← 哈利卡纳苏斯的狄奥尼修斯

论修昔底德

§19

对开篇古史考过于冗长拖沓的批评

作者批评修昔底德在全书开篇的“古史考”中拖沓冗长,为了夸大伯罗奔尼撒战争的规模,不必要地引入了过多关于希腊早期历史、风俗和造船沿革的繁琐细故。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§19

ἔτι δὲ μᾶλλον ἴδοι τις ἂν τὸ περὶ τὰς ἐξεργασίας τοῦ συγγραφέως ἀνώμαλον ἐπιλογισάμενος, ὅτι πολλὰ καὶ μεγάλα πράγματα παραλιπὼν τὸ προοίμιον τῆς ἱστορίας μέχρι πεντακοσίων ἐκμηκύνει στίχων, τὰ πρὸ τοῦδε τοῦ πολέμου πραχθέντα τοῖς Ἕλλησι μικρὰ βουλόμενος ἀποδεῖξαι καὶ οὐκ ἄξια τῷδε παραβάλλεσθαι. οὔτε γὰρ τἀληθὲς οὕτως εἶχεν, ὡς ἐκ πολλῶν ἔστι παραδεῖξαι πραγμάτων, οὔτε ὁ τῆς τέχνης ὑπαγορεύει λόγος οὕτω μεθοδεύειν τὰς αὐξήσεις (οὐ γὰρ εἴ τι τῶν μικρῶν μεῖζόν ἐστι, διὰ τοῦτʼ ἐστὶν ἤδη μέγα, ἀλλʼ εἴ τι τῶν μεγάλων ὑπερέχει)· γέγονέ τε αὐτῷ τὸ προοίμιον, τοσαύτας εἰληφὸς ἀποδεικτικὰς τῆς προθέσεως ἐξεργασίας, ἱστορία τις αὐτὴ καθʼ αὑτήν. οἱ δὲ τὰς ῥητορικὰς συνταξάμενοι τέχνας παραγγέλλουσι δείγματα τῶν λόγων τὰ προοίμια ποιεῖν αὐτὰ τὰ κεφάλαια τῶν μελλόντων δηλοῦσθαι προλαμβάνοντας. ὃ δὴ καὶ πεποίηκεν ὁ ἀνὴρ ἐπὶ τῷ τέλει τοῦ προοιμίου, μέλλων ἄρχεσθαι τῆς διηγήσεως, ἐν ἐλάττοσιν ἢ πεντήκοντα στίχοις· ὥστε τὰ πολλὰ ἐκεῖνα καὶ καταβλητικὰ τοῦ μεγέθους τῆς Ἑλλάδος οὐκ ἀναγκαίως αὐτῷ παρέλκεσθαι,1 ὅτι κατὰ τὸν Τρωικὸν πόλεμον οὔπω σύμπασα ἐκαλεῖτο ἑνὶ ὀνόματι ἡ Ἑλλάς, καὶ ὅτι περαιοῦσθαι ναυσὶν ἐπʼ ἀλλήλους οἱ τροφῆς ἀπορούμενοι ἤρξαντο καὶ προσπίπτοντες πόλεσιν ἀτειχίστοις καὶ κατὰ κώμας οἰκουμέναις ἥρπαζον καὶ τὸ πλεῖστον τοῦ βίου ἐντεῦθεν ἐποιοῦντο. τί δʼ ἦν ἀναγκαῖον περὶ τῆς Ἀθηναίων τρυφῆς, ᾗ τὸ παλαιὸν ἐχρῶντο, λέγειν, ὅτι κρωβύλους τε ἀνεπλέκοντο καὶ χρυσοῦς τέττιγας εἶχον ἐπὶ ταῖς κεφαλαῖς; καὶ ὅτι Λακεδαιμόνιοι ἐγυμνώθησάν τε πρῶτοι καὶ εἰς τὸ φανερὸν ἀποδύντες λίπα μετὰ τοῦ γυμνάζεσθαι ἠλείψαντο; ὁ δὲ δὴ ναυπηγὸς ὁ Κορίνθιος Ἀμεινοκλῆς ὁ κατασκευάσας Σαμίοις πρῶτος τέτταρας τριήρεις, καὶ ὁ Σάμου τύραννος Πολυκράτης ὁ Ῥήνειαν ἑλὼν καὶ ἀναθεὶς τῷ Ἀπόλλωνι τῷ Δηλίῳ, καὶ οἱ Φωκαεῖς οἱ Μασσαλίαν οἰκίσαντες ὅτι ναυμαχίᾳ Καρχηδονίους ἐνίκων, καὶ τὰ ἄλλα ὅσα τούτοις ἐστὶν ὅμοια, τίνα καιρὸν εἶχε πρὸ τῆς διηγήσεως λέγεσθαι;2 εἰ δʼ ἔστιν ὅσιόν μοι καὶ θεμιτὸν εἰπεῖν ἃ φρονῶ,

此外,历史学家在处理题材上的不平衡——若考虑到他遗漏了许多重大事件,却将历史的序言拉长至五百行之多,企图以此证明希腊人在此战之前所建立的事迹皆属微细且不值与此战相比——人们就会更加看清这一点。因为实际真相并非如此(正如可从诸多事实中所证明的那样),修辞理论亦未曾指示应以此种方式构建夸张论证(因为绝非某事物大于微细之物便已算伟大,唯有其胜过宏大之物时方为伟大);而他的序言在吸收了如此众多用于证明其论点的详尽铺陈之后,竟已自成一部独立的史作。然而,编撰修辞理论教本的诸学者则叮嘱,应通过预先提出即将揭示的事项之要点,将序言作为全篇论说的样本。而这恰恰是作者本人在序言结尾、即将开启正篇叙述之际,在不足五十行中所实际做出的举措;因此,那些贬低希腊宏大规模的诸多细故——诸如特洛伊战争时期全希腊尚未冠以统一之名,以及匮乏口粮者开始乘船渡向彼此,侵袭未筑城墙、散居为村落的城邑并进行掠夺,且从中谋求大部分生计——完全是他不必要地拖延进来的。谈及雅典人古昔所崇尚的奢靡之风,说他们将发丝挽成发髻并在头上佩戴金蝉,又有何必要呢?又何必记述拉栖代梦人“最先赤身裸体,在众人面前脱衣,并在体操运动时以橄榄油涂抹身体”呢?至于为萨摩斯人率先建造了四艘三联桨战船的科林斯造船师阿梅诺克勒斯、攻克勒内亚岛并将其献予提洛岛阿波罗的萨摩斯僭主波吕克拉特斯,以及开拓马萨利亚的福西亚人在海战中击败迦太基人,以及所有诸如此类的其他事项,在正篇叙述之前加以叙述究竟有何合宜的时机呢?假若我可以虔敬且合符礼法地说出我之所想,

语法注2 条
  1. 19ὥστε τὰ πολλὰ ἐκεῖνα καὶ καταβλητικὰ τοῦ μεγέθους τῆς Ἑλλάδος οὐκ ἀναγκαίως αὐτῷ παρέλκεσθαι

    连词 ὥστε 后接被动不定式 παρέλκεσθαι。其逻辑主语为中性复数短语 τὰ πολλὰ ἐκεῖνα καὶ καταβλητικά,属格 τοῦ μεγέθους 作为宾格性属格充当形容词 καταβλητικά(“贬低、降低”)的对象。整句表达由前文结论(提要仅用不足五十行即可完成)所引出的逻辑归结,即这些枝节内容是被冗赘地牵扯进来的。

  2. 19ὁ δὲ δὴ ναυπηγὸς ὁ Κορίνθιος Ἀμεινοκλῆς ... τίνα καιρὸν εἶχε πρὸ τῆς διηγήσεως λέγεσθαι;

    句首的一系列主格名词短语(ὁ ... Ἀμεινοκλῆς, ὁ ... Πολυκράτης, οἱ Φωκαεῖς)与 ὅτι 从句(ὅτι ... ἐνίκων)并列,最终由句末的修辞性疑问句 τίνα καιρὸν εἶχε πρὸ τῆς διηγήσεως λέγεσθαι 收束。在句法上,以主格提出的诸人物与事件构成了悬空主格(nominativus pendens)或破格语法(anacoluthon),被统摄为末尾不定式 λέγεσθαι 的叙述主体或对象。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0081.tlg010.humanitext-grc2:19