸς ἤκουσα καὶ τοῖς ἄλλοθέν ποθεν ἐμοὶ ἀπαγγέλλουσιν· ὡς δʼ ἂν ἐδόκουν μοι ἕκαστοι περὶ τῶν ἀεὶ παρόντων τὰ δέοντα μάλιστα εἰπεῖν, ἐχομένῳ ὅ τι ἐγγύτατα τῆς ξυμπάσης γνώμης τῶν ἀληθῶς λεχθέντων, οὕτως εἴρηται.2 τὰ δὲ ἔργα τῶν πραχθέντων ἐν τῷ πολέμῳ οὐκ ἐκ τοῦ παρατυχόντος ἠξίωσα γράφειν οὐδʼ ὡς ἐμοὶ δοκεῖ, ἀλλʼ οἷς τε αὐτὸς παρῆ καὶ παρὰ τῶν ἄλλων ὅσον δυνατὸν ἀκριβείᾳ περὶ ἑκάστου ἐπεξελθών. ἐπιπόνως δὲ εὑρίσκετο, διότι οἱ παρόντες τοῖς ἔργοις οὐ τὰ αὐτὰ περὶ τῶν αὐτῶν ἔλεγον, ἀλλʼ ὡς ἑκατέρων τις εὐνοίας ἢ μνήμης ἔχοι. καὶ ἐς μὲν ἀκρόασιν ἴσως τὸ μὴ μυθῶδες αὐτῶν ἀτερπέστερον φανεῖται· ὅσοι δὲ βουλήσονται τῶν γεγονότων τὸ σαφὲς σκοπεῖν καὶ τῶν μελλόντων ποτὲ αὖθις κατὰ τὸ ἀνθρώπινον τοιούτων καὶ παραπλησίων ἔσεσθαι, ὠφέλιμα κρίνειν αὐτά, ἀρκούντως ἕξει·3 κτῆμά τε ἐς ἀεὶ μᾶλλον ἢ ἀγώνισμα εἰς τὸ παραχρῆμα ἀκούειν ξύγκειται. τῶν δὲ πρότερον ἔργων μέγιστον ἐπράχθη τὸ Μηδικόν· καὶ τοῦτο ὅμως δυεῖν ναυμαχίαιν καὶ πεζομαχίαιν τὴν κρίσιν ἔσχεν· τούτου δὲ τοῦ πολέμου μῆκός τε μέγα προὔβη παθήματά τε ξυνηνέχθη γενέσθαι ἐν αὐτῷ τῇ Ἑλλάδι οἷα οὐχ ἕτερα ἐν ἴσῳ χρόνῳ. οὔτε γὰρ πόλεις τοσαίδε ληφθεῖσαι ἠρημώθησαν αἳ μὲν ὑπὸ βαρβάρων, αἳ δʼ ὑπὸ σφῶν αὐτῶν ἀντιπολεμούντων, εἰσὶ δὲ αἳ καὶ οἰκήτορας μετέβαλον ἁλισκόμεναι· οὔτε φυγαὶ τοσαίδε ἀνθρώπων καὶ φόνος ὃ μὲν κατʼ αὐτὸν τὸν πόλεμον, ὃ δὲ διὰ τὸ στασιάζειν. τά τε πρότερον ἀκοῇ μὲν λεγόμενα, ἔργῳ δὲ σπανιώτερον βεβαιούμενα οὐκ ἄπιστα κατέστη σεισμῶν τε πέρι, οἳ ἐπὶ πλεῖστον ἅμα μέρος γῆς καὶ ἰσχυρότατοι οἱ αὐτοὶ ἐπέσχον, ἡλίου τε ἐκλείψεις, αἳ πυκνότεραι παρὰ τὰς ἐκ τοῦ πρὶν χρόνου μνημονευομένας ξυνέβησαν, αὐχμοί τε ἔστι παρʼ οἷς μεγάλοι, καὶ ἀπʼ αὐτῶν καὶ λιμοί· καὶ ἡ οὐχ ἥκιστα βλάψασα καὶ μέρος τι φθείρασα, ἡ λοιμώδης νόσος· ταῦτα γὰρ πάντα μετὰ τοῦδε τοῦ πολέμου ἅμα ξυνεπέθετο. ἤρξαντο δὲ αὐτοῦ Ἀθηναῖοι καὶ Πελοποννήσιοι λύσαντες τὰς τριακοντούτεις σπονδάς, αἳ αὐτοῖς ἐγένοντο μετʼ Εὐβοίας ἅλωσιν. διότι δὲ ἔλυσαν, τὰς αἰτίας προέγραψα πρῶτον καὶ τὰς διαφορὰς τοῦ μή τινα ζητῆσαί ποτε, ἐξ ὅτου τοσοῦτος πόλεμος τοῖς Ἕλλησι κατέστη.

在我看来,若他将序言的最后部分直接附接于开篇的主旨阐述,略去其间的所有内容,并以此种方式来构建,那么这篇序言本会是最为精妙的: “雅典人修昔底德记述了伯罗奔尼撒人与雅典人之间的战争,即他们如何彼此交战。他在此战刚一开始时便动手撰写,预见到它将是一场规模宏大且比以往所有事件都最值得称道的大事;他之所以如此推断,是因为双方在各项战备上皆处于全盛状态,并且他目睹其余的希腊部族亦正与两方中的某一方结盟,有的立即行动,有的则正有此意。因为这场动荡诚然成了希腊人、某些异族乃至可以说是绝大多数人类所经历的最大动荡。至于在此之前乃至更古老的事件,由于岁月久远,已不可能确切查明;然而根据那些考察至最久远年代而令人信服的证据来看,我认为它们无论在战争还是其他方面都并非宏大。我既未过度轻信诗人们对这些事迹所作的夸大颂赞,亦未轻信散文纪事家们为取悦听众而非追求真实所编撰的记载——这些记载不可检验,且其中大部分因岁月流逝而已难以置信地沦入神话领域;相反,我认为它们是从最显著的迹象中被查明的,作为远古之事已足堪确凿。而这场战争,尽管人们在作战之时总是将当下的战争判定为最重大,而在停战之后却又更赞叹古代之事,但若从实际事实加以考察,它仍将向人们证明它比先前的战争更为宏大。至于各方无论在将要交战之际还是在业已处于战争之中时所发表的全部言论,要确凿无误地记住所讲言词的精确内容,对于我自己亲耳听到的部分,以及对于从各处向我转述的人而言,都是极其困难的;然而,在尽可能紧扣真正所说言论的总意图的同时,按照我认为各方最可能就当时当下的情势说出合宜之论的方式,我便作了如此表述。至于战争中各项行动的事实,我并不认为应当听凭偶然获悉的材料或凭我个人的主观臆断来书写,而是只记述我亲身在场的经历,以及对于来自他人的见闻尽可能以最大的精确度对每件事详加勘验后的内容。然而查明这些事实耗费了艰苦的辛劳,因为目击事件的在场者对同一事件所言各不相同,而是各凭对某一方的偏向或记忆的差异而叙述。就聆听而言,或许叙述中缺乏神话色彩会显得不那么悦耳;但凡是希望考察已发生之事的明晰真相、以及依人性在未来某一时刻将再次以相同或相似形式发生之事的那些人,若能判定这些记述是有益的,那就足够了;这部著作被编撰为永久的财富,而非为博取一时赞赏而听的竞演之作。在先前的业绩中,波斯战争是最宏大的举措,但即便是它亦不过通过两场海战与陆战便见分晓;而这场战争的历程却延绵极久,在此期间降临于希腊的苦难是相等时间内未曾见过的。因为从未有如此众多的城邑被攻克而荒废——有的毁于异族之手,有的毁于彼此内战的同胞之手,甚至还有一些城邑在被攻陷后改换了居民;亦从未有如此众多的人流亡与被屠杀——有的发生于战争本身,有的则归因于党争内乱。先前凭借传闻相告、却在事实上鲜有证实的现象,如今亦不再令人难以置信:大地震同时波及大地最广大的地域,且其自身亦最为剧烈;日食的发生比先前时代所记录的更为频繁;部分地区出现严重干旱,并由此引发饥荒;以及造成极大危害且消灭了相当一部分人口的瘟疫;因为这一切灾异皆随同这场战争一并降临。雅典人与伯罗奔尼撒人撕毁了在占领优卑亚之后所订立的三十年和约,从而开启了这场战争。至于他们为何毁约,我首先将原因与分歧写在前面,以免日后有人追问,希腊人之间何以爆发了如此规模巨大的战争。”

语法注3 条
  1. 20δοκεῖ μοι κράτιστον ἂν γενέσθαι τὸ προοίμιον, εἰ τὸ τελευταῖον αὐτοῦ μέρος τῇ προθέσει προσήρμοσε

    主句中的 κράτιστον ἂν γενέσθαι 是间接引语中与过去事实相反的虚拟结果从句(直陈式过去时+ἄν)转化为不定式的形式,而条件从句 εἰ... προσήρμοσε 则采用直陈式过去时表示过去未实现的前提。整句构成表示过去非真实的假使句:“在我看来,若他……将之附接,本会是最精妙的”。

  2. 20ἐχομένῳ ὅ τι ἐγγύτατα τῆς ξυμπάσης γνώμης τῶν ἀληθῶς λεχθέντων, οὕτως εἴρηται

    现在分词与格单数阳性 ἐχομένῳ 隐性呼应作为动作主体的作者自身(对应前文的 ἐμοί),与被动动词 εἴρηται 搭配构成关系与格或施事与格(“在尽可能紧扣真正言论的总体思想的同时,我便如此表述”)。它与前面的 ὡς δʼ ἂν ἐδόκουν μοι... εἰπεῖν(“按照我认为各方最可能说出……的方式”)形成呼应与对照。

  3. 20ὠφέλιμα κρίνειν αὐτά, ἀρκούντως ἕξει

    ἀρκούντως ἕξει 为非人称习惯表达,意为“便足够了”。不定式短语 ὠφέλιμα κρίνειν αὐτά(“判定它们是有益的”)在句中充当主语性成分或假定条件,与前面的关系从句 ὅσοι δὲ βουλήσονται...(“凡是希望……的人们”)相呼应。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0081.tlg010.humanitext-grc2:20