← 哈利卡纳苏斯的狄奥尼修斯

论修昔底德

§13-14

对叙事详略失衡的批判

作者批评修昔底德在论题展开上失衡,指出其对次要事件(如皮罗斯战役及斯巴达随后的求和使团)大加铺陈,而对重大事件(如欧律麦冬河战役、尼基阿斯的战果以及雅典初期的求和使团)却草率简略地一笔带过。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13

ὅτι δὲ καὶ περὶ τὰς ἐξεργασίας τῶν κεφαλαίων ἧττον ἐπιμελής ἐστιν, ἢ πλείονας τοῦ δέοντος λόγους ἀποδιδοὺς τοῖς ἐλαττόνων δεομένοις ἢ ῥᾳθυμότερον ἐπιτρέχων τὰ δεόμενα πλείονος ἐξεργασίας, πολλοῖς τεκμηρίοις βεβαιῶσαι δυνάμενος ὀλίγοις χρήσομαι· τὰς μὲν πρώτας Ἀθηναίων καὶ Πελοποννησίων ναυμαχίας ἀμφοτέρας περὶ τὴν τελευτὴν τῆς δευτέρας βύβλου γράφειν ἀρξάμενος,1 ἐν αἷς πρὸς ἑπτὰ καὶ τεσσαράκοντα ναῦς Πελοποννησίων εἴκοσι ναυσὶν Ἀθηναῖοι μόνοι πρὸς πολλαπλασίους τῶν βαρβάρων ναυμαχήσαντες ἃς μὲν διέφθειρον, ἃς δʼ αὐτάνδρους ἔλαβον οὐκ ἐλάττους ἢ ὅσας ἔστειλαν ἐπὶ τὸν πόλεμον. θήσω δὲ καὶ τὴν λέξιν αὐτοῦ. ἐγένετο μετὰ ταῦτα καὶ ἐπʼ Εὐρυμέδοντι ποταμῷ ἐν Παμφυλίᾳ πεζομαχία καὶ ναυμαχία Ἀθηναίων καὶ τῶν ξυμμάχων πρὸς Μήδους, καὶ ἐνίκων τῇ αὐτῇ ἡμέρᾳ ἀμφότερα Ἀθηναῖοι Κίμωνος τοῦ Μιλτιάδου στρατηγοῦντος, καὶ εἷλον τριήρεις Φοινίκων καὶ διέφθειρον τὰς πάσας διακοσίας. ὅμοια δʼ ἐστὶ παρʼ αὐτῷ καὶ τὰ κατὰ τὰς πεζικὰς μάχας ἢ μηκυνόμενα πέρα τοῦ δέοντος ἢ συναγόμενα εἰς ἔλαττον τοῦ μετρίου. τὰ μέν γε περὶ Πύλον Ἀθηναίοις πραχθέντα καὶ τὰ περὶ τὴν Σφακτηρίαν καλουμένην νῆσον, ἐν ᾗ Λακεδαιμονίους κατακλείσαντες ἐξεπολιόρκησαν, ἀρξάμενος ἐν τῇ τετάρτῃ βύβλῳ διηγεῖσθαι καὶ μεταξὺ τοῦ πολέμου τοῦδε πράξεις τινὰς ἑτέρας παραδιηγησάμενος, εἶτʼ αὖθις ἐπιστρέψας ἐπὶ τὴν ἀπόδοσιν τῶν ἑξῆς, ἅπαντα τὰ γεγενημένα κατὰ τὰς μάχας ὑπʼ ἀμφοτέρων διελήλυθεν ἀκριβῶς καὶ δυνατῶς, πλείους ἢ τριακοσίους στίχους αὐτὸς ἀποδεδωκὼς ταῖς μάχαις, καὶ ταῦτα οὐ πολλῶν ὄντων2 οὔτε τῶν ἀπολομένων οὔτε τῶν παραδόντων τὰ ὅπλα. αὐτός γέ τοι συγκεφαλαιούμενος τὰ περὶ τὴν μάχην κατὰ λέξιν οὕτως γράφει· ἀπέθανον δὲ ἐν τῇ νήσῳ καὶ ζῶντες ἐλήφθησαν τοσοίδε· εἴκοσι μὲν ὁπλῖται διέβησαν καὶ τετρακόσιοι οἱ πάντες· τούτων ζῶντες ἐκομίσθησαν ὀκτὼ ἀποδέοντες τριακόσιοι, οἱ δʼ ἄλλοι ἀπέθανον. καὶ Σπαρτιᾶται τούτων ἦσαν εἴκοσι καὶ ἑκατὸν τῶν ζώντων, Ἀθηναίων δὲ οὐ πολλοὶ διεφθάρησαν.

至于他在处理各论点的展开时亦欠缺精细,要么对只需简略之处倾注了超出必要的篇幅,要么对需要详加展开之处草率敷衍地一带而过,尽管我能用许多证据予以证实,但在此仅采用少数几例。他在第二卷末尾附近着手记述雅典人与伯罗奔尼撒人之间的最初两场海战,其中雅典人仅凭二十艘船对抗伯罗奔尼撒人的四十七艘船,以寡敌众独自与异族数倍之敌交战,击毁了其中部分船只,又连人带船俘获了另一部分,其数量不少于他们自身为这场战争所派出的船只总数。我也将录出他的原话: “在这些事之后,在潘菲利亚的欧律麦冬河畔亦爆发了雅典人及其同盟者对抗波斯人的陆战与海战,雅典人在密尔提阿得斯之子客曼统率下于同一天在两场战斗中皆获全胜,俘获并摧毁了腓尼基人的三列桨战船共计二百艘。” 在他那里,关于陆战的记述亦是如此,要么被拖延得超出必要,要么被压缩得低于合理的限度。诚然,雅典人在皮罗斯的所作所为,以及围绕所谓斯法克特里亚岛的事件——他们在该岛上将拉栖代梦人封锁并围困迫降——他从第四卷开始叙述,并在本场战争中穿插叙述了若干其他行径,随后再次折返回来交代后事,极其精确且强有力地详述了两军在战斗中所发生的一切,自身为这些战斗耗费了三百余行的篇幅,尽管死难者与缴械投降者的人数并不算多。至少他本人在概括这场战役的始末时,逐字写道: “在这座岛上阵亡以及被生俘的人数如下:渡海的重装步兵总计四百二十人;其中被活着押解回去的有二百九十二人,其余皆已阵亡。在这批生还者中,斯巴达人有一百二十人;而雅典人阵亡者不多。”

§14

τῆς δὲ Νικίου στρατηγίας μνησθείς, ὅτε ναῦς ἑξήκοντα καὶ δισχιλίους ὁπλίτας Ἀθηναίων ἐπαγόμενος ἐπὶ Πελοπόννησον ἔπλευσε, κατακλείσας δὲ Λακεδαιμονίους εἰς τὰ φρούρια, τοὺς ἐν Κυθήροις καὶ τοὺς ἐν Θυρέᾳ κατοικοῦντας Αἰγινήτας ἐξεπολιόρκησε καὶ τῆς ἄλλης Πελοποννήσου πολλὴν ἐδῄωσεν, ἐξ ἧς αἰχμαλώτων πλῆθος ἐπαγόμενος ἀπέπλευσεν εἰς τὰς Ἀθήνας, οὕτως εἴρηκεν ἐπιτροχάδην, περὶ μὲν τῶν ἐν Κυθήροις πραγμάτων· καὶ μάχης γενομένης ὀλίγον μέν τινα χρόνον ὑπέστησαν οἱ Κυθήριοι· ἔπειτα τραπόμενοι κατέφυγον εἰς τὴν ἄνω πόλιν καὶ ὕστερον συνέβησαν πρὸς Νικίαν καὶ τοὺς ξυνάρχοντας, Ἀθηναίοις ἐπιτρέψαι περὶ σφῶν αὐτῶν πλὴν θανάτου.3 περὶ δὲ τῆς Αἰγινητῶν ἁλώσεως τῶν ἐν Θυρέᾳ· ἐν τούτῳ δʼ οἱ Ἀθηναῖοι κατασχόντες καὶ χωρήσαντες εὐθὺς πάσῃ τῇ στρατιᾷ αἱροῦσι τὴν Θυρέαν, καὶ τήν τε πόλιν κατέκαυσαν καὶ τὰ ἐνόντα ἐξεπόρθησαν, τούς τε Αἰγινήτας, ὅσοι μὴ ἐν χερσὶ διεφθάρησαν, ἄγοντες ἀφίκοντο εἰς τὰς Ἀθήνας. γενομένων δὲ περὶ τὰς πόλεις ἀμφοτέρας εὐθὺς ἐν ἀρχῇ τοῦ πολέμου μεγάλων συμφορῶν, διʼ ἃς ἐπεθύμησαν ἀμφότεραι τῆς εἰρήνης, περὶ μὲν τῆς προτέρας, ὅτε Ἀθηναῖοι τετμημένης μὲν αὐτοῖς τῆς χώρας, οἰκοφθορημένης δὲ τῆς πόλεως ὑπὸ λοιμοῦ, πᾶσαν ἀπογνόντες βοήθειαν ἄλλην ἀπέστειλαν πρεσβείαν εἰς Σπάρτην εἰρήνης τυχεῖν δεόμενοι, οὔτε τοὺς ἀποσταλέντας ἄνδρας εἴρηκεν οὔτε τοὺς ῥηθέντας ἐκεῖ λόγους ὑπʼ αὐτῶν οὔτε τοὺς ἐναντιωθέντας, ὑφʼ ὧν πεισθέντες Λακεδαιμόνιοι τὰς διαλλαγὰς ἀπεψηφίσαντο· φαύλως δέ πως καὶ ῥᾳθύμως ὡς περὶ μικρῶν καὶ ἀδόξων πραγμάτων ταῦτα εἴρηκε· μετὰ δὲ τὴν δευτέραν εἰσβολὴν τῶν Πελοποννησίων οἱ Ἀθηναῖοι, ὡς ἥ τε γῆ αὐτῶν ἐτέτμητο τὸ δεύτερον καὶ ἡ νόσος ἐπέκειτο ἅμα καὶ ὁ πόλεμος, ἠλλοίωντο τὰς γνώμας, καὶ τὸν Περικλέα ἐν αἰτίᾳ εἶχον ὡς πείσαντα σφᾶς πολεμεῖν καὶ δι’ ἐκεῖνον ταῖς ξυμφοραῖς περιπεπτωκότες· πρὸς δὲ τοὺς Λακεδαιμονίους ὥρμηντο συγχωρεῖν, καὶ πρέσβεις τινὰς πέμψαντες πρὸς αὐτοὺς ἄπρακτοι ἐγένοντο. περὶ δὲ τῆς ὑστέρας, ὅτε Λακεδαιμόνιοι τοὺς περὶ Πύλον ἁλόντας τριακοσίους κομίσασθαι προθέμενοι πρεσβείαν ἀπέστειλαν εἰς τὰς Ἀθήνας, καὶ τοὺς λόγους εἴρηκε τοὺς ὑπὸ τοῦ Λακεδαιμονίου ῥηθέντας τότε καὶ τὰς αἰτίας ἐπελήλυθε, διʼ ἃς οὐκ ἐπετελέσθησαν αἱ σπονδαί.

然而,当提及尼基阿斯的将军职任时——当时他率领六十艘战船和两千名雅典重装步兵航向伯罗奔尼撒,将拉栖代梦人围困在要塞中,围攻占领了居住在屈塞拉岛的居民以及定居在梯里亚的埃癸那人,并蹂躏了伯罗奔尼撒其余地区的大片土地,由此带领大批战俘返航雅典——他谈论此事却浮光掠影,关于屈塞拉岛上的事件仅写道: “战斗发生后,屈塞拉人抵抗了片刻;随后溃退逃往上城,后来与尼基阿斯及其同僚达成协议,将自身的处置权交由雅典人决定,唯免一死。” 关于在梯里亚俘虏埃癸那人一事,他则写道: “在此期间,雅典人登岸并立即全军出击攻克了梯里亚,将整座城池焚毁,抢掠了其中的财物,并押解着所有未在白刃战中丧生的埃癸那人抵达雅典。” 此外,在战争方始之时两座城邦皆遭遇了重大灾难,因此双方都渴望媾和;关于前者,即雅典人国土遭蹂躏、城池被瘟疫残害、对一切其他援助绝望之后,向斯巴达派遣使团请求获得和平之际,他既未提及被派遣的使节,亦未提及他们在那里发表的演说,更未提及那些出面反对并说服拉栖代梦人否决和议的人;而是以粗疏怠慢的态度,仿佛论及微不足道且无名小事般写道: “在伯罗奔尼撒人第二次入侵之后,由于土地遭到二次蹂躏,疾病与战争同时压迫而来,雅典人的心志发生了动摇,他们归咎于伯里克利,认为是他劝说自己开战,正是由于他,自己才陷入如此灾难之中;他们渴望与拉栖代梦人达成妥协,并派了一些使者前往他们那里,却一无所获。” 然而关于后者,即拉栖代梦人旨在收回在皮罗斯周边被俘的三百人而向雅典派遣使团之际,他既详述了当时拉栖代梦使节所发表的演说,亦彻底探究了和约未能达成的缘由。

语法注3 条
  1. 13ἀρξάμενος

    主格分词 ἀρξάμενος 在现存文本中缺少与之相呼应的主句限定动词,是因为后文 Ἀθηναῖοι μόνοι 紧接处存在抄本阙文(lacuna),导致论述第二卷末尾海战的主句以及引入欧律麦冬河抗击异族海战(πρὸς πολλαπλασίους τῶν βαρβάρων 以下)的对比分句前半部分佚失。

  2. 13καὶ ταῦτα οὐ πολλῶν ὄντων

    习惯短语 καὶ ταῦτα(“而且、况且是在……情况下”)后接属格独立结构 οὐ πολλῶν ὄντων,带有让步与对比意味,旨在强调花费三百余行篇幅与死伤俘虏人数并不算多之间的失衡。

  3. 14Ἀθηναίοις ἐπιτρέψαι περὶ σφῶν αὐτῶν πλὴν θανάτου

    动词 συνέβησαν(“达成协议”)所带的不定式补足语从句,陈述协议的具体内容:“将自身的处置权交付雅典人裁夺,唯免一死(πλὴν θανάτου)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0081.tlg010.humanitext-grc2:13-14